Fragmenta in Matthaeum

 τροφὴν ἀπωλωλέκει, οὕτως ὁ νέος Ἀδὰμ καὶ ὧν μὴ προσετάχθη ἀποσχό μενος καθ' ὑπερβολὴν ἀρετῆς εἰς τὸ ἐξ ἀρχῆς καλὸν ἀποκαταστῇ.

 φείσασθαι μηδὲ τῶν ἀναγκαιοτάτων, εἰ δι' αὐτῶν τις ἐνέργεια φαύλη κινδυ νεύσαι γίνεσθαι. Οὐ δεῖ τὰ μέλη ἐκκόψαι , ἀλλ' οἷον νεκρῶσαι ταῦτα καὶ ἀν ενέρ

 φέρειν αὐτοῦ τὸ ἐπαχθὲς ἀναγ κάζεται. ἀσκοὶ δὲ παλαιοὶ καὶ οἱ παλαιοὶ ἄνθρωποι· οἶνος δὲ νέος ὁ καινὸς λόγος, ὃν οὐ χωροῦσιν· ῥήγνυται γὰρ αὐτῶν τὸ σα

 ὑμεῖς ὑποχωροῦντες τοῖς διώκουσι διαρκήσετε τὸν τοῦ εὐαγγε λισμοῦ χρόνον μὴ

 πνεῦμα τοῦ Ἠλίου. καὶ ἐπεὶ ἦν τὸ λεγόμενον ἀσαφές, τοῖς δυναμένοις συνιέναι τὴν γνῶσιν κατέλιπεν. 63 Mt 11, 14 Τοῦτο δὲ καὶ ὁ ἄγγελος εἶπεν περὶ αὐτοῦ

 τοιούτῳ μὴ διδούς. παρα σεσιωπημένη δὲ ἐν τοῖς τοιούτοις ἡ διὰ βαπτίσματος ἄφεσις εἴη, ἐπεὶ μηδὲ καιρὸς ἦν πω περὶ ταύτης Ἰουδαίοις διαλέγεσθαι· μεταξ

 76 Mt 13, 18-23 Ἐν τούτοις ἐπιζητεῖται, πῶς οὐ τὸν λόγον εἴρηκεν σπείρεσθαι κατ' ἀρχὴν οὐδὲ εἶπεν τὸ παρὰ τὴν ὁδὸν σπέρμα σπαρέν, ἀλλ' οὗτός ἐστιν ὁ π

 82 Mt 16, 1-4 Ἀλλὰ γὰρ οὔτε ἰατρὸς ἀκαί ρους ἐπιθυμίας τῶν νοσούντων ἐμ πίπλησι τὸ τῆς νόσου λυτικὸν ζητῶν, οὐ τὸ τῆς ἡδονῆς πληρωτικόν, οὔτε ὁ σωτὴρ

 ἡμίσεως ἐξὸν μηδενὶ καταβάλλειν μηδὲ εἰ πλουτοίη· τὸ δὲ μυστήριον ἦν εἰς τὸ μήτε μετὰ πατρὸς σεσαρ κῶσθαι τὸν υἱὸν μήτε ἐνδεές τι τῆς τελειότητος ἐννο

 ἀλλὰ τοσοῦτον ἴσχυσεν ἡ κακία ὡς τοῦτον ἀνα τρέψαι τὸν λόγον. δύο οὖν ἡμᾶς ἀπαιτεῖ ὁ λόγος καὶ μεμνῆσθαί τινα τῶν ἑαυτοῦ ἁμαρτημάτων καὶ ἀμνησικακεῖν

 τελειότης δὲ παρ' αὐτοῦ. 98 Mt 19, 23-26 Καλὸν τὸ ἀποστολικὸν ἐνταῦθα ἁρμόζει τὸν «ὄγκον ἀποθέμενοι πάντα »· τὸν γὰρ ὄγκον ἐδήλωσεν ἡ πρὸς κάμηλον ὁμο

 102 Mt 20, 10-12 Τὸ ἐνόμιζον οἱ πρῶτοι, ὅτι πλείονα λήψονται τὴν τοῦ πράγ ματος ἐνδείκνυται φύσιν, οὐ τὴν τῶν ἁγίων ἀνδρῶν διάνοιαν· οὐδὲ γὰρ ἐκεῖνοι

 αὐτῷ, καθ' ἣν τῶν ἀλλοτρίων ἀπαλλαγεὶς τῆς ἐπιβουλῆς ἔμεινεν ἐπὶ τῆς οἰκείας γῆς. πύργον δὲ τὸν ναόν, ἐν ᾧ συνιόντας ἐχρῆν τοὺς τῆς εὐσεβείας καρποὺς

 » τοῦ θεοῦ ὁ ∆αβὶδ καὶ οὐδέπω τῷ πνεύματι τοῦτο ἁρμόζει, ἀλλ' εἰς τὸ ἴδιον πνεῦμα εἴρηται αὐτό. ἐν πνεύματι γοῦν ἐλάλει καὶ ὅτε ἔλεγεν «τὸ πνεῦμά σου

 ἑαυτὴν διὰ τοῦ ἁμαρτάνειν ἔξω ποιοῦσα ἑαυτὴν τοῦ θεοῦ· ἡ δὲ ὄρνις πολύτεκνος καὶ θερμὴ περὶ τὴν ἀγάπην καὶ κηδομένη τῶν τέκνων καὶ ἑαυτὴν παραδιδοῦσα

 ζητεῖν παρὰ τῶν ἀνθρώπων ὑπακοήν, οἷς οὐ δέδωκας διὰ τοῦ λόγου σου τὸ εὐ ήκοον. καὶ διὰ τοῦτο φοβηθεὶς μὴ ἄπρακτος γένωμαι τὸ κατ' ἐμὲ ἐφύ λαξα μόνον

 πάντων λέγει διὰ τοῦ ἑνὸς δικαίου κατασταθήσεσθαι τοὺς πολλούς. τοῦτο δὴ καὶ ἐνταῦθα δηλοῖ, ὅτι εἷς ὑπὲρ πολλῶν πάσχει. τύπον δὲ ποιεῖ Ἀπολινάριος τῆς

 σαρκὸς αὐτοῦ καὶ ἐπὶ γῆς ἔκρυσις ἐχώρη σεν. 137 Mt 27, 11-14 Καλὴ ἡ ἀποσκόπησις πρὸς τοὺς συκοφαντοῦντας· οὐ γὰρ οἱ ἀκούον τες ἐζήτουν τὸ ἀληθὲς καὶ κ

 προστίθεσθαι τῶν ἀποθνῃσκόντων ἕκαστον «πρὸς τὸν λαὸν αὐτοῦ »· κάτω γὰρ ἦν ἡ χώρησις καὶ ἡ κατοχὴ τῶν ψυχῶν καὶ ταύτην τὴν κάτω πορείαν ὁ κύριος εἰς τ

ἑαυτὴν διὰ τοῦ ἁμαρτάνειν ἔξω ποιοῦσα ἑαυτὴν τοῦ θεοῦ· ἡ δὲ ὄρνις πολύτεκνος καὶ θερμὴ περὶ τὴν ἀγάπην καὶ κηδομένη τῶν τέκνων καὶ ἑαυτὴν παραδιδοῦσα ὑπὲρ αὐτῶν.

122 Mt 24, 5-14 διὸ καὶ δύο συντελείας προαναφωνεῖ· μίαν μὲν τὴν τῶν Ἱεροσολύμων, δευτέραν δὲ τὴν τῆς οἰκουμένης πάσης. καὶ τίνες ἦλθον ἐπὶ τῷ ὀνόματι αὐτοῦ; Σίμων ὁ μάγος λέγων ἑαυτὸν εἶναι τὴν δύναμιν τὴν μεγάλην, ἦλθεν Μανιχαῖος, ἦλθεν ∆οσίθεός τις Σαμα ρείτης τὸν ὑπὸ Μωσέως ἀνακηρυχθέντα προφήτην λέγων ἑαυτόν. Μον τανὸς εἶπεν ἐν οἰκείοις συγγράμμασιν· ἐγώ εἰμι ὁ λόγος, ὁ νυμφίος, ὁ παράκλητος, ὁ παντοκράτωρ, ἐγὼ τὰ πάντα. 123 Mt 24, 26 τὴν ἔρημον δὲ λέγει διὰ τὸ τηνικάδε τὸν Ἰωάννην ἐν ἐρήμῳ διάγειν, ἐν δὲ τοῖς ταμείοις διὰ τὸ τὸν Χριστὸν ἐν τῇ πρώτῃ παρουσίᾳ ἐν σπηλαίῳ καὶ οἰκίσκῳ μικρῷ γεγεννῆσθαι. 124 Mt 24, 26 Τῇ ἀοικήτῳ ἐρήμῳ ἀντιδιαστέλλων τὴν οἰκουμένην <ἣν>

διὰ τῶν ταμιείων σημαίνει, φησίν. 125 Mt 24, 27-28 Ὥσπερ γὰρ ἐπὶ νεκρῷ ζῴῳ οἱ ἀετοὶ καταρράσσουσιν, ἵνα τραφῶσιν, οὕτω καὶ τοῦ Χριστοῦ ὀφθέντος συνενεχθήσονται αὐτῷ οἱ ἅγιοι· οὐ γὰρ ὥσπερ ἐπὶ τῇ πρώτῃ παρουσίᾳ ἀπὸ τόπου εἰς τόπον ἐποιεῖτο τὴν μετά βασιν διὰ τὴν σάρκα, οὕτω καὶ ἐπὶ τῆς δευτέρας ἔσται, ἀλλ' «ἐν ῥιπῇ ὀφθαλμοῦ » πᾶσι κατάδηλος ἔσται ἡ παρουσία αὐτοῦ, ὡς ἀστραπὴ μὴ δεομένη τοῦ μηνύοντος. καὶ εὐθέως πρὸς αὐτὸν συνάγονται πάντες οἱ ἅγιοι πτεροφυήσαντες ὡς ἀετοί· ὅπου γὰρ τὸ κατὰ τὴν οἰκονομίαν τοῦ πάθους πτῶμα πεσόντος Ἰησοῦ, ἵνα τοὺς πεσόντας στήσῃ, συνα χθήσονται οὐχ οἱ τυχόντες, ἀλλ' οἱ πτεροφυοῦντες μαθηταὶ καὶ κατὰ τὸν Σολομῶνα κατασκευάσαντες πτέρυγας. 126 Mt

24, 27-28 Καθ' ὁμοίωσίν τινα καὶ παραβολὴν εἴρηται καὶ παράδειγμα· ὥσπερ γάρ, ὅταν πτῶμα καὶ σῶμα νεκρὸν εὑρεθείη παρακείμενον, ἀπὸ τῶν ὑψηλο τάτων τόπων δι' ἀέρος φερόμενοι καὶ ἀετοὶ καὶ ἄλλοι σαρκοφάγοι ὀρνίθων ἐκ τοῦ ἀφανοῦς ἀδοκήτως ὑφίστανται τραφησόμενοι, τὸν αὐτὸν τρόπον, φησίν, ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου · φαινο μένου γὰρ αὐτοῦ πάλιν ἐπὶ τῆς γῆς κατὰ τὴν δευτέραν καὶ ἔνδοξον παρου σίαν ἐπὶ τῷ κρῖναι τὴν οἰκουμένην καὶ ἀγγέλων τάγματα δορυφοροῦντα φανήσεται καὶ πάντες οἱ ἅγιοι διαναστάντες «ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ » κατὰ τὴν σάλπιγγα τὴν ἐσχάτην, ὥς φησιν ὁ ἀπόστολος, καθάπερ ἀετοί τινες πτηνοὶ καὶ ὀξεῖς τὴν κίνησιν ἐκ τοῦ ἀφανοῦς θᾶττον ἐπιφανήσονται, μάλα εἰκότως ἀετοῖς παρεικασθέντες διὰ τὸ φρονεῖν τὰ ὑψηλὰ καὶ οὐράνια καὶ ἀξίως τῆς βασιλείας τῶν οὐρανῶν πολιτεύεσθαι. τινὲς δὲ τὸ ῥητὸν τοῦτο οὕτως ἐπειράθησαν ἐπεξηγήσασθαι καὶ ἔφασαν ὡς ἐν τῇ παρουσίᾳ τῇ δευτέρᾳ τοῦ κυρίου πάντες οἱ δικαίως πολιτευσάμενοι καὶ κατὰ τοὺς ἀετοὺς ὑψηλοὶ καὶ οὐράνιοι τῷ φρονήματι τὸν παρά δεισον ἀπολείψονται καὶ κατ' ἐκεῖνον συναχθήσονται τὸν τόπον, ὅπου τὸ πτῶμα γέγονε τοῦ Ἀδὰμ καὶ τῆς ἐντολῆς ἡ παράβασις, δι' ἧς εἰς ἁμαρτίαν κατέπεσεν. 127 Mt 24, 31 Ἀποστελεῖ λέγων τοὺς ἀγγέλους αὐτοῦ ὁ υἱὸς τοῦ ἀνθρώπου θεὸν ἔδειξε τὸν υἱὸν τοῦ ἀνθρώπου· θεοῦ γάρ εἰσιν ἄγγελοι, καὶ τὸ ἀποστέλλειν αὐτοὺς ἴδιον θεοῦ. τὸ δὲ ἀπ' ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν διδάσκει ἡμᾶς τὰ αὐτὰ εἶναι καὶ γῆς καὶ οὐρανοῦ ἄκρα, ὥστε Χριστῷ πιστεύειν δεῖ καὶ μὴ ἀπατᾶσθαι ὡς ἐλαχίστου μορίου τῆς γῆς οὔσης ἐν μέσῳ τοῦ οὐρανοῦ ἀπείροις μεγέθεσιν ὑπερβάλλοντος αὐτήν. 128 Mt 25, 24 Σκληρόν , φησίν, τὸ ἐπίταγ μά σου συνεῖδον, τὸ ζητεῖν παρὰ ἀνθρώπων ὑπακοήν, οἷς οὐκ ἐνε ποίησας διὰ τοῦ λόγου τὸ εὐήκοον. διὸ φοβηθεὶς μὴ ἄπρακτος γένω μαι τὸ κατ' ἐμαυτὸν ἐφύλαξα μόνον, τὸ δὲ περὶ ἑτέρους οὐκ ἐσπούδασα. Σκληρόν , φησίν, συνεῖδον τὸ ἐπίταγμά σου διὰ τὸ

16