«οὐδ' ἠπείλησεν 4.852 ἄνακτι» ἀσαφῶς ἔχει καὶ διθυραμβικῶς, οἷα ἠπειγμένως φρασθέν. καὶ τέως μὲν μετ' ὀλίγον διασαφεῖται τὸ «ἄνακτι» ἐν τῷ «μέγηρε γὰρ Ἀπόλλων», ὡς τοῦ Ἀπόλλωνος [ἐξοχικῶς] ῥηθέντος ἄνακτος, (ῃ. 863 ς.) ἑξῆς δὲ αὐτίκα τὸ ὅλον περιφραστικῶς ἑρμηνεύεται νόημα ἐν τῷ «ἠπείλησεν Ἀπόλλωνι ἀρνῶν ἑκατόμβην», τουτέστιν ηὔξατο, ἀφ' οὗ καὶ ἀπειλὴ ἡ μετά τινος ἀρᾶς ἐκφόβησις. (ῃ. 865) Γίνεται δὲ τὸ μὲν μεγαίρειν ἀπὸ τοῦ μέγα καὶ τοῦ αἴρω. ὁ γὰρ μεγαίρων, ἤτοι φθονῶν, τὸ μεγαλεῖον αἴρει πως τοῦ φθονουμένου. Τὸ δὲ ἀπειλεῖν ἐπὶ μὲν εὐχῆς κατὰ τοὺς παλαιοὺς παρὰ τὰς πέλλας, ἤτοι φιάλας, αἷς ἔσπενδον, πλεονασμῷ τοῦ ˉι, ἐπὶ δὲ τῆς ὀργίλου παρὰ τὸ ἀπὸ ἐλέους εἶναι ἢ ἀπὸ εἰλεῖν ἀφοριστικῶς τὸν ἐκφοβούμενον. (ῃ. 868 ετ 874) Τὸ δὲ «πρὸς οὐρανόν», ὅτι τὸ ὑψοῦ δηλοῖ, ἑρμηνεύει ὁ ποιητὴς εἰπὼν «ὕψι δ' ὑπαὶ νεφέων», ἤγουν ὑψοῦ ὑπὸ τὰ νέφη, ὅ ἐστιν ὑποκάτω τῶν νεφῶν. ᾧπερ ὅμοιον καὶ τὸ «ὑπὸ πτερύγος βάλε μέσσης», ἤγουν ὑπὸ τὴν πτερύγα. (ῃ. 871) Ἐν δὲ τῷ «ὀϊστὸν ἔχε πάλαι» φανερῶς τὸ «πάλαι» ἐπὶ ὀλιγίστου χρόνου ἔθετο, ταὐτὸν ὂν τῷ πρότερον. (ῃ. 875) Τὸ δὲ «πτερύγος», ὃ δηλοῖ τὸ σαρκῶδες τῆς πτέρυγος, κἀνταῦθα ὡς 4.853 καὶ ἐν τῇ βʹ ῥαψῳδίᾳ παροξύνει Ἀρίσταρχος, τῶν ἄλλων προπαροξυνόντων ὡς τὸ ὄρτυγος. (ῃ. 879) Τὸ δὲ «ἀπεκρέμασεν» οὐκ ἔχει μεταληφθῆναι εἰς λέξιν κρείττονα. (ῃ. 886-8) Ὅτι «ἥμονες ἄνδρες», ὅ ἐστιν ἀκοντισταί, «ἀνέσταν· ἂν μὲν ἂρ Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων, ἂν δ' ἄρα Μηριόνης», θεράπων Ἰδομενῆος, ὃν ἡ προσεχὴς νίκη τῆς τοξείας ἐπῆρεν. (ῃ. 884 ς.) Ὄγδοος δὲ καὶ τελευταῖος οὗτος ἀγών, ἐν ᾧ πρὸς Ἀχιλλέως τεθῆναί φησιν εἰς ἀγῶνα «κατὰ μὲν δολιχόσκιον ἔγχος, κὰδ δὲ λέβητ' ἄπυρον», ἤγουν, ὡς προεγράφη, ἀπύρωτον, «βοὸς ἄξιον, ἀνθεμόεντα», ἤγουν ἀνθηρόν, ἢ ἀναθηματικόν, ὡς καὶ ἀλλαχοῦ προγέγραπται. (ῃ. 890-4) Ἀχιλλεὺς δὲ κωλύει ἀγωνίσασθαι τὸν βασιλέα, εἰπὼν «Ἀτρεΐδη, ἴδμεν γάρ, ὅσον προβέβηκας ἁπάντων, ἠδ' ὅσσον δυνάμει τε καὶ ἤμασιν ἔπλευ ἄριστος· ἀλλὰ σὺ μὲν τόδ' ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας ἔρχευ», τὸν λέβητα δηλαδὴ τόνδε, τὸν ἢ ὑποδεδειγμένον ἢ καὶ δεδομένον εὐθύς, «ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν», ἤτοι δώσωμεν, «εἰ σύ γε σῷ θυμῷ ἐθέλεις· κέλομαι γὰρ ἔγωγε». (ῃ. 895-7) Καὶ ὁ βασιλεὺς πείθεται καὶ λαβὼν περικαλλὲς ἄεθλον Ταλθυβίῳ τῷ κήρυκι δίδωσιν, ἢ ὥστε εἰς τὰς σκηνὰς καταθέσθαι, ἢ κατά τινας, ὡς δῶρον αὐτὸν ἔχειν, μεγαλοψύχως καὶ βασιλικῶς. Καὶ ὅρα ὅτι καὶ μὴ Ἀχιλλέως εἰπόντος «ὄρνυσθε, οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε» ἢ «ἄνδρε δύο περὶ τῶνδε κελεύομεν ἀγωνίσασθαι», ἢ ὅτι «ἥμονας ἄνδρας τάδε ἄεθλα δεδεγμένα κεῖται ἀγῶνι», ἢ ὅτι· ὃς βάλῃ τοιῶσδε, ἐκεῖνος οἴσεται τόδε, ἃ δὴ προέλεγε τῶν ἀγώνων ὁ Ἀχιλλεύς, ὅμως ἀνέστησαν Ἀγαμέμνων καὶ Μηριόνης ἀγωνιούμενοι. καὶ τάχα μὲν κατὰ τὸ σιωπώμενον ἔφη τοιοῦτόν τι κἀνταῦθα ὁ ἀγωνοθέτης, ἴσως δὲ καὶ ἐπεὶ ὕστερος πάντων ἦν ὁ τῶν ἡμόνων ἀγών, οὐκ ἀναμένουσιν οἱ ἀεθλεύσοντες κήρυγμα. καλῶς δέ, φασίν, 4.854 ἀγῶνα τοιοῦτον ὁ βασιλεὺς ἀγωνίζεται, ἔνθα οὐκ ἦν ἀνάγκη τῆς βασιλικῆς γυμνοῦσθαι στολῆς. ἠγωνίζοντο δὲ οἱ ἀκοντισταί, καθὰ καὶ οἱ δισκευταί, τίς πλέον ἀκοντίσας ἥσει, ὅ ἐστι πέμψει, ἀφήσει. φησὶ γοῦν Ὀδυσσεὺς παρὰ Φαίαξι «δουρὶ δ' ἀκοντίζω, ὅσον οὐκ ἄλλος τις ὀϊστῷ». θαρρεῖ δὲ τὸν ἀγῶνα ὁ βασιλεὺς ὡς πανταχοῦ ἀκοντιστὴς ὢν εὔστοχος. Ὅρα δὲ καὶ ὅτι ἐν μὲν τῷ πρώτῳ ἀγῶνι πολλοὺς καὶ ποικίλους ἐκένωσε λόγους ὁ ποιητής, τῷ δὲ τελευταίῳ ἐπεξῆλθε συντομώτατα, καὶ ὡς ἐκεῖ τε καὶ ὧδε βασιλεὺς ἀγωνίζεται, ἀλλ' ὁ μὲν ἐκεῖ ἐπὶ τῷ δευτερείῳ ἤρισεν, ὁ δ' ἐνταῦθα τὸ πρωτεῖον ἔχει ἀναμφήριστον. Ὅτι δὲ οὐδ' ἀκλεὴς ὁ ὕστερος ἀγών, ὁ βασιλεὺς δείκνυσιν ὁ τοῦτον καθυποδύς. εἰ δὲ καὶ μὴ πολυτελὴς οὗτος κατὰ τὸ ἔπαθλον, ἀλλ' ὁ βασιλεὺς φιλότιμος, οὐ μὴν φιλοχρήμων ἦν, καὶ ὡς Ἀχιλλεὺς ὠνείδισέ που, φιλοκτέανος. [∆ιὸ οὐδ' ἀνέστη ἐπί τινι ἀέθλῳ ἑτέρῳ, οὗ μεῖζον τὸ ἔπαθλον, ἀλλ' ἐν τῷ τελευταίῳ, καὶ οὐδὲ ἄλλως πολυζήλῳ, τιμῶν οὕτω καὶ ἑαυτὸν ὡς οὐ φιλοχρήμονα, καὶ τὸν κείμενον Πάτροκλον, καὶ δι' αὐτοῦ τὸν Ἀχιλλέα.] (ῃ.