Fragmenta in Matthaeum

 τροφὴν ἀπωλωλέκει, οὕτως ὁ νέος Ἀδὰμ καὶ ὧν μὴ προσετάχθη ἀποσχό μενος καθ' ὑπερβολὴν ἀρετῆς εἰς τὸ ἐξ ἀρχῆς καλὸν ἀποκαταστῇ.

 φείσασθαι μηδὲ τῶν ἀναγκαιοτάτων, εἰ δι' αὐτῶν τις ἐνέργεια φαύλη κινδυ νεύσαι γίνεσθαι. Οὐ δεῖ τὰ μέλη ἐκκόψαι , ἀλλ' οἷον νεκρῶσαι ταῦτα καὶ ἀν ενέρ

 φέρειν αὐτοῦ τὸ ἐπαχθὲς ἀναγ κάζεται. ἀσκοὶ δὲ παλαιοὶ καὶ οἱ παλαιοὶ ἄνθρωποι· οἶνος δὲ νέος ὁ καινὸς λόγος, ὃν οὐ χωροῦσιν· ῥήγνυται γὰρ αὐτῶν τὸ σα

 ὑμεῖς ὑποχωροῦντες τοῖς διώκουσι διαρκήσετε τὸν τοῦ εὐαγγε λισμοῦ χρόνον μὴ

 πνεῦμα τοῦ Ἠλίου. καὶ ἐπεὶ ἦν τὸ λεγόμενον ἀσαφές, τοῖς δυναμένοις συνιέναι τὴν γνῶσιν κατέλιπεν. 63 Mt 11, 14 Τοῦτο δὲ καὶ ὁ ἄγγελος εἶπεν περὶ αὐτοῦ

 τοιούτῳ μὴ διδούς. παρα σεσιωπημένη δὲ ἐν τοῖς τοιούτοις ἡ διὰ βαπτίσματος ἄφεσις εἴη, ἐπεὶ μηδὲ καιρὸς ἦν πω περὶ ταύτης Ἰουδαίοις διαλέγεσθαι· μεταξ

 76 Mt 13, 18-23 Ἐν τούτοις ἐπιζητεῖται, πῶς οὐ τὸν λόγον εἴρηκεν σπείρεσθαι κατ' ἀρχὴν οὐδὲ εἶπεν τὸ παρὰ τὴν ὁδὸν σπέρμα σπαρέν, ἀλλ' οὗτός ἐστιν ὁ π

 82 Mt 16, 1-4 Ἀλλὰ γὰρ οὔτε ἰατρὸς ἀκαί ρους ἐπιθυμίας τῶν νοσούντων ἐμ πίπλησι τὸ τῆς νόσου λυτικὸν ζητῶν, οὐ τὸ τῆς ἡδονῆς πληρωτικόν, οὔτε ὁ σωτὴρ

 ἡμίσεως ἐξὸν μηδενὶ καταβάλλειν μηδὲ εἰ πλουτοίη· τὸ δὲ μυστήριον ἦν εἰς τὸ μήτε μετὰ πατρὸς σεσαρ κῶσθαι τὸν υἱὸν μήτε ἐνδεές τι τῆς τελειότητος ἐννο

 ἀλλὰ τοσοῦτον ἴσχυσεν ἡ κακία ὡς τοῦτον ἀνα τρέψαι τὸν λόγον. δύο οὖν ἡμᾶς ἀπαιτεῖ ὁ λόγος καὶ μεμνῆσθαί τινα τῶν ἑαυτοῦ ἁμαρτημάτων καὶ ἀμνησικακεῖν

 τελειότης δὲ παρ' αὐτοῦ. 98 Mt 19, 23-26 Καλὸν τὸ ἀποστολικὸν ἐνταῦθα ἁρμόζει τὸν «ὄγκον ἀποθέμενοι πάντα »· τὸν γὰρ ὄγκον ἐδήλωσεν ἡ πρὸς κάμηλον ὁμο

 102 Mt 20, 10-12 Τὸ ἐνόμιζον οἱ πρῶτοι, ὅτι πλείονα λήψονται τὴν τοῦ πράγ ματος ἐνδείκνυται φύσιν, οὐ τὴν τῶν ἁγίων ἀνδρῶν διάνοιαν· οὐδὲ γὰρ ἐκεῖνοι

 αὐτῷ, καθ' ἣν τῶν ἀλλοτρίων ἀπαλλαγεὶς τῆς ἐπιβουλῆς ἔμεινεν ἐπὶ τῆς οἰκείας γῆς. πύργον δὲ τὸν ναόν, ἐν ᾧ συνιόντας ἐχρῆν τοὺς τῆς εὐσεβείας καρποὺς

 » τοῦ θεοῦ ὁ ∆αβὶδ καὶ οὐδέπω τῷ πνεύματι τοῦτο ἁρμόζει, ἀλλ' εἰς τὸ ἴδιον πνεῦμα εἴρηται αὐτό. ἐν πνεύματι γοῦν ἐλάλει καὶ ὅτε ἔλεγεν «τὸ πνεῦμά σου

 ἑαυτὴν διὰ τοῦ ἁμαρτάνειν ἔξω ποιοῦσα ἑαυτὴν τοῦ θεοῦ· ἡ δὲ ὄρνις πολύτεκνος καὶ θερμὴ περὶ τὴν ἀγάπην καὶ κηδομένη τῶν τέκνων καὶ ἑαυτὴν παραδιδοῦσα

 ζητεῖν παρὰ τῶν ἀνθρώπων ὑπακοήν, οἷς οὐ δέδωκας διὰ τοῦ λόγου σου τὸ εὐ ήκοον. καὶ διὰ τοῦτο φοβηθεὶς μὴ ἄπρακτος γένωμαι τὸ κατ' ἐμὲ ἐφύ λαξα μόνον

 πάντων λέγει διὰ τοῦ ἑνὸς δικαίου κατασταθήσεσθαι τοὺς πολλούς. τοῦτο δὴ καὶ ἐνταῦθα δηλοῖ, ὅτι εἷς ὑπὲρ πολλῶν πάσχει. τύπον δὲ ποιεῖ Ἀπολινάριος τῆς

 σαρκὸς αὐτοῦ καὶ ἐπὶ γῆς ἔκρυσις ἐχώρη σεν. 137 Mt 27, 11-14 Καλὴ ἡ ἀποσκόπησις πρὸς τοὺς συκοφαντοῦντας· οὐ γὰρ οἱ ἀκούον τες ἐζήτουν τὸ ἀληθὲς καὶ κ

 προστίθεσθαι τῶν ἀποθνῃσκόντων ἕκαστον «πρὸς τὸν λαὸν αὐτοῦ »· κάτω γὰρ ἦν ἡ χώρησις καὶ ἡ κατοχὴ τῶν ψυχῶν καὶ ταύτην τὴν κάτω πορείαν ὁ κύριος εἰς τ

» τοῦ θεοῦ ὁ ∆αβὶδ καὶ οὐδέπω τῷ πνεύματι τοῦτο ἁρμόζει, ἀλλ' εἰς τὸ ἴδιον πνεῦμα εἴρηται αὐτό. ἐν πνεύματι γοῦν ἐλάλει καὶ ὅτε ἔλεγεν «τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ ». καὶ οὐδέπω τῷ πνεύματι ἥρμοζεν «μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ τὸ πνεῦμά σου »· οὐ γὰρ αὐτὸ ἑαυτῷ ἔμελλεν ἀνταν αιρεῖσθαι οὐδὲ ὅτε ἁμαρτίας ἐξωμολογεῖτο καὶ αὐταὶ τοῦ πνεύματος ἦσαν ἐξομολογήσεις.

115 Mt 23, 15 Ὅρα, ὅτι οὐ φύσει τινὲς υἱοὶ γεέννης · ζητητέον δὲ εἰ πρὶν ἰου

δαΐσαι οἱ ἐθνικοὶ οὐκ ἦσαν οἱ υἱοὶ γεέννης . 116 Mt 23, 16-22 Ἐπειδὴ γὰρ χρυσὸν ἐθαύμαζον, τὸν ἐν τῷ ναῷ χρυσὸν ὑπὲρ τὸν ναὸν ἐτίμων δέον μὴ τὴν ὕλην τιμᾶν, ἀλλὰ τὸ ὄνομα, ὅτι θεοῦ ὀνό ματι ὁ ναὸς ἀνέκειτο καὶ ὁ χρυσὸς διὰ τὸ ὄνομα τοῦ ναοῦ τίμιος ἀπε δείκνυτο. καὶ ἐπειδὴ τῶν θυσιῶν ὠρέγοντο διὰ τὰ ἐξ αὐτῶν κέρδη, τὸ δῶρον τοῦ θυσιαστηρίου μᾶλλον ἐδόξαζον ὃ πρὶν μὲν ἐπιτεθῆναι τῷ θυσιαστηρίῳ πρόβατον ἦν ἢ μόσχος ἤ τι τοιοῦτον, διὰ δὲ τὴν ἐπὶ τὸ θυσιαστήριον ἐπίθεσιν θῦμα ἤδη θεοῦ ἦν καὶ ὠνομάζετο καὶ ἅγιον ἐπεδείκνυτο· καὶ γὰρ τὸ μὲν θυσιαστήριον ἐχρίετο τῷ ἁγιάζοντι χρί σματι, τὸ δὲ δῶρον δι' ἐκείνου μετελάμβανεν ἁγιασμοῦ. οὐ μὴν ἐπί γε τῶν πνευματικῶν οὕτως· χρυσὸς γὰρ ἐν τῷ νῦν ναῷ θεοῦ τῷ πνευμα τικῷ τὸ πνεῦμα ἦν αὐτὸ καὶ δῶρον ἐπὶ τοῦ πνευματικοῦ θυσιαστηρίου τὸ σῶμα τοῦ Χριστοῦ. διόπερ τὰ ἐνόντα μείζονα νῦν ἢ τὰ δεχόμενα· ταῦτα μὲν γὰρ ἁγιάζει, ἐκεῖνα

δὲ ἁγιάζεται. 117 Mt 23, 25-26 ∆ιὰ συμβόλων ὁ νόμος ἐδίδασκεν τὴν ἐν τῷ βίῳ καθαρότητα. καὶ ἡ κατὰ Ἰουδαίους συνήθεια τοιαύτη τις ἦν, ἐκ τῶν ἀρχαίων παραδόσεων ἀποκλύζειν τὰ ποτήρια καὶ τὸ τοῦ ὄψου σκεῦος, ἵνα καθαρὸν ἐκ τῆς τῶν ἁμαρτωλῶν ἐπαφῆς τοῦτο κατέχοιεν καὶ οὕτως τὴν τῶν ἁμαρτωλῶν φεύγοιεν κοινωνίαν, ὡς μηδὲ ὧν ἐφήψαντο σκευῶν ἐφάπτεσθαι. πολλῷ δὲ μᾶλλον παρεσκευάζοντο διὰ τῶν τοιούτων ἐθῶν αὐτὴν φεύγειν τὴν ἁμαρτίαν. οἱ δὲ τὰ μὲν ἔθη ταῦτα ἐφύλαττον ἐπιμελῶς, αὐτοὶ δὲ ἁρπάζοντες καὶ βιαίως κερδαίνοντες βδελυροὶ διὰ τῶν ἔργων ἐγίνοντο. ταύτην οὖν, φησίν, ἀπόφυγε τὴν ἀδικίαν, ὦ Φαρισαῖε τυφλὲ καὶ μηδὲ ἃ πράττεις ὁρῶν· καὶ καθαρά ἐστί σοι τὰ ἐν τῷ ποτηρίῳ καὶ ἐν τῇ παροψίδι μὴ ἐξ ἀδικίας λαμβανόμενα. πολὺ κάλλιον καθαίρει τὸ σκεῦος ἡ δικαιοσύνη παρὰ τὸ ὕδωρ. 118 Mt 23, 34 Σοφοὺς τοὺς πνευματικὴν σοφίαν ἔχοντας, ἣν ὁ Παῦλός φησιν, καὶ γραμματεῖς τοὺς τὰ παλαιὰ καινῶς ἑρμηνεύοντας, ὥστε τὰ μὲν ὀνόματα τὰ αὐτὰ τοῖς πάλαι προφήταις καὶ σοφοῖς καὶ γραμματεῦσιν, οὐ τὰ αὐτὰ δὲ πράγματα· οὐδὲ γὰρ περὶ τῶν αὐτῶν ἡ προφητεία οὔτε ἡ σοφία οὔτε ἡ γραμματεία. τὸ δὲ ἀποστελῶ εἰπὼν τὸ θεϊκὸν ἔδειξεν· θεοῦ γὰρ τὸ ἀποστέλλειν προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς τοῦ δυναμένου τὸ πνεῦμα διδόναι τῆς προφητείας καὶ σοφίας καὶ γνώ σεως. 121 Mt 23, 37 Ὑπὲρ οὗ ἔμελλε πληγὰς αὐτῇ ἐπαγαγεῖν διὰ τὸ εἶναι αὐτὴν μιαι φόνον. αἰτιᾶται τοίνυν αὐτὴν ὡς φονικήν· ἡ ἀποκτείνουσα γάρ, φησίν, τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν καὶ ὅτι πολλάκις δυναμένη τυχεῖν ἐλέους οὐκ ἠθέλησεν· τὸ γὰρ ποσάκις πολλοὺς ἔδειξε χρόνους καὶ πολλὰς γενεάς, ὅτε τὸν λαὸν ἐξ αἰχμαλωσίας ἐπανήγαγεν. οἱ δὲ ἐσκόρπιζον ἑαυτοὺς διὰ τῶν ἁμαρτιῶν. εἰπὼν δὲ πτέρυγας καὶ σκέπην διδάσκει τὸ θεοπρεπὲς αὐτοῦ καὶ ἐν ἀνθρωπίνῃ μορφῇ οἷον τὸ ὑπὸ Μωυσέως εἰς θεὸν εἰρημένον· «διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς »· καὶ ὁ ∆αβίδ· «οἱ δὲ υἱοὶ τῶν ἀνθρώ πων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν »· ἐπειδὴ γὰρ ὁ σατανᾶς διεσκόρπιζεν αὐτοὺς πῇ μὲν εἰς εἰδωλολατρίαν, πῇ δὲ εἰς φιληδονίας, ἀπέστειλε προφήτας, εἶτα καὶ δι' ἑαυτοῦ ἦλθεν ὥστε «συναγαγεῖν » αὐτοὺς «εἰς ἕν». οἱ δὲ οὐκ ἠνέσχοντο ὑπὸ τὴν σκέπην αὐτοῦ εἶναι· ἐγὼ μὲν γάρ, φησίν, ὡς ὄρνις φιλόστοργος ἀεί σε εἶχον προσεπισπᾶσθαι πρὸς ἐμαυτόν, σὺ δὲ οὐκ ἤθελες, ἀλλ' ἐσκόρπιζες

15