1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

14

γὰρ τῶν μωρῶν μὲν τὴν ἀφροσύνην ἐκκλινοῦμεν, τῶν δὲ φρονίμων τὴν σοφίαν ζηλώσομεν. ληʹ. Γενώμεθα δὲ ἕτοιμοι καὶ πρὸς τὴν τοῦ Κυρίου ἐκ νεκρῶν ἀνάστασιν. Μὴ τῇ γαστρὶ τὰ πρὸς τρυφὴν εὐτρεπίσωμεν. Μὴ σώματι πολλὰ σωρεύσωμεν περιβόλαια, μὴ μύρων πολυτέλειαν ἄχρηστον, μὴ κώμας καὶ μέθας, καὶ τὰς τούτων συζύγους κοίτας καὶ ἀσελγείας· μὴ φρονήσωμεν μέγα κατὰ τοῦ πένητος· μὴ δόξης κενῆς ἐκκαύσωμεν ὄρεξιν, καὶ τῆς ἐπιθυμίας τοὺς σώφρονας χαλινοὺς ἀποπτύσωμεν· μὴ θηλυμανεῖς ἵπποι γενώμεθα, τοῖς ἀλλοτρίοις σκεύεσιν ἀτάκτως ἐπιμαινόμενοι· μὴ σπείρωμεν εἰς τὴν σάρκα τὰ τοῦ πυρὸς ἐκκαύματα· μὴ κλαπῶμεν χρυσοῦ τε καὶ ἀργύρου, καὶ λίθων πολυτελῶν μιαρῷ δελεάσματι· μὴ ἄλλων πεινώντων, ἡμῖν ἡ τράπεζα πλήθουσα διεγείρῃ τὸν τῆς γεέννης ἀτίθασσον σκώληκα. Ἰδοὺ γὰρ ὁ Νύμφιος ἀνίσταται· ἰδοὺ ὁ Βασιλεὺς τῶν βασιλευόντων ἐκ τάφου προέρχεται. Ἑτοιμασθῶμεν, ἵνα μὴ τῆς χαρᾶς ἀμοιρήσωμεν. Γενώμεθα δόκιμοι τραπεζῖται, τὸ κρεῖττον τοῦ χείρονος διακρίνοντες, καὶ τὸ μὲν πυρὶ θείου ζήλου καὶ ἔρωτος φλέξωμεν, τὸ δὲ τοῖς ἑαυτῶν ταμιείοις ἐναποθώμεθα. Θυμὸν καὶ ἐπιθυμίαν κολάσωμεν· γαστρὸς μαράνωμεν ὄρεξιν· σωφροσύνην δι' ἐγκρατείας καὶ ταπεινῆς καρδίας περιζωσώμεθα· τύφον δι' εὐτελείας καὶ θανάτου καταβάλωμεν μνήμης· τοῖς πᾶσι τὰ πάντα γενώμεθα· λοιδορίας γενναίως ἐνέγκωμεν· ἀδικούμενοι τῇ ἐλπίδι χαίρωμεν. Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ παροδεύει πᾶν τὸ νῦν καθορώμενον. λθʹ. Ἐπὶ πᾶσι τοῦτο φρονείσθω ἐν ἡμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐχθροὺς ὄντας ἡμᾶς ἠγάπησε, καὶ ἀγαπήσας ἠλέησε, καὶ ἐλεήσας ἑαυτὸν ἐταπείνωσε, καὶ ταπεινώσας ἔσωσεν. Ἐκ γὰρ ἀγάπης προέρχεται ἔλεος, καὶ ἐξ ἐλέους ταπείνωσις, ἐκ ταπεινώσεως δὲ σωτηρία καὶ ὕψωσις. Ἂν οὕτω πολιτευσώμεθα, νῦν μὲν τῶν ἐπικειμένων λυπηρῶν ἐλευθερωσόμεθα. Ἂν τὸν ζυγὸν τῶν παθῶν ἀποῤῥίψω 96.644 μεν, καὶ τῶν τυράννων τὴν ζεύγλην ἀποσεισόμεθα, καὶ ὥσπερ ἐκ τῶν κρειττόνων ἦλθε τὰ λυπηρὰ, οὕτω καὶ ἐκ τῶν λυπηρῶν ἐπανελεύσεται τὰ χρηστότερα, καὶ τὴν ἀρχαίαν παῤῥησίαν ἀπολειψόμεθα, καὶ καθαρῶς ἑορτάσομεν Κυρίῳ τῷ Θεῷ ἑορτὴν ἐξόδιον, καὶ τῆς βλασφήμου φωνῆς τῆς ἐπαιρομένης κατὰ τοῦ κτίσαντος ἀπαλλαγησόμεθα, καὶ ἐν εἰρήνῃ ἔσται τὸ τῆς Ἐκκλησίας πολίτευμα· ἔπειτα δὲ φαιδραῖς ταῖς λαμπάσι τῷ νικητῇ τοῦ θανάτου, τῷ ἀθανάτῳ νυμφίῳ λαμπρῶς ὑπαντήσομεν, καὶ ὁ νυμφὼν ἡμᾶς ὁ ἄχραντος ὑποδέξεται, καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτισόμεθα, καὶ τῆς αὐτοῦ κατατρυφήσομεν ὡραιότητος, μεθ' οὗ τῷ Πατρὶ σὺν ἁγίῳ Πνεύματι δόξα, τιμὴ, προσκύνησις καὶ μεγαλοπρέπεια, νῦν τε καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.