1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

14

θάλασσαν, διὰ δὲ τοῦ ἔχοντος ἐν τῇ οὐρᾷ πτερύγια τὸν εὐμηχάνως τὰς λαβὰς τῶν θηρευτῶν δαιμόνων διαδιδράσκοντα, διὰ δὲ τοῦ ἔχοντος ἐν τῇ κεφαλῇ ἔνθεν καὶ ἔνθεν πτερύγια τὸν ἔχοντα τὸ θεωρητικὸν πάντοθεν τὸν νοῦν κατασφαλίζοντα.

14Α_066 ΕΡΩΤΗΣΙΣ 38 Τίνος χάριν πρὶν γεννηθῆναι τὸν Ἡσαῦ ἡ Γραφὴ λέγει μεμισῆσθαι αὐτὸν ἐκ τοῦ

Θεοῦ, τὸν δὲ Ἰακὼβ ἠγαπῆσθαι; ΑΠΟΚΡΙΣΙΣ

Κατὰ μὲν τὸ γράμμα δῆλον ὡς ἐγίνωσκεν ὁ Θεὸς ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν ὁποῖοι ἤμελλον ἔσεσθαι κατὰ προαίρεσιν ἑκάτεροι καὶ ὡς γινώσκων τὸν μὲν ἤδη ἐμίσει, τὸν δὲ ἠγάπα. Εἰ δὲ κατ᾽ ἀναγωγὴν ἐξετάζει τις τὸ προκείμενον, μεμίσηται παρὰ τῷ Θεῷ πᾶς νοῦς κατὰ τὸν Ἡσαῦ δασὺς τῇ ὕλῃ τῇ κοσμικῇ καὶ τετραχυμμένος τοῖς ἀπηγορευμένοις λογισμοῖς· ἠγάπηται δὲ πᾶς Ἰακώβ, νοῦς λεῖος, ἀπέριττος καὶ ἄϋλος καὶ μονότροπος. Καὶ ἄλλως δὲ πᾶς Ἰσαὰκ ἔχει δύο υἱούς, οἵτινες πρὶν γεννηθῶσιν ὁ μὲν μεμίσηται, ὁ δὲ ἠγάπηται· εἰσὶν δὲ οὗτοι «ὁ νόμος τοῦ πνεύματος» καὶ «τὸ φρόνημα τῆς σαρκός»· οἵτινες καὶ πρὶν εἰς ἐνέργειαν ἔλθωσιν ὁ μὲν ἠγάπηται, ὁ δὲ μεμίσηται.

Καὶ ἄλλως ὁ Ἰσαὰκ εἰς τύπον λαμβάνεται τοῦ Θεοῦ· οὗτος ἔσχεν δύο υἱούς, τὸν γραπτὸν καὶ τὸν πνευματικὸν νόμον· καὶ ὁ μὲν δασὺς ἦν καὶ τραχύς, ὁ δὲ λεῖος. Εἶχεν γὰρ ὁ νόμος πολλὰς καὶ ἀναριθμήτους παρατηρήσεις καὶ ἐμισήθη κατὰ τὸν Ἡσαΐαν ὅτι «τὰς ἑορτὰς ὑμῶν καὶ τὰ σάββατα μισεῖ ἡ ψυχή μου»· ὁ δὲ ἕτερος ἠγαπᾶτο· ἦν γὰρ λεῖος· τὸ γὰρ Εὐαγγέλιον λεῖόν ἐστιν καὶ συντετμημένον· ἀπαιτεῖ γὰρ πίστιν εἰλικρινῆ εἰς Θεὸν καὶ ἀγαθὴν συνείδησιν εἰς τὸν πλησίον.

[Περὶ τοῦ αὐτοῦ ἄλλως] Ἢ καὶ κατὰ τῶν ὀνομάτων ἑρμηνείαν μεμίσηται παρὰ τῷ Θεῷ πᾶς 'ἐξουδενωτὴς' καὶ φαῦλος 14Α_068 τῆς εὐσεβείας· τοῦτο γὰρ Ἡσαῦ ἑρμηνεύεται· ἠγάπηται δὲ πᾶς 'πτερνιστὴς' τῆς κακίας, ὅπερ ὁ Ἰακὼβ ἑρμηνεύεται.

ΕΡΩΤΗΣΙΣ 39 Τί δήποτε ὁ μὲν Ἀβραὰμ τρεῖς ἀγγέλους εἶδεν, ὁ δὲ Λὼτ δύο; ΑΠΟΚΡΙΣΙΣ Ὁ μὲν Ἀβραὰμ ἅτε τετελειωμένος καὶ ὑπερβὰς τὰ φαινόμενα καὶ τῆς ἁγίας

Τριάδος καὶ μονάδος τὴν γνῶσιν ἐλλαμφθείς διὸ καὶ τὸ ἄλφα εἰς προσθήκην τοῦ ὀνόματος δέχεται ὡς μόνος τῷ μόνῳ κατὰ τὴν γνῶσιν προσχωρήσας εἰκότως τρεῖς ἀγγέλους ὁρᾷ. Ὁ δὲ Λὼτ μήπω τὰ ὁρώμενα τῇ γνώσει διαβάς, ἀλλ᾽ ἐκ τῶν ὁρωμένων τὸ θεῖον θρησκεύων καὶ μηδὲν πλείω τούτων φανταζόμενος, μὴ δὲ ὑπὲρ τὰ δύο, ὕλην καὶ τὸ εἶδος, γενόμενος, ἐξ ὧν τὰ φαινόμενα, μὴ δὲ τὸν περὶ μονάδος καὶ τριάδος λόγον τῇ γνώσει περιλαβών, διὰ τοῦτο δύο ἀγγέλους ὁρᾷ. Ὅθεν ἐπισπευδόντων αὐτὸν τῶν ἀγγέλων καὶ εἰς τὸ ὄρος σῴζεσθαι κατεπειγόντων, ἀπώκνησεν εἰς τὸ ὄρος ἀνελθεῖν, ἀλλὰ τὴν Σιγὼρ καταλαβεῖν παρεκάλει, εἰς τὴν μικροτέραν γνῶσιν· 'μικρὰ' γὰρ ἡ Σιγὼρ ἑρμηνεύεται. Οἱ δὲ τὸν Λὼτ ἐκβάλλοντες ἄγγελοι λαμβάνονται ἐπὶ τῶν δύο ∆ιαθηκῶν τοῦ τε γραπτοῦ καὶ τοῦ εὐαγγελικοῦ νόμου· διὰ τούτων γὰρ ἐκβάλλεταί τις καὶ φεύγει τὴν περὶ τὰ αἰσθητὰ πλάνην καὶ τὸν ἐκ τούτων διαφεύγει ἐμπρησμόν. Ἔχει δὲ τὴν σύνοικον αἴσθησιν συναναβαίνουσαν· ἐὰν οὖν ταύτη στραφῇ εἰς τὰ ὀπίσω, γίνεται στήλη ἁλός, παράδειγμα πᾶσιν ἐκκειμένη, τῆς ἁλμώδους κακίας τὴν ἀμετάθετον ἕξιν φέρουσα.

Εἰ δὲ καὶ οἶνον ἐκ Σοδόμων ἐπιφέρεται, ὅπερ δηλοῖ τῶν 14Α_070 ἀκαθάρτων λογισμῶν τὰς προλήψεις, αἱ δύο θυγατέρες μεθύσκουσιν τὸν τοιοῦτον πρὸς τὸ συλλαβεῖν· ἔστιν μὲν οὖν ἡ πρώτη θυγάτηρ ἡ ἐπιθυμία· ἐπὰν γὰρ τὰς πρώτας τῶν προλήψεων μνήμας ἀνακινήσει ὁ νοῦς, εὐθέως ἡ ἐπιθυμία συγγινομένη συμλαμβάνει τὴν συγκατάθεσιν· εὐθέως οὖν καὶ ἡ δευτέρα προσέρχεται· ἔστιν δὲ ἡ