15
μεγάλων καὶ ὑψηλῶν ἀνδρῶν λαβεῖν τὴν ἀπόδειξιν. Ὁ γὰρ τῶν ἀποστόλων χορὸς τρίτον ἔτος συγγενόμενος τῷ Χριστῷ καὶ πολλὰ περὶ ἀθανασίας παιδευθεὶς καὶ τῶν ἄλλων ἀπορρήτων σημεῖά τε ἐργασάμενοι θαυμαστὰ καὶ παράδοξα καὶ αὐτὸν ἐπὶ τοσοῦτον χρόνον θαυματουργοῦντα θεασάμενοι καὶ τραπέζης αὐτῷ καὶ ὁμιλίας καὶ λόγων κοινωνήσαντες καὶ πάντα παιδευθέντες τρόπον, ἐπειδὴ ῥημάτων ἤκουσαν ἀθυμίαν αὐτοῖς ἐμποιούντων συνεχῶς αὐτὸν κατέχοντες καὶ ἐκκρεμάμενοι καθάπερ ὑπομάζια παιδία καὶ διηνεκῶς αὐτὸν ἐρωτῶντες ποῦ ὑπάγεις, οὕτω τῇ τυραννίδι τῆς ἀθυμίας ἐσβέσθησαν ταύτης καὶ τοσαύτης λύπης ἐγένοντο ὡς μηκέτι αὐτοὺς ταῦτα πυνθάνεσθαι. Καὶ τοῦτο ὀνειδίζων αὐτοῖς ὁ Χριστὸς ἔλεγεν· ἠκούσατε, ὅτι ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ ἔρχομαι πρὸς ὑμᾶς καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με ποῦ ὑπάγεις, ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. Εἶδες ἔρωτα πόσον ἐσκότισεν ἀθυμίας τυραννὶς καὶ πῶς αἰχμαλώτους εἰργάσατο καὶ αὐτῆς εἶναι πεποίηκεν; Ὁ δὲ Ἠλίας ἐκεῖνος-οὐ γὰρ ἀποστήσομαι αὐτοῦ οὐδὲ νῦν-μετὰ τὴν φυγὴν καὶ τὴν ἀναχώρησιν τὴν ἀπὸ Παλαιστίνης οὐ φέρων τὴν τυραννίδα-καὶ γὰρ σφόδρα ἠθύμει· τοῦτο γοῦν ὁ τὴν ἱστορίαν γράψας ἐδήλου λέγων· ὅτι ἀπῆλθε καὶ κατὰ τὴν ψυχὴν αὑτοῦ-ἄκουσον τί φησιν εὐχόμενος· ἱκανούσθω τὰ νῦν, Κύριε, λάβε τὴν ψυχήν μου, ὅτι οὐ κρείττων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου. Καὶ τὸ φοβερώτερον ἐκεῖνο, τὸν κολοφῶνα τῆς τιμωρίας, τὸ κεφάλαιον τῶν κακῶν, τὸ πάσης ἁμαρτίας ἐπιτίμιον, τοῦτο ἐν εὐχῆς αἰτεῖται τάξει καὶ ἐν χάριτος μέρει βούλεται λαβεῖν. Οὕτω πολὺ θανάτου φοβερώτερον ἀθυμία· ἵνα γὰρ ἐκείνην διαφύγῃ, καταφεύγει ἐπὶ τοῦτον. Ἐνταῦθα δέ σοι καὶ ζήτημά τι διαλῦσαι βούλομαι· οἶδα γάρ σου τὴν περὶ τὰς λύσεις τῶν τοιούτων ἐπιθυμίαν. Τί ποτ' οὖν ἐστι τὸ ζήτημα; Εἰ θάνατον κουφότερον ἀθυμίας εἶναι ἐνόμιζε, διατί καὶ πατρίδα καὶ δῆμον, ἵνα μὴ θανάτῳ περιπέσῃ, καταλιπὼν ἀπέδρα; Καὶ πῶς τότε αὐτὸν φεύγων νῦν αὐτὸν ἐπιζητεῖ; Ἵνα εἰδῇς καὶ ἐντεῦθεν μάλιστα πῶς χαλεπώτερον ἀθυμία θανάτου. Ὅτε μὲν γὰρ ἐκεῖνος ὁ φόβος κατέσεισε μόνος, εἰκότως ἅπαντα ἔπραττεν, ὥστε αὐτὸν ἐκφυγεῖν. Ἐπειδὴ δὲ ἐγκαθειμένη αὕτη τὴν οἰκείαν ἐπεδείξατο φύσιν κατεσθίουσα, δαπανῶσα, τοῖς ὀδοῦσιν αὐτὸν καταναλίσκουσα, ἀφόρητος αὐτῷ γινομένη, τότε δὴ τὸ πάντων βαρύτερον κουφότερον αὐτῆς εἶναι ἐνόμισεν. Οὕτω καὶ ὁ Ἰωνᾶς ἐκείνην φεύγων ἐπὶ τοῦτον κατέφυγε. Καὶ αὐτὸς θάνατον αἰτεῖται λέγων· λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ὅτι καλόν μοι τὸ ἀποθανεῖν ἢ ζῆν με. Καὶ ∆αβὶδ δέ, εἴτε ἐξ οἰκείου προσώπου εἴτε ἑτέρων τινῶν ὀδυρομένων, ψαλμὸν γράφων τοῦτο δὴ τοῦτο ἐνδείκνυται· ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. Ἐκεῖνο τὸ πῦρ τούτου τοῦ πυρὸς σφοδρότερον τὸ τῆς ἀθυμίας δηλῶν. ∆ιὸ μηκέτι φέρων τὰς πληγὰς αὐτῆς καὶ τὰς ὀδύνας φησίν· ἐλάλησα ἐν γλώσσῃ μου. Καὶ τί λαλεῖς, εἰπέ μοι. Θάνατον αἰτεῖ καὶ οὗτος λέγων· γνώρισόν μοι, Κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ, τίνος ἕνεκεν ἀπελείφθην ἐγὼ καὶ ὑστερῶ καὶ ἐν τῷ παρόντι διατρίβω βίῳ τῶν ἄλλων ἀπελθόντων. Καὶ οὕτως αὐτὸν ἐπιζητεῖ εἴτε αὐτὸς εἴτε ἐκεῖνοι, ὧν τῷ προσώπῳ κεχρημένος φθέγγεται ὅτι καὶ μὴ παρόντος τὸν καιρὸν τῆς παρουσίας ἐπιθυμεῖ μαθεῖν.
Γνώρισον γάρ μοι, φησί, τὸ πέρας μου, ἵνα καὶ ἐντεῦθεν μεγίστην καρπώσηται τὴν ἡδονήν. Οὕτω τὸ φοβερὸν ποθεινὸν γίνεται διὰ τὴν ἀφόρητον τῆς ἀθυμίας ὀδύνην καὶ τὸ πῦρ τὸ καιό μενον ἐν τῇ διανοίᾳ. Ἐν γὰρ τῇ μελέτῃ μου ἐξεκαύθη πῦρ. Τοσαύτης τοίνυν τιμωρίας μεγάλας προσδόκα τὰς ἀμοιβάς, πολλὰ τὰ βραβεῖα, τὰς ἀντιδόσεις,