1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

16

τῶν ἐναντίων εἶναι δεκτικὸν ἀνὰ μέρος καὶ οὐ κατ' αὐτὸν ἀλλὰ κατὰ τὴν ἑαυτῆς μεταβολήν. Ἐναντίων δὲ λέγω συμβεβηκότων ἐπουσιωδῶν· τὸ γὰρ λογικὸν οὐκ ἐπιδέχεται τὸ ἄλογον, τὸ δὲ σῶμα θερμαίνεται καὶ μεταβαλλόμενον ψύχεται, καὶ ἡ ψυχὴ ποτὲ μὲν δέχεται ἀρετὴν ποτὲ δὲ κακίαν. 32 Ἔτι περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ὁμοϋποστάτων καὶ ἀριθμῷ διαφερόντων. Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσσονται, οἷον ὅσα εἰσὶν ὑπὸ τὴν οὐσίαν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων ἐννέα κατηγοριῶν· δεῖ γὰρ γινώσκειν, ὡς δέκα εἰσὶν αἱ πᾶσαι κατηγορίαι ἤτοι τὰ γενικώτατα γένη, ὑφ' ἃς ἀναφέρεται πᾶσα φωνὴ ἁπλῶς λεγομένη. Εἰσὶ δὲ αὗται· αʹ οὐσία οἷον λίθος· βʹ ποσὸν οἷον δύο, τρία· γʹ πρός τι οἷον πατήρ, υἱός· δʹ ποιὸν οἷον λευκόν, μέλαν· εʹ ποῦ οἷον ἐν ∆αμασκῷ, τοῦτο δὲ τόπου ἐστὶ δηλωτικόν· ϛʹ ποτέ, χθές, αὔριον· τοῦτο δὲ χρόνου ἐστὶ δηλωτικόν· ζʹ ἔχειν οἷον ἱμάτιον φορεῖν· ηʹ κεῖσθαι οἷον ἵστασθαι, καθέζεσθαι· θʹ ποιεῖν οἷον καίειν· ιʹ πάσχειν οἷον καίεσθαι. Ἑτερογενῆ δέ εἰσιν, ὅσα ὑπ' ἄλλην καὶ ἄλλην κατηγορίαν εἰσί· καὶ ὁμογενῆ μὲν οἷον ὁ ἄνθρωπος καὶ ὁ ἵππος, ὑπὸ τὴν οὐσίαν γάρ εἰσιν ἀμφότερα, ἑτερογενῆ δὲ ὡς ἄνθρωπος καὶ ἐπιστήμη· ὁ μὲν γὰρ ἄνθρωπος ὑπὸ τὴν οὐσίαν ἐστίν, ἡ δὲ ἐπιστήμη ὑπὸ τὴν ποιότητα. Ὁμοειδῆ εἰσιν, ὅσα ὑπὸ τὸ αὐτὸ εἶδος τάσσονται καὶ κοινωνοῦσι τῷ λόγῳ τῆς οὐσίας οἷον Πέτρος, Παῦλος· ἀμφότεροι γὰρ ὑφ' ἓν εἶδός εἰσι, τὸ τοῦ ἀνθρώπου. Ἑτεροειδῆ δέ εἰσιν, ὅσα τῷ εἴδει διαφέρουσιν ἤγουν τῷ λόγῳ τῆς οὐσίας οἷον ἄνθρωπος καὶ ἵππος. Οἱ δὲ ἅγιοι πατέρες ὁμογενῆ καὶ ὁμοειδῆ ταὐτὸν λέγουσι τὰ ὁμοούσια ἤγουν τὰς ὑπὸ τὸ αὐτὸ εἶδος ὑποστάσεις. Ὁμοϋπόστατά εἰσιν, ὅτε δύο φύσεις ἐν μιᾷ ὑποστάσει ἑνωθῶσι καὶ μίαν σχῶσιν ὑπόστασιν σύνθετον καὶ ἓν πρόσωπον ὡς ψυχὴ καὶ σῶμα. Ἑτεροϋπόστατα δὲ καὶ ἀριθμῷ διαφέροντα, ὅσα τῇ συμπλοκῇ τῶν συμβεβηκότων τὴν ἰδιότητα τῆς οἰκείας ὑποστάσεως ἀφωρίσαντο ἤγουν ὅσα τοῖς συμβεβηκόσι διαφέρουσιν ἀλλήλων καὶ τὴν ἀνὰ μέρος καὶ καθ' ἑαυτὸ ἔχουσιν ὕπαρξιν οἷον τὰ ἄτομα Πέτρος καὶ Παῦλος· ἄλλος γάρ ἐστιν οὗτος καὶ ἄλλος ἐκεῖνος. 33 Περὶ ποσοῦ καὶ ποσότητος. Ποσότης ἐστὶ σωρεία μονάδων· τὴν μὲν γὰρ μονάδα οὔ φασι ποσότητα ἀλλ' ἀρχὴν ποσότητος. Μονάδος οὖν καὶ μονάδος συνερχομένων γίνονται δύο, ὥστε οὐ διαίρεσίς ἐστιν ἡ ποσότης ἀλλὰ σωρεία καὶ συνάφεια μονάδων· τὸ μὲν γὰρ τὰ δύο διελεῖν εἰς ἓν καὶ ἓν ἀνὰ μέρος, τοῦτο διαίρεσίς ἐστι, τὸ δὲ τὸ ἓν καὶ ἓν δύο εἰπεῖν, τοῦτο μᾶλλον συνάφειά ἐστιν. Ἰστέον δέ, ὅτι ποσότης μέν ἐστιν αὐτὸ τὸ μέτρον καὶ ὁ ἀριθμὸς ὁ μετρῶν καὶ ἀριθμῶν, ποσὰ δὲ τὰ τῷ ἀριθμῷ καὶ τῷ μέτρῳ ὑποκείμενα ἤγουν τὰ μετρούμενα καὶ ἀριθμούμενα. Τῶν δὲ ποσῶν τὰ μέν εἰσι διωρισμένα, τὰ δὲ συνεχῆ. Συνεχὲς μὲν οὖν ἐστιν, ὅτε ἕν ἐστι τὸ μετρούμενον, ὥσπερ ἓν ξύλον εὑρίσκεται δίπηχυ, τρίπηχυ, ἢ λίθος ἤ τι τῶν τοιούτων, καὶ ἓν ὑπάρχον μετρεῖται καὶ λέγεται συνεχές. ∆ιωρισμένα δέ εἰσι τὰ ἀπ' ἀλλήλων κεχωρισμένα ὡς ἐπὶ δέκα λίθων ἢ δέκα φοινίκων· ταῦτα γὰρ κεχωρισμένα εἰσὶν ἀπ' ἀλλήλων. Ταῦτα οὖν ἀριθμεῖσθαι λέγονται, εἰ μὴ διὰ σμικρότητα καὶ πλῆθος μετρηθῶσι μοδίῳ ἤ τινι τῶν τοιούτων ὥσπερ σῖτος ἤ τι τοιοῦτον. Ὁρίζονται δὲ τὰ μὲν συνεχῆ, ὧν τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτουσιν· ἑνὸς γὰρ ὄντος τοῦ ξύλου τοῦ διπήχεος ἤγουν δύο πήχεις ἔχοντος τὸ τέλος τοῦ ἑνὸς πήχεος καὶ ἡ ἀρχὴ τοῦ ἄλλου πήχεος μία ἐστί, κεκολλημέναι γάρ εἰσι καὶ συνημμέναι καὶ οὔκ εἰσιν ἀπ' ἀλλήλων διῃρημέναι· τὰ δὲ διωρισμένα, ὧν τὰ μόρια πρός τινα κοινὸν