κατωτέρω κλυτά, ἤγουν περιδύσωμαι. «αὐτὸς δὲ θέων ἐκίχανεν ἑταίρους ὦκα μάλα, οὔ πω τῆλε, ποσὶ κραιπνοῖς μετασπών», οἳ πρὸς ἄστυ ἐκεῖνα ἔφερον. «στὰς δ' ἀπάνευθε μάχης πολυδακρύτου ἔντε' ἄμειβε». καὶ τὰ μὲν οἰκεῖα «ἔδωκε φέρειν εἰς Ἴλιον, ὃ δ' ἄμβροτα τεύχεα δῦνεν Ἀχιλλῆος». (ῃ. 195-7) Εἶτα ἑρμηνεύων τὸ «ἄμβροτα», φησὶν «ἃ θεοὶ οὐρανίωνες πατρὶ φίλῳ ἔπορον, ὃ δ' ἂρ ᾧ», ἤγουν ἰδίῳ, «παιδί», τῷ Ἀχιλλεῖ, «ὤπασσε γηράς. ἀλλ' οὐχ' υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα». τοῦτο δὲ περιπαθῶς ἐρρέθη καὶ συντόμως κατὰ οἶκτον, ὡς περιπαθὲς ὂν υἱὸν εὑρῆσθαι δυστυχέστερον πατρός. Σημείωσαι δὲ ὅτι δεινῶς οἰκονομεῖ ὁ ποιητὴς μὴ ἀνατεθῆναι τὰ ὅπλα ἢ ὅλως ἀπαχθῆναι εἰς Τροίαν ἀλλὰ τῷ Ἕκτορι φορηθῆναι, ἵνα ἐπανασωθῶσιν αὖθις τῷ Ἀχιλλεῖ, ὅτε ἀνέλῃ τὸν Ἕκτορα. ἀλλὰ τοῦτο μὲν ἡ ψυχὴ τοῦ Ὁμηρικοῦ πλάσματος, οὐχ' ἧττόν τι καὶ τὸν Ἀχιλλέα σεμνύνοντος, εἰ τὸν Ἕκτορα καταβαλεῖ μὴ ἁπλῶς ὄντα ὁπλίτην ἀλλὰ θείοις πεφραγμένον τεύχεσι, δι' ὧν ἐκρατύνετο τὰ πρὸ τούτου ὁ Ἀχιλλεύς. ἄλλως δέ, τὴν τοῦ Ἀχιλλέως πανοπλίαν ὁ Ἕκτωρ δύνει, καλλωπιζόμενός τε, ὡς εἰκός, φιλοτίμως καὶ δόξαν θηρώμενος οἷος αὐτός, καὶ τῷ σώματι φυλακὴν περιποιούμενος, καθὰ προεδηλώθη πλατύτερον, καὶ τοὺς Τρῶας ἐπιρρωνύων 4.37 καὶ τοὺς Ἀχαιοὺς ἐκφοβῶν. (ῃ. 190) Τὸ δὲ «μετασπών» δηλοῖ μὲν τὸ καταλαβών, γενόμενον ἐκ τοῦ μετέσπον. ἔστι δὲ μετοχὴ ἀορίστου δευτέρου, καθὰ καὶ τὸ ἐπέσπον ἐπισπών, ἐπισπεῖν, ἐπισπέσθαι, ἐπισπόμενος. (ῃ. 192) Πολυδάκρυτος δὲ μάχη ἡ κατὰ πόλεμον πρὸς διαστολὴν ἑτέρας, ὁποία καὶ ἡ κατὰ λογομαχίαν. ἐκείνη γὰρ οὐ πολυδάκρυτος. Ἀμείβει δὲ τεύχεα νῦν οὐχ' ὁ κρείττων τὰ τοῦ χείρονος, ὥς που πρὸ τούτων γέγονεν, ἀλλὰ τὸ ἀνάπαλιν, εἰ καὶ ἄλλως χείρων ἦν Ἕκτορος ὁ ταῦτα σκυλευθεὶς Πάτροκλος. (ῃ. 195) Ὡς δὲ θεόσδοτα τῷ Πηλεῖ τὰ ὅπλα, νῦν μὲν ἐν ὀλιγίστῳ ἐρρέθη, ἐν τοῖς ἑξῆς δὲ ἱστορηθήσεται καὶ ὁ καιρὸς τῆς δόσεως, μερισθείσης τῆς ἱστορίας, ὡς πολλαχοῦ Ὅμηρος εἴωθε ποιεῖν. Λέγει δὲ καὶ ἡ παροιμία «Πηλεὺς τὴν μάχαιραν», ὡς διὰ σωφροσύνην λαβόντος αὐτοῦ καὶ ξίφος θεόθεν, καθὰ καὶ ὁ Κωμικὸς δηλοῖ. (ῃ. 197) Τοῦ δὲ «γηράς» ἡ χρῆσις καὶ παρ' Ἡσιόδῳ ἐν τῷ «γηράντεσσι τοκεῦσι». γίνεται δὲ τὸ γηράς ἢ ἐκ τοῦ γηράσας κατὰ ἀποκοπὴν ὁμοίως τῷ ἐπιπλώσας ἐπιπλώς, ἢ ἀπὸ ἀρρήτου ἐνεστῶτος τοῦ γήρημι. ἐξ οὗ ἴσως καὶ τὸ «ἐν ἔντεσι πατρὸς ἐγήρα». ὡς γὰρ ἵστημι ἵστην ἵστης ἵστη, οὕτω γήρημι ἐγήρην ἐγήρη, καὶ τροπῇ ἐγήρα. εἰ δὲ καὶ ἀπὸ τοῦ γηράω τὸ ἐγήρα, ὅρα ὡς στίχῳ ἑνὶ κεῖται καὶ καινὸν τὸ «γηράς» καὶ κοινὸν τὸ «ἐγήρα». (ῃ. 0) Ὅτι θυμοῦ κἀνταῦθα ὡς καὶ ἐν Ὀδυσσείᾳ ἐνδεικτικὸν τὸ «κινήσας κάρη προτὶ ὃν μυθήσατο θυμόν». (ῃ. 1-6) Ὅτι προαναφώνησιν πάλιν συνήθως τῶν ἐφεξῆς ὁ ποιητὴς ἐκτιθέμενος τῷ εἴτε λίχνῳ τὴν ἀκοὴν εἴτε φιλέλληνι ἀκροατῇ παθαινομένῳ, οἷα εἰκός, ἐφ' οἷς Ἕκτωρ τὰ τοῦ Ἀχιλλέως ἄμβροτα τεύχεα ἔδυνε, πλάττει τὸν 4.38 ∆ία λέγοντα οὕτως «ἆ δεῖλ', οὐδέ τί τοι», ἤγουν ὦ δείλαιε, οὔτι δή σοι «θάνατος καταθύμιός ἐστιν, ὃς δή τοι σχεδόν ἐστι· σὺ δ' ἄμβροτα τεύχεα δύνεις ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι. τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε, τεύχεα δ' οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων εἵλευ». (ῃ. 6-8) Εἶτα καὶ ὑπισχνεῖται, ὅτι νῦν αὐτῷ μέγα κράτος δώσει τῶν, ἤγουν τούτων, «ποινήν, ὅ τοι», ἤγουν διότι δή, «οὔ τι μάχης ἐκνοστήσαντι δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλείωνος. ἦ», τουτέστιν ἔφη, «καὶ κυανέαις ἐπ' ὀφρύσιν ἔνευσεν», ὡς μὴ ἂν ἄλλως ἐσομένων τῶν ῥηθέντων, ὃ καὶ ἀλλαχοῦ ἐποίησεν, [αἰνιττόμενός τινα διοσημίαν καὶ ἐκεῖ, οὐ τὴν τυχοῦσαν μέντοι, ἀλλὰ τὴν ἔκ τινων καταιγίδων, δι' ὧν ὁ ἄνω Ζεύς, ἤγουν αἰθὴρ ἢ ἀὴρ πυκνούμενος καὶ οὕτω μελαινόμενος τῇ νεφώσει, κυανέαις ὀφρύσι κατανεύειν ἐπὶ αἰσίαις τύχαις δοκεῖ. οὐ γὰρ ἔστιν ἄλλως τῷ λαμπροτάτῳ αἰθέρι κυανέας προσπλάσαι ὀφρῦς, εἰ μὴ κατὰ μόνον λόγον τῆς ἔστιν ὅτε δνοφερᾶς αὐτόθι νεφώσεως, ἧς πάντῃ πάντως τὰ χρύσεα νέφη διαφέρουσιν.] Ἰστέον δὲ ὅτι τὸ «ἆ δειλέ» ἕως τοῦ «σχεδόν ἐστιν» οἰκεῖον ῥηθῆναι πρὸς πάντα τὸν ἐπικινδύνως