Fragmenta in Matthaeum

 τροφὴν ἀπωλωλέκει, οὕτως ὁ νέος Ἀδὰμ καὶ ὧν μὴ προσετάχθη ἀποσχό μενος καθ' ὑπερβολὴν ἀρετῆς εἰς τὸ ἐξ ἀρχῆς καλὸν ἀποκαταστῇ.

 φείσασθαι μηδὲ τῶν ἀναγκαιοτάτων, εἰ δι' αὐτῶν τις ἐνέργεια φαύλη κινδυ νεύσαι γίνεσθαι. Οὐ δεῖ τὰ μέλη ἐκκόψαι , ἀλλ' οἷον νεκρῶσαι ταῦτα καὶ ἀν ενέρ

 φέρειν αὐτοῦ τὸ ἐπαχθὲς ἀναγ κάζεται. ἀσκοὶ δὲ παλαιοὶ καὶ οἱ παλαιοὶ ἄνθρωποι· οἶνος δὲ νέος ὁ καινὸς λόγος, ὃν οὐ χωροῦσιν· ῥήγνυται γὰρ αὐτῶν τὸ σα

 ὑμεῖς ὑποχωροῦντες τοῖς διώκουσι διαρκήσετε τὸν τοῦ εὐαγγε λισμοῦ χρόνον μὴ

 πνεῦμα τοῦ Ἠλίου. καὶ ἐπεὶ ἦν τὸ λεγόμενον ἀσαφές, τοῖς δυναμένοις συνιέναι τὴν γνῶσιν κατέλιπεν. 63 Mt 11, 14 Τοῦτο δὲ καὶ ὁ ἄγγελος εἶπεν περὶ αὐτοῦ

 τοιούτῳ μὴ διδούς. παρα σεσιωπημένη δὲ ἐν τοῖς τοιούτοις ἡ διὰ βαπτίσματος ἄφεσις εἴη, ἐπεὶ μηδὲ καιρὸς ἦν πω περὶ ταύτης Ἰουδαίοις διαλέγεσθαι· μεταξ

 76 Mt 13, 18-23 Ἐν τούτοις ἐπιζητεῖται, πῶς οὐ τὸν λόγον εἴρηκεν σπείρεσθαι κατ' ἀρχὴν οὐδὲ εἶπεν τὸ παρὰ τὴν ὁδὸν σπέρμα σπαρέν, ἀλλ' οὗτός ἐστιν ὁ π

 82 Mt 16, 1-4 Ἀλλὰ γὰρ οὔτε ἰατρὸς ἀκαί ρους ἐπιθυμίας τῶν νοσούντων ἐμ πίπλησι τὸ τῆς νόσου λυτικὸν ζητῶν, οὐ τὸ τῆς ἡδονῆς πληρωτικόν, οὔτε ὁ σωτὴρ

 ἡμίσεως ἐξὸν μηδενὶ καταβάλλειν μηδὲ εἰ πλουτοίη· τὸ δὲ μυστήριον ἦν εἰς τὸ μήτε μετὰ πατρὸς σεσαρ κῶσθαι τὸν υἱὸν μήτε ἐνδεές τι τῆς τελειότητος ἐννο

 ἀλλὰ τοσοῦτον ἴσχυσεν ἡ κακία ὡς τοῦτον ἀνα τρέψαι τὸν λόγον. δύο οὖν ἡμᾶς ἀπαιτεῖ ὁ λόγος καὶ μεμνῆσθαί τινα τῶν ἑαυτοῦ ἁμαρτημάτων καὶ ἀμνησικακεῖν

 τελειότης δὲ παρ' αὐτοῦ. 98 Mt 19, 23-26 Καλὸν τὸ ἀποστολικὸν ἐνταῦθα ἁρμόζει τὸν «ὄγκον ἀποθέμενοι πάντα »· τὸν γὰρ ὄγκον ἐδήλωσεν ἡ πρὸς κάμηλον ὁμο

 102 Mt 20, 10-12 Τὸ ἐνόμιζον οἱ πρῶτοι, ὅτι πλείονα λήψονται τὴν τοῦ πράγ ματος ἐνδείκνυται φύσιν, οὐ τὴν τῶν ἁγίων ἀνδρῶν διάνοιαν· οὐδὲ γὰρ ἐκεῖνοι

 αὐτῷ, καθ' ἣν τῶν ἀλλοτρίων ἀπαλλαγεὶς τῆς ἐπιβουλῆς ἔμεινεν ἐπὶ τῆς οἰκείας γῆς. πύργον δὲ τὸν ναόν, ἐν ᾧ συνιόντας ἐχρῆν τοὺς τῆς εὐσεβείας καρποὺς

 » τοῦ θεοῦ ὁ ∆αβὶδ καὶ οὐδέπω τῷ πνεύματι τοῦτο ἁρμόζει, ἀλλ' εἰς τὸ ἴδιον πνεῦμα εἴρηται αὐτό. ἐν πνεύματι γοῦν ἐλάλει καὶ ὅτε ἔλεγεν «τὸ πνεῦμά σου

 ἑαυτὴν διὰ τοῦ ἁμαρτάνειν ἔξω ποιοῦσα ἑαυτὴν τοῦ θεοῦ· ἡ δὲ ὄρνις πολύτεκνος καὶ θερμὴ περὶ τὴν ἀγάπην καὶ κηδομένη τῶν τέκνων καὶ ἑαυτὴν παραδιδοῦσα

 ζητεῖν παρὰ τῶν ἀνθρώπων ὑπακοήν, οἷς οὐ δέδωκας διὰ τοῦ λόγου σου τὸ εὐ ήκοον. καὶ διὰ τοῦτο φοβηθεὶς μὴ ἄπρακτος γένωμαι τὸ κατ' ἐμὲ ἐφύ λαξα μόνον

 πάντων λέγει διὰ τοῦ ἑνὸς δικαίου κατασταθήσεσθαι τοὺς πολλούς. τοῦτο δὴ καὶ ἐνταῦθα δηλοῖ, ὅτι εἷς ὑπὲρ πολλῶν πάσχει. τύπον δὲ ποιεῖ Ἀπολινάριος τῆς

 σαρκὸς αὐτοῦ καὶ ἐπὶ γῆς ἔκρυσις ἐχώρη σεν. 137 Mt 27, 11-14 Καλὴ ἡ ἀποσκόπησις πρὸς τοὺς συκοφαντοῦντας· οὐ γὰρ οἱ ἀκούον τες ἐζήτουν τὸ ἀληθὲς καὶ κ

 προστίθεσθαι τῶν ἀποθνῃσκόντων ἕκαστον «πρὸς τὸν λαὸν αὐτοῦ »· κάτω γὰρ ἦν ἡ χώρησις καὶ ἡ κατοχὴ τῶν ψυχῶν καὶ ταύτην τὴν κάτω πορείαν ὁ κύριος εἰς τ

ζητεῖν παρὰ τῶν ἀνθρώπων ὑπακοήν, οἷς οὐ δέδωκας διὰ τοῦ λόγου σου τὸ εὐ ήκοον. καὶ διὰ τοῦτο φοβηθεὶς μὴ ἄπρακτος γένωμαι τὸ κατ' ἐμὲ ἐφύ λαξα μόνον μὴ ἐσπουδακὼς περὶ ἑτέρους.

129 Mt 25, 34-46 Ἐπειδὴ δὲ ὑμεῖς ἑαυτοὺς ἐμβάλλετε, τὸ ἔγκλημα εἰς ὑμᾶς περιίσταται. δηλοῖ δὲ τῶν πραγμάτων τὴν δύναμιν ἡ τῶν λόγων ὑπο τύπωσις ὡς ἐρούντων ταῦτα τῶν δικαίων καὶ ὡς ἀκουσομένων ἅπερ ἡ τοῦ πράγματος ἔχει φύσις· δῆλον γὰρ ὅτι οὐκ ἐροῦσιν αὐτὰ τότε καὶ οὐ ζητήσουσιν, ὁπότε λέλυται ἐν τῷ εἰρημένῳ ὑπὸ Χριστοῦ· ἀλλ' οὕτω πολλάκις ἐν ταῖς γραφαῖς ῥήμασι χαρακτηρίζεται τὰ ἐν τοῖς πράγμασι κείμενα.

130 Mt 26, 17-18 Μᾶρκος δὲ καὶ ὁ Λουκᾶς οὐκ εἶπον αὐτὸν εἰρηκέναι, ὅτι ἔδομαι τὸ πάσχα ὡς ἕτερός φησιν, ἀλλὰ «ποῦ ἐστιν τὸ κατάλυμα, ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω». δύναται δὲ ταῦτα τὴν «παρασκευὴν τοῦ πάσχα » δηλοῦν, οὐ τὴν βρῶσιν· ὁ γὰρ Ἰωάννης δηλοῖ κατὰ τὴν τοῦ πάσχα ἡμέραν μήπω τὸ πάσχα βρωθὲν ὑπὸ Ἰουδαίων, ἐπει δήπερ ὡς ἐλέγομεν ἐχρῆν κατὰ τὴν αὐτὴν ἡμέραν καὶ ὥραν τό τε τυπι κὸν πάσχα καὶ τὸ ἀληθὲς ἐπιτελεσθῆναι. οὐδέπω δὲ ἔμελλεν τῷ ἀνθρώπῳ δηλοῦν, ὅτι παρασκευάζεται μὲν τὸ πάσχα , πρὸ δὲ τῆς γνώσεως αὐτοῦ ἔδει πάσχα , εἰ μή τι καὶ τοῦτο ὑπεσήμηνεν εἰπὼν ὁ καιρός μου ἐγγύς ἐστιν . δηλοῖ δὲ καὶ ἐν αὐτῷ <τῷ> δείπνῳ, ὅτι ὃ βέβρωκεν αὐτὸς τὸ δεῖπνον· λέγει γὰρ ὁ Λουκᾶς· «ὅτε ἐγένετο ὥρα, ἔπεσεν, καὶ οἱ ιβʹ ἀπόστολοι σὺν αὐτῷ. καὶ εἶπεν πρὸς αὐτούς· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ' ὑμῶν πρὸ τοῦ με παθεῖν· λέγω γὰρ ὑμῖν οὐ μὴ φάγω αὐτὸ ἕως οὗ πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ »· οὐ γὰρ εἶπεν οὐκέτι μὴ «φάγω αὐτό », ἀλλ' «οὐ μὴ φάγω » δηλῶν μὲν τὴν συμπάθειαν αὐτοῦ τὴν εἰς τοὺς μαθητάς, ὅτι ᾤκτιρεν αὐτοὺς μέλλοντας τὴν ἑορτὴν ἀνεόρταστον ἕξειν τῇ ἀπολείψει αὐτοῦ· τοῦτο γὰρ τὸ «ἐπε θύμησα μεθ' ὑμῶν φαγεῖν τὸ πάσχα πρὸ τοῦ με παθεῖν », ἐπιφέρων δέ, ὅτι λύπην ἕξουσιν καὶ προτιμήσει τῆς ἐκείνων εὐθυμίας τὸ καὶ αὐτοῖς καὶ παντὶ κόσμῳ συμφέρον τὸ μὴ φαγεῖν τὸ πάσχα , ἀλλ' αὐτὸν πάσχα γενέσθαι, οὗ ἡ πλήρωσίς ἐστιν «ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ », ὅτε παντελῶς ὑπερβαίνει θάνατον· τοῦτο γὰρ ἡ λέξις τοῦ πάσχα δηλοῖ ὑπέρβασιν σημαίνουσα. 131 Mt 26, Ἡ μὲν ἑτοιμασία γέγονε τοῦ πάσχα. δεῖπνον δέ ἐστιν καὶ οὔπω τοῦ πάσχα βρῶσις· οὐδὲ γὰρ ἦν σχῆμα τῶν τὸ πάσχα ἐσθιόντων, ἀλλ' ἀνέκειντο δειπνοῦντες. καὶ ὁ Ἰωάννης δὲ δεῖπνον εἴρηκεν οὐδεμίαν μνή μην τοῦ πάσχα ποιησάμενος λέγων· «πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς, ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτοὺς» καὶ τὰ ἑξῆς. «πρὸ τῆς ἑορτῆς τοῦ πάσχα» λέγει, οὐκ ἐν τῇ ἑορτῇ τοῦ πάσχα, ὥστε καὶ «τὴν πρώτην τῶν ἀζύμων » οἰκείως ἐδεξάμεθα τὴν πρὸ τῶν ἀζύμων νοήσαντες. 132 Mt 26, 24 Τὸ δὲ καλὸν εἶναι τὸ μὴ γεγεννῆσθαι πρὸς τὴν κόλασιν εἴρηται· κακῆς γὰρ ὑπάρξεως ἀνυπαρξία αἱρετωτέρα. 133 Mt 26, 26 Ὅτι προεξῆλθεν Ἰούδας, Ἰωάννης ἐδήλωσεν· οὐ γὰρ ἂν ἐδέξατο τῆς σωτηρίου κοινωνίας τύπον ὁ τῆς χριστοκτονίας ὑπηρέτης· καίτοι τὰ ἄλλα πάντα ἤνεγκεν αὐτὸν ὁ κύριος, ἀλλὰ τοῦτο οὐκέτι συνεχωρεῖτο. καὶ ἡμῖν ὁ τύπος εἰς τὸ τῆς ἁγίας κοινωνίας ἀπείργειν τοὺς πονηρούς, εἰ καὶ εἰς τὰ ἄλλα πάντα δι' ἀνεξικακίας φέρομεν αὐτούς· δῆλον γάρ, ὅτι ὀλέσειν τὸν σωτῆρα «ἐξῆλθεν » παραδοθεὶς τῷ διαβόλῳ· «μετὰ » γὰρ «τὸ ψωμίον εἰσῆλθεν », φησίν, «εἰς ἐκεῖνον ὁ σατανᾶς », ὥστε λαβὼν αὐτὸν ἔκδοτον

ἀπήγαγεν. 134 Mt 26, 26-28 Περὶ πολλῶν δὲ λέγων ἐκχύννεσθαι τὸ αἷμα περὶ

17