1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

14

εἰδικώτατον εἶδος μορφὴ λέγεται οἷον οὐσία μεμορφωμένη. Οἱ οὖν ἅγιοι πατέρες ἐπὶ τοῦ εἰδικωτάτου εἴδους τάσσουσι τὸ τῆς οὐσίας καὶ φύσεως καὶ μορφῆς ὄνομα καὶ ταὐτὸν λέγουσιν οὐσίαν καὶ φύσιν καὶ μορφὴν τὸ εἰδικώτατον εἶδος· καὶ ὁμοούσια καὶ ὁμοφυῆ καὶ ὁμογενῆ καὶ σύμμορφα λέγουσι τὰ ὑπὸ τὸ αὐτὸ εἰδικώτατον εἶδος ἄτομα. Ἑτεροούσια δὲ καὶ ἑτεροφυῆ καὶ ἑτεροειδῆ καὶ ἑτερογενῆ καὶ ἑτερόμορφα τὰ εἰδικώτατα εἴδη λέγουσιν. Οὐ δυνατὸν γὰρ εἶδος ἄλλῳ εἴδει ἢ φύσιν ἄλλῃ φύσει ἢ οὐσίαν ἄλλῃ οὐσίᾳ μὴ εἶναι ἑτεροούσιον καὶ ἑτεροφυῆ καὶ ἑτερόμορφον. Χρὴ γινώσκειν, ὡς ἀδύνατόν ἐστιν ἐκ δύο οὐσιῶν ἤγουν φύσεων μίαν φύσιν σύνθετον γενέσθαι· ἀδύνατον γὰρ ἐν τῷ αὐτῷ ἅμα τὰς ἀντιδιῃ ρημένας συστατικῶς ὑπάρξαι διαφοράς. Ὑπόστασιν δὲ μίαν σύνθετον ἐκ διαφόρων φύσεων δυνατὸν γενέσθαι, ὡς ὁ ἄνθρωπος ἐκ ψυχῆς ἐστι συντεθειμένος καὶ σώματος· εἰ γὰρ καὶ λέγεται μία φύσις τῶν ἀνθρώπων, ἀλλ' οὐ μιᾶς φύσεως ὁ ἄνθρωπος λέγεται ὁ καθέκαστα. Μία μὲν γὰρ φύσις τῶν ἀνθρώπων σύνθετος λέγεται, διότι ὑφ' ἓν εἶδος πᾶσαι αἱ τῶν ἀνθρώπων τελοῦσι σύνθετοι ὑποστάσεις. Μιᾶς δὲ φύσεως ὁ καθέκαστα ἄνθρωπος οὐ λέγεται, διότι ἑκάστη τῶν ἀνθρώπων ὑπόστασις ἐκ δύο συνέστηκε φύσεων, ἐκ ψυχῆς λέγω καὶ σώματος, καὶ ἀσυγχύτους ταύτας ἐν ἑαυτῇ φυλάττει· καὶ μάρτυς ἡ ἐκ τοῦ θανάτου γινομένη διαίρεσις. 26 Περὶ ὑποστάσεως. Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει· ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν, καθὸ σημαινόμενον ταὐτόν ἐστιν οὐσία καὶ ὑπόστασις, ὅθεν τινὲς τῶν ἁγίων πατέρων εἶπον αὐτὰς φύσεις ἤγουν τὰς ὑποστάσεις· ποτὲ δὲ τὴν καθ' αὑτὸ καὶ ἰδιοσύστατον ὕπαρξιν, καθ' ὃ σημαινόμενον τὸ ἄτομον δηλοῖ τῷ ἀριθμῷ διαφέρον ἤγουν τὸν Πέτρον, τὸν Παῦλον, τὸν τινὰ ἵππον. Χρὴ γὰρ γινώσκειν, ὡς οὔτε οὐσία ἀνείδεος ὑφέστηκε καθ' ἑαυτὴν οὐδὲ διαφορὰ οὐσιώδης οὔτε εἶδος οὔτε συμβεβηκός, ἀλλὰ μόναι αἱ ὑποστάσεις ἤτοι τὰ ἄτομα καὶ ἐν αὐτοῖς αἵ τε οὐσίαι καὶ αἱ οὐσιώδεις διαφοραί, τά τε εἴδη καὶ τὰ συμβεβηκότα θεωροῦνται. Καὶ ἡ μὲν ἁπλῆ οὐσία ἐν πάσαις ταῖς ὑποστάσεσιν ὡσαύτως θεωρεῖται, ἔν τε ταῖς ἀψύχοις καὶ ἐμψύχοις, λογικαῖς τε καὶ ἀλόγοις, θνηταῖς τε καὶ ἀθανάτοις. Αἱ δὲ οὐσιώδεις διαφοραὶ ἄλλαι ἐν ταῖς ἀψύχοις καὶ ἐν ταῖς ἐμψύχοις ἕτεραι, ἐν ταῖς λογικαῖς ἄλλαι καὶ ἐν ταῖς ἀλόγοις ἕτεραι, ὁμοίως ἐν ταῖς θνηταῖς ἄλλαι καὶ ἐν ταῖς ἀθανάτοις ἕτεραι, καὶ ἁπλῶς εἰπεῖν, ἐν ταῖς ἑκάστου εἰδικωτάτου εἴδους ὑποστάσεσιν αἱ αὐταὶ συνάπτουσαι μὲν αὐτὰς ἀλλήλαις τῷ λόγῳ τῆς οὐσίας, χωρίζουσαι δὲ αὐτὰς ἐκ τῶν ἑτεροειδῶν ὑποστάσεων. Ὁμοίως καὶ τὰ συμβεβηκότα ἐν αὐταῖς ἤτοι ταῖς ὑποστάσεσι θεωροῦνται χωρίζοντα ἑκάστην ὑπόστασιν ἐκ τῶν ὁμοειδῶν ὑποστάσεων. ∆ιὸ καὶ τὸ ἄτομον κυρίως τὸ τῆς ὑποστάσεως ἐκληρώσατο ὄνομα· ἐν αὐτῇ γὰρ ἡ οὐσία ἐνεργείᾳ ὑφίσταται προσλαβοῦσα τὰ συμβεβηκότα. 27 Περὶ προσώπου. Πρόσωπόν ἐστιν, ὅπερ διὰ τῶν οἰκείων ἐνεργημάτων τε καὶ ἰδιωμάτων ἀρίδηλον καὶ περιωρισμένην τῶν ὁμοφυῶν αὐτοῦ παρέχεται ἡμῖν τὴν ἐμφάνειαν, οἷον ὁ Γαβριὴλ τῇ ἁγίᾳ θεοτόκῳ διαλεγόμενος, εἷς τῶν ἀγγέλων ὑπάρχων, μόνος ἐκεῖσε παρὼν διελέγετο, κεχωρισμένος τῶν ὁμοουσίων ἀγγέλων διὰ τῆς ἐν τῷ τόπῳ παρουσίας καὶ διαλέξεως, καὶ ὁ Παῦλος ἐπὶ τῶν ἀναβαθμῶν δημηγορῶν, εἷς τῶν ἀνθρώπων ὤν, διὰ τῶν ἰδιωμάτων καὶ ἐνεργημάτων αὐτοῦ τῶν λοιπῶν ἀνθρώπων διεστέλλετο. Χρὴ δὲ γινώσκειν, ὡς οἱ ἅγιοι πατέρες ὑπόστασιν καὶ πρόσωπον καὶ ἄτομον τὸ αὐτὸ ἐκάλεσαν, τὸ καθ' ἑαυτὸ ἰδιοσυστάτως ἐξ οὐσίας καὶ συμβεβηκότων ὑφιστάμενον καὶ ἀριθμῷ διαφέρον καὶ τὸν τινὰ δηλοῦν οἷον Πέτρον, Παῦλον, τόνδε τὸν ἵππον. Εἴρηται δὲ ὑπόστασις παρὰ τὸ ὑφεστάναι. 28 Περὶ ἐνυποστάτου. Καὶ τὸ ἐνυπόστατον δὲ ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν σημαίνει, καθ' ὃ σημαινόμενον οὐ μόνον τὴν ἁπλῶς οὐσίαν ἐνυπόστατον λέγομεν ἀλλὰ καὶ τὸ συμβεβηκός, ὅπερ κυρίως οὐκ