1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

15

αὐτὸς προφήτης· «Οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει.»

βʹ. Κατὰ καιρὸν τοιγαροῦν αὐτῷ τε Ἰεχονίᾳ καὶ τῇ τούτου ψυχῇ, τοῖς τε τὴν ἴσην αὐτῷ πεπονθόσιν ἀτιμίαν τε καὶ ψυχῶν αἰχμαλωσίαν, τὴν τοῦ Λυτρωτοῦ παρουσίαν εὐαγγελίζεται Ματθαῖος ὁ τὴν γένεσιν τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ δὴ τῶν ἄλλων ὑπαιτίων καὶ ἁμαρτωλῶν ἀνδρῶν καταγαγών· εἷς γὰρ ἦν καὶ ὁ αὐτὸς λόγος, δι' ὃν καὶ τῆς τοῦ ∆αβὶδ περὶ τὴν τοῦ Οὐρίου γυναῖκα παρανομίας, τῆς τε τοῦ Ἰούδα πορνείας, τῆς τε ἀλλοφύλου καὶ Μωαβίτιδος Ῥοὺθ ἐμνήσθη· ὁ αὐτὸς δὲ τυγχάνει καθ' ὃν καὶ τελώναις καὶ ἁμαρτωλοῖς συμβιοῦντα, καὶ αἴσχιστά γε ὑπὸ ἀνθρώπων ὑπομένοντα, καὶ τέλος ἅμα τοῖς κακούργοις σταυρούμενον αὐτὸν εἰσάγει ἦν δ' οὗτος ὁ λόγος καθ' ὃν εἴρηται· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἐχρῆν γὰρ τὸν μέλλοντα καθάρσιον γίνεσθαι τῶν πάλαι πώποτε πεπλημμεληκότων καὶ τῶν γε μετὰ ταῦτα γενησομένων, ἀντίψυχόν τε τῶν ἀνθρωπίνων ψυχῶν, διὰ πάντων τῶν εἰρημένων διελθεῖν καὶ τὰς κατὰ τῶν ἁμαρτωλῶν καὶ ἀσεβῶν τιμωρίας αὐτὸν ἀναμάρτητον ὄντα ὑπομεῖναι, ὡς ἂν πληρωθείη εἰς αὐτὸν τὰ θεσπίσματα, τά τε ἄλλα· καὶ δι' ὅν φησιν ὁ θαυμάσιος Ἡσαΐας· «Οὗτος τὰς ἁμαρτίας ἡμῶν αἵρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· τῷ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν.»

γʹ. Εἰ δὲ λέγοι ὁ προφήτης περὶ τοῦ Ἰεχονία τῇ γῇ, «Γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον, ὅτι οὐ μὴ ἀναστῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ θρόνου ∆αβὶδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ,» οὐ πάντως ἀναιρεῖ τὸ στήσεσθαι αὐτοῦ σπέρμα, ἀλλὰ τοῦ βασιλεῦσαι τοῦ Ἰουδαίων ἔθνους ἐκ τοῦ σπέρματος αὐτοῦ· ὃ καὶ γέγονεν ἀληθές· λέγει γοῦν, «Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστιν αὐτοῦ χρεία, διότι ἀπεῤῥίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ εἰς γῆν ἣν οὐκ ᾔδει·» ἄντικρυς τὴν Βαβυλῶνος γῆν θεσπίζων· πλὴν ἀλλ' ὁ ἐλθὼν κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τὰς τῶν ἁμαρτιῶν σειρὰς, τῶν τε πάλαι ὑπὸ τὸν θάνατον πεπεδημένων ψυχῶν τούς τε δεσμοὺς λῦσαι ἀπεσταλμένος, ἐπὶ τὴν πάντων τούτων ἐλήλυθε σωτηρίαν· διό φησιν ὁ ∆αβὶδ περὶ αὐτοῦ θεσπίζων· «Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν· ἐξομολογεῖσθε τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ θαυμάσια αὐτοῦ 22.921 τοῖς υἱοῖς τῶν ἀνθρώπων· ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέκλασε· καὶ ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν· ἐταπεινώθησαν, καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξε.» Ταῦτα γὰρ περὶ τῆς ἐκ τοῦ θανάτου διὰ Χριστοῦ γενομένης ἀπολυτρώσεως λέγεται, ὡς συνᾴδει καὶ τὸ φάσκον λόγιον· «Κατέπιεν ὁ θάνατος ἰσχύσας.» Καὶ πάλιν· «Ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.» Τηρητέον δὲ ὅτι μὴ διαπίπτει ὁ χρησμὸς ὁ φήσας, «Οὐ μὴ ἀναστῇ ἐκ σπέρματος Ἰεχονίου καθήμενος ἐπὶ θρόνου ∆αβὶδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ·» ἐπεὶ μηδεὶς ἐκ τῆς τοῦ Ἰούδα φυλῆς μετὰ Ἰεχονίαν τῆς τοῦ ∆αβὶδ βασιλείας κατέστη διάδοχος· μετὰ γοῦν τὴν ἀπὸ Βαβυλῶνος αἰχμαλωσίαν, ὑπὸ τοῖς ἀρχιερεῦσι διετέλεσε τὸ πᾶν ἔθνος ἀρχόμενον μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας· ἦσαν γοῦν κατ' αὐτὸν τετράρχαι οἱ περὶ τὸν Ἡρώδην καὶ Φίλιππον, ἡγεμών τε Πιλάτος, καὶ ἐπὶ πᾶσι βασιλεύς.

ΙΑʹ. ∆ιὰ τί ταῖς ἐν τῇ γενεαλογίᾳ κέχρηται ὑποδιαστο λαῖς, μὴ

ὁμοῦ συνάψας ἀπὸ Ἀβραὰμ ἐπὶ τὸν Χριστὸν γενεὰς τεσσαράκοντα δύο, διελὼν δὲ τὰς διαδοχὰς καθ' οὓς ἐξέθετο ἀφορισμούς.

∆ιὰ τὰς διαφόρους καταστάσεις τοῦ λαοῦ τὰς ἐκ τῆς ἱστορίας παρισταμένας·

ἄλλη μὲν γὰρ ἦν ἡ ἀπὸ Ἀβραὰμ καὶ ἐπὶ ∆αβὶδ, καὶ πάλιν ἑτέρα ἡ ἀπὸ ∆αβὶδ, ἥτε