1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

15

μετὰ ἀληθείας ἃ δεῖ. Οὗτος καὶ παιδονόμοις καὶ παιδοτρίβαις νόμος καὶ πᾶσι τοῖς ἄρχειν λαχοῦσιν ἢ τέχνην τινὰ καὶ ἐπιστήμην παιδεύουσι. Τούτῳ θαῤῥῶν <τῷ νόμῳ>, καὶ πρὸς τούτῳ τῇ τῆς ἱερᾶς σου ψυχῆς ἡμερότητι καὶ διαθέσει, ἧς ἄνωθεν ἡμᾶς ἠξίωσεν ἡ σὴ θεοσέβεια, ὑπερβαίνω τοὺς ὅρους, καὶ τὴν ἀδο κήτως μοι συμβᾶσαν ἀθυμίαν μετ' ἐκείνης, ἧς ἔφην, παῤῥησίας, τὸν ἐμὸν διδάσκω δεσπότην. Ἤλγησα γὰρ ὄντως καὶ λίαν ἠθύμησα, ὅτι μοι τὴν ἐπιδημίαν τῆς σῆς ὁσιότητος, τὴν εἰς τοῦ Ἀρχαίου φημί, οὐδεὶς κατεμήνυσεν, οὐδὲ ὁ θεοφιλέστατος Ἀέτιος ὁ πρεσβύτερος. Γράφομαι γὰρ αὐτὸν ἐπὶ τῆς σῆς ἁγιό τητος ὡς ἠδικημένος τὰ μέγιστα. Ἤθελον γὰρ καὶ προμαθεῖν σου τὴν ἐπέραστον παρουσίαν, καὶ δραμεῖν ὡς ὑπόπτερος, καὶ τὴν Γίνδαρον ὑπερβῆναι, καὶ ἧς ὤφειλον τιμῆς μοῖραν γοῦν βραχυτάτην ἐκτῖσαι, καὶ τὰς ὀλίγας ἐκείνας ἡμέρας συν διατρῖψαι, καὶ πᾶσαν προσενεγκεῖν πατρικῆς φιλοστοργίας ἀνάγκην, καὶ πεῖσαι τοῖς ἱεροῖς σου ποσὶν ἁγιάσαι τὴν πόλιν τὴν ἡμετέραν. Νῦν δὲ τούτων ἁπάντων ἐστέρημαι. Ἡνίκα μὲν γὰρ παρεγένετό σου ἡ ὁσιότης οὐκ ἔγνων· τῇ δὲ τεσσα ρεσκαιδεκάτῃ, τῶν καλλινίκων Μαρτύρων ἐν Μηνίγγοις τὴν πανήγυριν ἐπιτελῶν ἤκουσα τοῦτο θρυλούντων. Πυνθανόμενος δὲ καὶ τὸ ἀληθὲς ἐξετάζων εὗρον ἑτέρους λέγοντας ὡς ἐξε δήμησέ σου ἡ θεοσέβεια, δύο μόνον ἡμέρας ἐκεῖ διατρίψασα· καὶ μὴ δευτέροις πιστεύσας, εἰς δὲ τὸ Μασχαλᾶς ἀποστείλας, καὶ μαθὼν ἀληθεῖς ἀμφοτέρας τὰς ἀγγελίας ἐκωλύθην τῆς ὁδοῦ. Ἤλγησα δὲ χαλεπῶς τὴν ψυχὴν καὶ ὅτι τὸ πατρῷον οὐκ ἐζήτησα γέρας, ἀλλὰ τῆς πνευματικῆς ἐστερήθην ὠφε λείας, καὶ ὅτι τῇ τῶν θεραπευόντων σου τὴν ἁγιωσύνην οὐ συντέταγμαι μοίρᾳ· οὐ γὰρ ἐκείνοις ἐγκεκριμένος, ἄπυστος ἔμεινα τῆς σῆς, ὦ πάτερ, ἐπιδημίας. Ταῦτα ὡς υἱὸς ἀλγῶν, τὸν πάντων εἵνεκα σεβασμιώτατόν μοι πατέρα καὶ δεσπότην ἐδίδαξα, καὶ ἀπολογούμενος ὑπὲρ τῆς ἀγνοίας, καὶ ἀλγῶν διὰ τὴν ἄγνοιαν. 46 ΕΛΛΑ∆ΙΩ ΚΟΥΡΑΤΩΡΙ. Ἐμοὶ τὴν ὑμετέραν μεγαλοπρέπειαν ἡ φήμη πεποίηκε γνώρι μον· οὐχ ἁπλῶς δὲ ταύτην πεπίστευκα, ἀλλὰ ταύτης λεγούσης διὰ πάντων ἀκούσας, καὶ τοὺς αὐτῆς ὑφαινούσης ἐπαίνους, καὶ τὸν τῶν κατορθωμάτων διεξιούσης κατάλογον. Οὐδὲν γὰρ ἕτερον περὶ τῆς ὑμετέρας μεγαλοπρεπείας ἀκούειν ἐστίν, ἢ ὅσα ἔχειν εἰκὸς τὸν τῆς ἀρετῆς ἐραστήν. Εἷς δὲ τῶν ταῦτα διηγουμένων ὁ εὐλαβέστατος διάκονος Πάππος· αὐτὸς γὰρ ἡμᾶς καὶ γράψαι παρώτρυνεν, οὐ σύμμετρον τῇ δυνάμει φήσας ὑμῖν εἶναι τὸ φρόνημα, ἀλλ' ἀνδρὶ σοφῷ τε καὶ συνετῷ καὶ τὴν φύσιν ἐπεσ κεμμένῳ συμβαῖνον. ∆ιὸ τεθάῤῥηκα τὴν ἐπιστολὴν <γράψαι>, καὶ τὸ ὑμέτερον προσφθέγγομαι μέγεθος καὶ τὸν τῶν ὅλων ἱκε τεύω Θεὸν καὶ τὰ παρόντα ὑμῖν ἀγαθὰ φυλάξαι, καὶ τὰ μείζω προσδοῦναι. 47 ΕΥΡΥΚΙΑΝΩ ΤΡΙΒΟΥΝΩ ΠΑΡΑΜΥΘΗΤΙΚΗ. Καὶ τοῦ χειμῶνος οἶδα τὸ σκυθρωπὸν καὶ τοῦ κλύδωνος ἐπίσταμαι τὸ σφοδρόν, καὶ μόνιμον οὐδὲ διαρκὲς ὁ παρὼν ἔχει [βί]ος· μόνης δὲ τῆς ἀρετῆς τὸ κάλλος ἀμάραντον. Καὶ ταῦτα μὲν τέως ὡς πρὸς ἀνθρώπους κοινῶς διαλέγομαι· καιρὸς δὲ λοιπὸν καὶ τῶν θείων ὑμᾶς ἀναμνῆσαι δογμάτων, καὶ εἰς τὰς μεγάλας ἐκείνας ἐλπίδας ἀπὸ τοῦ πάθους μεταγαγεῖν, καὶ τῆς μὲν ἀθυμίας ἀποσκεδάσαι τὸ νέφος, ὑποδεῖξαι δὲ ἐκεῖνα τῷ λόγῳ, ἃ μέχρι τοῦ παρόντος διὰ τῆς πίστεως ὁρᾶται. Λέλυται τοῦ θανάτου τὸ κράτος, καὶ ὕπνος ὁ φοβερὸς ἐκεῖνος γεγένηται θάνατος, καὶ ἀνάστασιν περιμένομεν ἅπαντες οἱ τῆς πίστεως τὴν ἀκτῖνα δεξάμενοι. ∆ιὰ τοῦτο γὰρ καὶ ὁ δεσπότης ἡμῶν Χριστός, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ πρὸ αἰώνων ὑπάρχων, ὁ συναΐδιος τῷ