1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

15

οἰκίσκοις κατακλείουσι, τούτους οὐρανοῦ καὶ γῆς ἁπάσης δεσπότας οὐκ αἰσχύνονται καλοῦντες.

23 Οὐ μόνον δὲ ἐκ τούτων ἄν τις αὐτῶν τὴν ἀθεότητα καταμάθοι, ἀλλὰ καὶ ἀφ' ὧν ἐν αὐτοῖς τοῖς εἰδώλοις αὐτῶν ἐστιν ἀσύμφωνος ἡ δόξα. εἰ γὰρ αὐτοὶ θεοί εἰσιν, ὡς λέγουσι καὶ περὶ αὐτῶν φιλο σοφοῦσι, τίνι τις πρόσθηται τούτων, καὶ ποίους ἂν αὐτῶν κρίνῃ κυριωτέρους, ἵνα ἢ τὸν Θεὸν θαρρήσῃ προσκυνῶν, ἤ, ὥς φασιν, ἐν αὐτοῖς μὴ διστάζῃ γινώσκων τὸ Θεῖον; οὐ γὰρ οἱ αὐτοὶ παρὰ πᾶσιν ὀνομάζονται θεοί· ἀλλ' ὅσα κατὰ τὸ πλεῖστόν ἐστιν ἔθνη, τοσοῦτοι καὶ θεοὶ ἀναπλάττονται. ἔστι δὲ ὅπου καὶ μία χώρα, καὶ μία πόλις πρὸς ἑαυτὰς στασιάζουσι περὶ τῆς τῶν εἰδώλων δεισιδαιμονίας. Φοίνικες γοῦν οὐκ ἴσασι τοὺς παρ' Αἰγυπτίοις λεγομένους θεούς, οὐδὲ Αἰγύπτιοι τὰ αὐτὰ τοῖς παρὰ Φοίνιξι προσκυνοῦσιν εἴδωλα. καὶ Σκύθαι μὲν τοὺς Περσῶν, Πέρσαι δὲ τοὺς Σύρων οὐ παραδέχονται θεούς. ἀλλὰ καὶ Πελασγοὶ μὲν τοὺς ἐν Θρᾴκῃ θεοὺς διαβάλλουσι· Θρᾷκες δὲ τοὺς παρὰ Θηβαίοις οὐ γινώσκουσιν. Ἰνδοὶ δὲ κατὰ Ἀράβων, καὶ Ἄραβες κατ' Αἰθιόπων, καὶ Αἰθίοπες κατ' αὐτῶν ἐν τοῖς εἰδώλοις διαφέρονται. καὶ Σύροι μὲν τὰ Κιλίκων οὐ σέβουσι· Καππαδοκῶν δὲ τὸ γένος ἄλλους παρὰ τούτους ὀνομάζουσι θεούς. καὶ Βιθυνοὶ μὲν ἑτέρους, Ἀρμένιοι δὲ ἄλλους ἑαυτοῖς ἀνεπλάσαντο. καὶ τί μοι πολλῶν; ἠπειρῶται παρὰ τοὺς ἐν ταῖς νήσοις ἄλλους θεοὺς προσκυνοῦσι· καὶ νησιῶται παρὰ τοὺς ἐν ταῖς ἠπείροις θρησκεύουσι. καὶ ὅλως ἑκάστη πόλις καὶ κώμη, τοὺς ἐκ γειτόνων οὐκ εἰδυῖα θεούς, τοὺς ἑαυτῆς προκρίνει, καὶ μόνους εἶναι τούτους νομίζει θεούς. περὶ γὰρ τῶν ἐν Αἰγύπτῳ μυσαρῶν οὐδὲ λέγειν ἐστί, πᾶσιν ἐπ' ὀφθαλμῶν ὄντων ὅτι ἐναντίας καὶ μαχομένας ἀλλήλαις ἔχουσι τὰς θρησκείας αἱ πόλεις, καὶ οἱ ἐκ γειτόνων ἀεὶ σπουδάζουσι κατὰ τῶν πλησίων τὰ ἐναντία σέβειν. ὁ γοῦν παρ' ἑτέροις προσκυνούμενος ὡς θεὸς κροκόδειλος, οὗτος παρὰ τοῖς πλησίον βδέλυγμα νομίζεται· καὶ ὁ παρ' ἑτέροις λέων ὡς θεὸς θρησκευόμενος, τοῦτον οἱ ἀστυ γείτονες οὐ μόνον οὐ θρησκεύουσιν, ἀλλὰ καὶ εὑρόντες ἀποκτείνουσιν ὡς θηρίον· καὶ ὁ παρ' ἄλλοις ἀνατεθεὶς ἰχθύς, οὗτος ἄλλων ἀλήθεται τροφή. ὅθεν δὴ πόλεμοι καὶ στάσεις καὶ πᾶσα φόνων πρόφασις καὶ πᾶσα τῶν παθῶν ἡδονὴ παρ' αὐτοῖς ἐστι. καὶ τό γε θαυμαστόν, ὅτι ὡς οἱ ἱστορήσαντες ἐξηγοῦνται, παρ' Αἰγυπτίων οἱ Πελασγοὶ μαθόν τες τὰ ὀνόματα τῶν θεῶν, οὐκ ἴσασιν οὗτοι τοὺς παρ' Αἰγυπτίοις θεούς, ἀλλὰ ἄλλους παρ' ἐκείνους θρησκεύουσι. καὶ ὅλως πάντων τῶν ἐν εἰδώλοις μανέντων ἐθνῶν διάφορός ἐστιν ἡ δόξα καὶ ἡ θρησκεία, καὶ οὐ τὰ αὐτὰ παρὰ τοῖς αὐτοῖς εὑρίσκεται. καὶ εἰκότως γε τοῦτο πάσχουσιν. ἐκπεσόντες γὰρ ἀπὸ τῆς πρὸς τὸν ἕνα Θεὸν κατανοήσεως, εἰς πολλὰ καὶ διάφορα καταπεπτώκασι· καὶ ἀπο στραφέντες τὸν ἀληθῶς τοῦ Πατρὸς Λόγον, τὸν πάντων Σωτῆρα Χριστόν, εἰκότως εἰς πολλὰ τὴν διάνοιαν ἔχουσι ῥεμβομένην. καὶ ὥσπερ οἱ τὸν ἥλιον ἀποστραφέντες καὶ ἐν σκοτεινοῖς γενόμενοι τόποις, πολλὰς ἀνόδους κυκλεύουσιν ὁδούς, καὶ τοὺς μὲν παρόντας οὐχ ὁρῶσι, τοὺς δὲ μὴ ὄντας φαντάζονται ὡς παρόντας, καὶ βλέποντες οὐ βλέπουσι· τὸν αὐτὸν τρόπον οἱ τὸν Θεὸν ἀπο στραφέντες καὶ σκοτισθέντες τὴν ψυχὴν ῥεμβόμενον ἔχουσι τὸν νοῦν, καὶ τὰ οὐκ ὄντα ὡς μεθύοντες καὶ μὴ ὁρῶντες φαντάζονται.

24 Ταῦτα δὲ οὐ μικρὸς ἔλεγχός ἐστι τῆς ἀληθῶς ἀθεότητος αὐτῶν. διαφόρων γὰρ ὄντων καὶ πολλῶν κατὰ πόλιν καὶ χώραν θεῶν, καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου ἀναιροῦντος θεόν, οἱ πάντες παρὰ πάντων ἀναιροῦνται. καὶ γὰρ οἱ παρ' ἄλλοις νομιζόμενοι θεοὶ τῶν παρ' ἄλ λοις λεγομένων θεῶν γίγνονται θυσίαι καὶ σπονδαί· καὶ ἄλλων αἱ θυσίαι, ἄλλων ἔμπαλίν εἰσι θεοί. Αἰγύπτιοι δὲ τὸν βοῦν καὶ τὸν Ἄπιν μόσχον ὄντα σέβουσι· καὶ τούτους ἄλλοι τῷ ∆ιὶ θύουσι. κἂν γὰρ μὴ αὐτοὺς ἐκείνους οὓς ἀνατεθείκασι θύσωσιν, ἀλλὰ τὰ ὅμοια θύοντες, τὰ αὐτὰ προσάγειν δοκοῦσι.