1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

16

μέχρι τῆς αἰχμαλωσίας, ὡς πάλιν ἡ ἀπὸ ταύτης μέχρι τοῦ Χριστοῦ· ἀπὸ μὲν γὰρ Ἀβραὰμ ἐπὶ τὸν ∆αβὶδ οὐ φαίνονται ὑπὸ βασιλέας πολιτευσάμενοι· ἦρξαν δὲ τοῦ ἔθνους μετὰ Μωϋσέα καὶ Ἰησοῦν οἱ ἐπικληθέντες παρ' αὐτοῖς κριταί· καὶ ἦν τις ἴδιος τρόπος τῆς τούτων καταβάσεως· ἀλλ' οὐδὲ τὰ Ἱεροσόλυμά πως συνειστήκει, οὐδέ γε ὁ ἐν αὐτοῖς νεώς· διόπερ ἐπιστημόνως ὁ εὐαγγελιστὴς μὴ συγχέων τὴν ἱστορίαν, μέχρι ∆αβὶδ ἔστη, τοὺς ἀπὸ Ἀβραὰμ ἰδίως καταριθμήσας· εἶτ' οὖν πάλιν ἐπειδήπερ ἀπὸ ∆αβὶδ καὶ μέχρι τῆς αἰχμαλωσίας οἰκείοις κέχρηνται βασιλεῦσι, τοῖς τε ἀπὸ ∆αβὶδ ἄρξασι καὶ τοῖς ἐν τῇ διαστάσει τοῦ λαοῦ γενομένοις· τό τε ἐν τῇ Ἱερουσαλὴμ ἱερὸν ἐξ ἐκείνου καὶ μέχρι τῆς αἰχμαλωσίας διήρκεσεν, εἰκότως καὶ τούτους πάλιν ἰδίως ἀφορίσας, ὑφ' ἕνα συνήγαγεν ἀριθμόν· ὥσπερ οὖν καὶ τοὺς ἀπὸ τῆς αἰχμαλωσίας μέχρι τοῦ Χριστοῦ, παρ' οἷς οὐκέτι μὲν ἡ τοῦ ∆αβὶδ συνέστη βασιλεία, μεταπεπτώκει δὲ τὰ τῆς ἡγεμονίας ἀπὸ τῆς τοῦ Ἰούδα φυλῆς ἐπὶ τὸ τῶν ἱερέων γένος, οἳ δὴ καὶ ἦρξαν αὐτῶν ἀπὸ τῶν Κύρου χρόνων καὶ ἐπὶ τὴν τοῦ Χριστοῦ γένεσιν· ὅθεν καὶ τούτους ἰδίως ἀφορίσας, καθ' ἑαυτοὺς ἠρίθμησεν· οὐκ ἀσυλλογίστως ἄρα τὰς τρεῖς πεποίηται διαστολὰς διὰ τὰς ἀποδοθείσας αἰτίας.

ΙΒʹ. ∆ιὰ τί ἀπὸ τῶν ∆αβὶδ χρόνων ἐπὶ Ἰεχονίαν καὶ τὴν εἰς

Βαβυλῶνα αἰχμαλωσίαν ἑπτὰ καὶ δέκα βασιλευσάντων, δεκατέσσαρας εἶναί φησι γε νεὰς ὁ εὐαγγελιστής.

αʹ. Εἰ μὲν διαδοχὰς ἀναγράφειν αὐτῷ προύκειτο 22.924 καὶ εὐλόγως τις

ἐμέμψατο ὡς παρεκθεμένῳ τὴν τῶν βασιλέων διαδοχήν· ἐν γὰρ ταῖς Βασιλείαις καὶ ἐν τοῖς Παραλειπομένοις συμφώνως μετὰ Ἰωρὰμ τὸν τοῦ Ἰωσαφὰτ, τριῶν ἐφεξῆς βασιλευσάντων Ὀχοζία καὶ Ἰωὰς καὶ Ἀμεσία, εἶτα μετ' αὐτοὺς Ὀζία καὶ Ἰωάθακαὶ Ἄχαζ, παρελθὼν τοὺς προτέρους τοὺς τρεῖς ὁ εὐαγγελιστὴς, μετὰ Ἰωρὰμ τὸν τοῦ Ἰωσαφὰτ ἑξῆς συνάπτει τὸν Ὀζίαν καὶ τὸν Ἰωάθαμ καὶ τὸν Ἄχαζ, τοὺς εἰρημένους μεταξὺ παρελθών· τοῦτο δ' εἰ πεποιήκει σκοπὸν θέμενος τὴν τῶν βασιλέων διαδοχὴν ἐκθέσθαι, χρῆν ὡς ἡμαρτημένην ἐκθέσθαι τὴν παρ' αὐτῷ γραφήν· ἐπειδὴ δὲ οὐ διαδοχὰς, ἀλλὰ γενεὰς ἀριθμῆσαι προὔθετο, τοῦτο γὰρ ὁ λόγος αὐτῷ βούλεται φήσαντι «Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ μέχρι ∆αβὶδ, γενεαὶ δεκατέσσαρες· καὶ πάλιν ἀπὸ ∆αβὶδ μέχρι Ἰεχονίου καὶ τῆς μετοικησίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες» ἀλλ' οὐ διαδοχαὶ δεκατέσσαρες, εἰκότως πάσης ἀπολύοιτ' ἂν κατηγορίας· ἐπεὶ διὰ τί μὴ διαδοχὰς ὠνόμασε, τῆς δὲ ἐν ταῖς Βασιλείαις καὶ Παραλειπομένοις ἱστορίας διαδοχὰς ἀλλ' οὐ γενεὰς ἱστορούσης, οὐκ ἂν γένοιτο ἐναντίωμα ἐκ τῆς ἀμφοτέρων παραθέσεως.

βʹ. Γενεὰν γὰρ χρόνον ἀνθρώπου ζωῆς οὐχ οἷόν τέ ἐστιν ὀνομάζειν, ἐπεὶ συμβαίνει πολλάκις τοὺς μὲν ἐπὶ βραχὺ βιῶναι, καὶ θᾶττον ἀποσβεσθῆναι κατὰ τὴν τοῦ παιδὸς ἡλικίαν, τοὺς δὲ μέχρι τοῦ μειρακίου φθάσαι, τοὺς δὲ ἐπὶ τὸν νεανίαν προελθεῖν, τοὺς δὲ ἐπὶ τὸν ἄνδρα, τοὺς δὲ καὶ ἐπ' ἔσχατον γῆρας παρατεῖναι τὴν ζωήν· ποίαν οὖν τις ἀριθμήσει γενεάν; εἰ ὁ μὲν φέρει μέχρι δεκάτου ἔτους, ὁ δὲ μέχρις εἰκοστοῦ, ὁ δὲ μέχρις πεντηκοστοῦ, ἄλλος δὲ μέχρις ἑβδομηκοστοῦ, ὁ δὲ καὶ τὰ ἑκατὸν ὑπερβὰς οὐ μόνον ἐπὶ τῶν παλαιῶν ἀλλὰ καὶ καθ' ἡμᾶς ὁρᾶται· πῶς οὖν οἴονται τὴν ἀνθρώπου ζωὴν γενεὰν ὀνομάζειν; ἀλλ' οὐδὲ μέχρι τῆς παιδοποιΐας οἱ μὲν γὰρ πρὸ τῶν εἴκοσι ἐτῶν γήμαντες πεπαιδοποίηνται, οἱ δὲ οὐδὲ ὑπὲρ τὰ τριάκοντα γενόμενοι· καὶ τῶν ἰσηλίκων δὲ ἴδοις ἂν τοὺς μὲν ἐπὶ πρώτους υἱοὺς στάντας, τοὺς δὲ ἐπὶ τετραγονίαν ἐλάσαντας· ὥστε ἐν πεντήκοντα ἔτεσι, τοὺς μὲν ἐκγόνους θεάσασθαι, ἑτέρους δὲ ἐν ἑβδομήκοντα μηδενὸς ἀξιωθῆναι παιδός· πῶς οὖν ἀριθμητέον τὰς γενεάς; πότερον ἐκ τῶν μακροβίων ἢ τῶν ὀλιγοβίων; καὶ ἐκ τῶν