1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

14

αʹ. Καὶ πῶς οὐκ ἔμελλεν ὁ θεῖος Ἀπόστολος, τὴν τῶν ἀλλοφύλων ἐθνῶν κλῆσιν τῷ πνεύματι προθεωρῶν διὰ τοῦ οἰκείου Εὐαγγελίου γενησομένην, τῆς ἀλλοφύλου μνημονεύειν; ἀλλόφυλος γὰρ ἡ Ῥοὺθ καὶ 22.917 ἐξ ἀλλοφύλων τῶν ἀπηγορευμένων παρὰ Μωϋσεῖ Μωαβιτῶν· «Μωαβῖται γὰρ, φησὶ, καὶ Ἀμμανῖται οὐκ εἰσελεύσονται εἰς Ἐκκλησίαν Κυρίου ἕως τρίτης καὶ τετάρτης γενεᾶς, καὶ ἕως εἰς τὸν αἰῶνα·» πλὴν ἀλλὰ καὶ κρεῖττον τοῦ νόμου γενομένη θεοφιλὴς, εἰσῆλθεν εἰς Ἐκκλησίαν Κυρίου· ἐπείπερ ὁ νόμος τοῖς ἐν τῷ νόμῳ λαλεῖ· «∆ικαίῳ δὲ νόμος οὐ κεῖται, ἀλλ' ἀνόμοις καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς.» Ἡ δὲ Ῥοὺθ οὐ τοιαύτη, εἰ καὶ τὸ γένος ἀλλόφυλος ἦν, ὑπερβᾶσα δὲ τὸν διορισμὸν τοῦ νόμου, καὶ εἰσελήλυθεν εἰς τὴν Ἐκκλησίαν Κυρίου, καὶ τοῦ γένους ἐχρημάτισε τοῦ Ἰσραηλιτικοῦ, καὶ ἐν προγόνοις ἀναληφθῆναι τοῦ Σωτῆρος ἡμῶν κατηξιώθη, διὰ τὴν τῶν τρόπων, ἀλλ' οὐ διὰ τὴν τοῦ σώματος εὐγένειαν· πᾶσί τε ἡμῖν τοῖς ἐξ ἐθνῶν ἀλλοφύλοις μέγιστον ὑπόδειγμα κατέστη, ὅτι δὴ ὅμοια πράξαντες αὐτῇ, τῶν ἴσων παρὰ τῷ Θεῷ τευξόμεθα.

βʹ. Εἰκότως οὖν τὴν τῶν ἀλλοφύλων κλῆσίν τε καὶ εἰσποίησιν μέλλων εὐαγγελίζεσθαι, τῇ γενεαλογίᾳ αὐτὴν τέθεικεν· ἡμᾶς τοὺς ἐξ ἐθνῶν ἀλλοφύλους μονονουχὶ παιδεύων δι' αὐτῆς, ὅτι δὴ τὰ πάτρια καταλιπόντες, εἰκότως καὶ τὰ ἀκόλουθα εἰς ἡμᾶς πληρωθήσεται· οὐκέτι γὰρ ἐν ἀλλοφύλοις καταλεγησόμεθα, οὐδ' ἐξ ἀλλοφύλων χρηματίσομεν, ἀλλ' ἐκ τοῦ ἀληθινοῦ Ἰσραὴλ καὶ τοῦ λαοῦ τοῦ κλήρου τοῦ Θεοῦ· ἀναγκαίως δὲ αὖ πάλιν ἐμνήσθη τῆς Ῥοὺθ, τὰ αἴτια διὰ τῆς κατ' αὐτὸν ἱστορίας διδάξας τίνα ἦν τὰ λύσαντα τὴν ἀπαγόρευσιν τοῦ νόμου τὴν φήσασαν, «Μωαβῖται οὐκ εἰσελεύσονται εἰς Ἐκκλησίαν Κυρίου.» Γέγονε γὰρ ἡ Μωαβῖτις ὡς Ῥαχὴλ καὶ ὡς Λεία, αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον Ἰσραήλ· πῶς δὲ οὐχὶ χρήσιμος ἦν τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενεαλογίᾳ ἡ μνήμη τῆς Ῥοὺθ, ἐφ' ἣν εἴρηται «καὶ τὸ ποιῆσαι δύναμιν ἐν Ἐφραθᾷ, ἔσται ὄνομα ἐν Βηθλεέμ;» προφητείας γὰρ ἄντικρυς ταύτας εἰκότως ἄν τις φαίη τυγχάνειν, τὸ ἐκ Βηθλεὲμ ὄνομα τὸ παρὰ τῷ Ματθαίῳ γενεαλογουμένῳ Ἰησοῦ Χριστῷ ἐξάκουστον εἰς πᾶν γένος ἀνθρώπων θεωρῶν, καὶ τὴν ἐν Ἐφραθᾷ γενομένην δύναμιν· δι' ἧς δυνάμεως πάντα τὰ ἔθνη τὸν ἐκ τῆς Ῥοὺθ γενεαλογούμενον Χριστὸν τοῦ Θεοῦ ἐπιγνόντα, δι' αὐτοῦ τῆς μὲν πατρῴας ἀπέστη, τῆς Ῥοὺθ παραπλησίως, τῷ δὲ Θεῷ τοῦ Ἰσραὴλ ἑαυτὰ ἐπιδέδωκεν, ὁμοίως αὐτῇ πάλιν· ὧν ἕνεκά μοι δοκεῖ οὐκ ἀσυλλόγιστος ἡ παράθεσις τῆς Ῥοὺθ ἐν τῇ τοῦ Ματθαίου παρειλῆφθαι γενεαλογίᾳ.

Ιʹ. ∆ιὰ τί τὸν Ἰωακεὶμ Ἰεχονίαν ὀνομάζει ὁ εὐαγγελιστής.

αʹ. ∆ιώνυμος οὗτος ἦν· ἀλλ' ἐπεὶ κατὰ τὸν προφήτην Ἱερεμίαν Ἰεχονίας

ὀνομασθεὶς διακέκληται, δι' ὧν φησιν, «Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστιν αὐτοῦ χρεία· διότι ἀπεῤῥίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ· γῆ, γῆ, ἄκουε λόγον Κυρίου· γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον, ὅτι οὐ μὴ ἀναστῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ θρόνου ∆αβὶδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ·» καὶ ἐπειδὴ τούτων ἕνεκα συνέβη τὴν 22.920 εἰς Βαβυλῶνα αἰχμαλωσίαν ἅμα τῷ λαῷ ὑποστῆναι τὸν εἰρημένον, εἰκότως ὁ θαυμάσιος εὐαγγελιστὴς τοῦ Λυτρωτοῦ καὶ Σωτῆρος ἁπάντων ὑπογράφων τὴν γένεσιν, καὶ τοῦδε ἐμνήσθη τοῦ ἠτιμωμένου τοῦ ἀποῤῥιφέντος ἅμα τῷ σπέρματι εἰς τὴν Βαβυλωνίων γῆν. τοῦ ἐκκηρύκτου γενομένου, τοῦ αἰχμαλώτου· διδάσκων ὅτι κηρύξαι αἰχμαλώτοις ἄφεσιν ἀπεσταλμένος ὑπὸ τοῦ Πατρὸς, οὗτος ἦν Ἰησοῦς Χριστὸς, οὗ τὴν βίβλον ἀναγράφει, εἰς ὃν ἀναφέρεται τὸ φάσκον ἐν τῷ προφήτῃ λόγιον· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν·» περὶ οὗ καὶ ἐν ἑτέρῳ φησὶν ὁ