16
φαιδροὺς καὶ σφόδρα ἀνθοῦντας τῶν τοσούτων ἀγώνων τοὺς στεφάνους. Οὐ γὰρ τὸ ποιῆσαί τι χρηστὸν μόνον, ἀλλὰ καὶ τὸ παθεῖν τι κακὸν πολλὰς ἔχει τὰς ἀμοιβὰς καὶ μεγάλα τὰ ἔπαθλα καὶ πρὸς αὐτὸν ἤδη βαδιοῦμαι τὸν λόγον σφόδρα καί σοι καὶ πᾶσι χρήσιμον ὄντα καὶ ἱκανὸν πρὸς ὑπομονὴν ἀλεῖψαι καὶ καρδίαν διεγεῖραι καὶ μὴ ἀφιέναι πρὸς τοὺς τῶν παθημάτων καταμαλακίζεσθαι ἱδρῶτας. Ὅτι μὲν οὖν ἁπάντων τῶν κακῶν χαλεπώτερον ἀθυμία καὶ ὁ κολοφὼν καὶ τὸ κεφάλαιον τῶν δεινῶν τοῦτο ἱκανῶς ἡμῖν ὁ λόγος ἀπέδειξε. Λείπεται τοίνυν κατορθωμάτων καὶ παθημάτων ποιήσασθαι σύγκρισιν, ἵνα μάθῃς σαφῶς ὅτι οὐ κατορθώμασι μόνον, ἀλλὰ καὶ παθήμασιν ἀμοιβαὶ κεῖνται καὶ ἀμοιβαὶ σφόδρα μεγάλαι καὶ παθήμασιν οὐκ ἔλαττον ἢ κατορθώμασι, μᾶλλον δέ, ἔστιν ὅπου, καὶ πλείονα παθήμασιν. Καὶ εἰσαγάγωμεν, εἰ δοκεῖ, τὸν μέγαν τῆς ὑπομονῆς ἀθλητὴν ἐν ἑκατέροις διαλάμψαντα τρόποις, τὸν ἀδάμαντα, τὴν πέτραν, τὸν ἐν τῇ Αὐσίτιδι μὲν γενόμενον χώρᾳ, πᾶσαν δὲ τὴν οἰκουμένην καταλάμψαντα τῇ τῆς οἰκείας ἀρετῆς ὑπερβολῇ καὶ εἴπωμεν αὐτοῦ τά τε κατορθώματα, τά τε παθήματα, ἵνα εἰδῇς πόθεν μειζόνως διέλαμψε. Τίνα οὖν αὐτοῦ τὰ κατορθώματα; Ὁ οἶκός μου, φησίν, παντὶ ἐλθόντι ἠνέωκτο καὶ κοινὸς ἦν τοῖς ὁδοιπόροις λιμὴν καὶ τοῖς δεομένοις τὰ αὑτοῦ πάντα σχεδὸν ἐκέκτητο. Ἐγὼ γὰρ ἤμην, φησίν, ὀφθαλμὸς τυφλῶν, ποὺς δὲ χωλῶν, ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα καὶ συνέτριψα μύλας ἀδίκων καὶ ἐκ μέσου ὀδόντων ἐξήρπασα ἅρπαγμα, ἀδύνατοι δέ, ἣν ἄν ποτε εἶχον χρείαν, οὐκ ἀπέτυχον, οὐδὲ ἐξῆλθέ τις τὴν θύραν μου κόλπῳ κενῷ. Εἶδες διάφορα φιλανθρωπίας εἴδη καὶ ποικίλους ἐλεημοσύνης λιμένας καὶ διὰ πάντων αὐτὸν βοηθοῦντα τοῖς δεομένοις; Εἶδες πενίαν ἀνέχοντα, χήραν διορθούμενον, ἀδικουμένων προϊστάμενον, φοβερὸν τοῖς ἐπηρεάζουσιν ὄντα; Οὐ γὰρ δὴ μέχρι τοῦ παραστῆναι καὶ συμμαχῆσαι μόνον τὴν σπουδὴν ἐπεδείκνυτο-τοῦτο δὴ τὸ τῶν πολλῶν-ἀλλὰ καὶ μέχρι τοῦ πρὸς τέλος τὸ πρᾶγμα ἀγαγεῖν καὶ μετὰ πολλῆς τῆς σφοδρότητος· συνέτριψα γὰρ μύλας ἀδίκων, φησί, τῇ φιλονεικίᾳ τῇ ἐκείνων τὴν ἑαυτοῦ πρόνοιαν ἐπιτειχίζων. Οὐκ ἀνθρώπων δὲ μόνον ἐπηρείαις, ἀλλὰ καὶ φύσεως ἐπιβουλαῖς ἀντέστησεν αὑτοῦ τὴν κηδεμονίαν τὰ ἁμαρτήματα αὐτῆς τῇ τῆς οἰκείας συμμαχίας ὑπερβολῇ διορθούμενος. Ἐπειδὴ γὰρ τὰ μέλη αὐτοῖς ἀποδοῦναι οὐκ εἶχε, τοῖς πηροῖς τὰ ὄμματα, τοῖς χωλοῖς τοὺς πόδας, ἀντὶ τῶν μελῶν αὐτοῖς ἐγίνετο καὶ δι' αὐτοῦ καὶ οἱ τοὺς ὀφθαλμοὺς πεπηρωμένοι καὶ οἱ τὰ σκέλη κεκομμένοι οἱ μὲν ἐνέβλεπον, οἱ δὲ ἐβάδιζον. Τί ταύτης ἴσον γένοιτο αὐτοῦ τῆς φιλανθρωπίας; Οἶσθα αὐτοῦ καὶ τὴν ἄλλην ἀρετήν, ἵνα μὴ πάντα καταλέγων μακρὸν ποιήσω τὸν λόγον, τὴν ἐπιείκειαν, τὴν πραότητα, τὴν σωφροσύνην, τὴν ἀκρίβειαν. Πῶς σφοδρὸς ὢν τοῖς ἀδικοῦσι-τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστι-προσηνὴς καὶ ἥμερος ἦν καὶ αὐτοῦ τοῦ μέλιτος ἡδίων τοῖς τε ἄλλοις ἅπασι καὶ τοῖς οἰκέταις τοῖς αὑτοῦ, οἳ τοῦ ἔρωτος, ὃν ἤρων, ἐκείνου μέγα ἐκφέροντες δεῖγμα ἔλεγον· τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ ἐμπλησθῆναι; Εἰ δὲ οἰκέταις οὕτω ποθεινὸς ἦν, οὕτως ἐπέραστος, οἷς ἀνάγκη πολλάκις καὶ φοβερὸν εἶναι, πολλῷ μᾶλλον τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις.
Ταῦτα δὴ οὖν καὶ τὰ τούτων πλείονα συλλέξας δεῦρο βάδιζε μετ' ἐμοῦ ἐπὶ τὸν τῶν παθημάτων αὐτοῦ κατάλογον καὶ ἴδωμεν συγκρίναντες πότε λαμπρότερος ἦν, ὅτε ἐκεῖνα κατώρθου ἢ ὅτε ἔπασχε τὰ ὀδυνηρὰ καὶ πολλὴν ἐντιθέντα αὐτῷ τὴν ἀθυμίαν. Πότε οὖν λαμπρότερος ἦν ὁ Ἰώβ, ὅτε τὴν οἰκίαν αὑτοῦ πᾶσι τοῖς παροῦσιν ἤνεγκεν ἢ ὅτε κατενεχθείσης αὐτῆς οὐδὲν ἐφθέγξατο πικρόν, ἀλλ' εὐφήμησε τὸν Θεόν, καίτοι τὸ μὲν κατόρθωμα ἦν, τὸ δὲ πάθημα; Πότε φαιδρότερος ἦν, εἰπέ μοι, ὅτε ἔθυεν ὑπὲρ τῶν παιδίων καὶ πρὸς ὁμόνοιαν αὐτοὺς συνῆγεν ἢ ὅτε καταχωσθέντων καὶ τῷ πικροτάτῳ