ἐφαψάμενος. ὅθεν καὶ χερμάδιον, οὗ ἔστι μάσασθαι τῇ χειρί. (ῃ. 558) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ ἑλκῆσαι ἐπὶ κυνῶν ἀπὸ ῥήματος περισπωμένου τοῦ ἑλκῶ. λέγει γὰρ «Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον κύνες ἑλκήσωσιν». οὗ παρατατικὸς πρὸ ὀλίγων τὸ εἵλκεον. Ὅρα δὲ ὡς κἀνταῦθα οἷα ἔκ τινος μικροτέρου καὶ μαλθακοῦ, ὡς μετ' ὀλίγα φανεῖται, ποιήσας Ὅμηρος τὴν μυθικὴν Ἀθηνᾶν ἀρξαμένην τοῦ εἰς μάχην ἐρεθισμοῦ, ὅμως οὐκ ἐπικρύπτει τοιοῦτον εἶναι τὸν Μενέλαον, ὃς κράτος αὐτῷ ἐθέλει δοθῆναι ἀτραυμάτιστον καί, ὡς εἰπεῖν, ἔξω βελῶν καὶ ἀναιμωτί, λέγων καὶ ὡς πρώτῳ αὐτῷ ἡ Ἀθηνᾶ ὁμιλεῖ, «ἐπεὶ ῥά οἱ ἐγγύθεν ἦεν», ἤγουν οὐκ ἐπιλεξαμένη αὐτόν, εἰ καὶ ἴφθιμος, φησίν, ἦν, ἀλλ' ὡς ἐκ παρόδου ἐπιτυχοῦσα αὐτῷ. (ῃ. 561) Σημείωσαι δὲ καὶ ὅτι κεῖται καὶ ὧδε τὸ «ἄττα», προσφώνησις πτώσεως κλητικῆς ἀπὸ νεωτέρου τοῦ Μενελάου πρὸς γέροντα τὸν φαινόμενον διὰ τῆς Ἀθηνᾶς Φοίνικα. Φησὶ γὰρ «Φοῖνιξ, ἄττα γεραιὲ παλαιγενές». [Εἰ δὲ καὶ ἀλλαχοῦ περὶ τῆς τοιαύτης δεδήλωται λέξεως, ὅμως οὐκ ἀνένδεκτόν ἐστιν ἐνταῦθα δηλῶσαι, ὅτι ὁ γραμματικὸς Ἀριστοφάνης γράψας, ὥς εἰσι προσφωνήσεις διάφοροι παιγνιωδέστεραί τινες καὶ ὑποκοριστικαί, ἐπάγει, οἷον ἄππα, πάππα, μάμμα, μάμμη, μαμμαία, τέττα, ἄττα. οὕτω δέ, φησί, καὶ 4.92 πατέρας μὲν διαρρήδην τοὺς πρεσβυτέρους καλοῦσι, κἂν ὦσιν ἀλλότριοι, μητέρας δὲ τὰς πρεσβυτέρας, τὴν ἡλικίαν εἰκάζοντες, τὰς δὲ ἔτι πρεσβυτέρας μαίας καὶ τήθας. οὕτω καὶ ταῖς ὠδινούσαις παρεστώσας πρὸς θεραπείαν μαίας καλοῦσιν, εἰ καὶ νεώτεραι εἶεν καὶ μὴ πρεσβύτιδες καὶ διὰ τοῦτο πολύπειροι. ἐξ ἐναντίου δέ φησίν, οἱ πρεσβύτεροι τοὺς νεωτέρους παῖδας καὶ τέκνα καλοῦσι. καὶ Ὅμηρος δέ, φησί, τοιαύταις προσφωνήσεσιν ἀποθεραπεύων τὴν ἡλικίαν μαῖαν τὴν πρεσβῦτιν λέγει καὶ πρεσβύτην πατέρα.] (ῃ. 561 ς.) Τὸ δὲ εὐθὺς ἐπαγόμενον «εἰ γὰρ Ἀθήνη δοίη κάρτος ἐμόι» καὶ ἑξῆς, ὡς ἀνωτέρω κεῖται, περιττῶς ἔχειν ἐγκείμενον δοκεῖ τὸν ˉγˉαˉρ σύνδεσμον, οὕτως ἀρέσαν τῷ ποιητῇ σχηματίσαι. καὶ σημείωσαι τοῦτο. εἰ δὲ καὶ εἶχεν ἄλλως εἰπεῖν, οἷον· εἴ περ Ἀθήνη δοίη κάρτος, ἀλλὰ δέον αὐτὸς ἔκρινεν οὕτω φράσαι καὶ νῦν διὰ προηγησαμένην ἔλλειψιν. θέλων γὰρ εἰπεῖν ὁ Μενέλαος, ὅτι ὦ Φοῖνιξ, δέδια μόνος ἐπαμῦναι τῷ Πατρόκλῳ οἷα μὴ τοσοῦτον σθένος ἔχων, εἰ γὰρ Ἀθήνη δοίη κράτος, τότε ἂν ἐθέλοιμι ἀμῦναι, ὁ δὲ τὸ μὲν δύσφημον ἐσίγησεν, ἤρξατο δὲ ἀπὸ τοῦ ἐφεξῆς. τοιαῦτα δὲ σχήματα καὶ ἀλλαχοῦ ἔστιν εὑρεῖν. (ῃ. 565 ς.) Ὅτι τὸ «ἀλλ' Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος» ταὐτόν ἐστι τῷ «ὡς δέμας πυρὸς μάχεται». διὸ καὶ ἐφερμηνεύων φησὶν «οὐδ' ἀπολήγει χαλκῷ δηϊόων», ἀλλ' ἔστιν οἷον ἀκάματον πῦρ καὶ ἄσβεστον. ἑτέρωθι δὲ τὸν αὐτὸν φλογὶ ἴκελον ἔφη. ἴσως δὲ καὶ ἐπὶ ∆ιομήδους καὶ Ἀχιλλέως οὕτω πως βουλόμενος εἰπεῖν τὴν μὲν τοιαύτην συντομίαν παρῆκε, σεμνότερον δὲ ἐκεῖ καὶ τερατωδέστερον τὴν ἀνδρίαν ἔφρασε, φλογώσας οἷον ἐκείνους καὶ τὸ καρδιακὸν πῦρ ἐκφυσήσας τῷ λόγῳ καὶ ἀναρριπίσας, εἰς ἀερίαν φαντασίαν φλογός. (ῃ. 567-72) Ὅτι ἐνδεικνύμενος ὁ ποιητὴς ἐπαγωγὸν εἶναι τὴν τιμὴν ποιεῖ τὴν Ἀθηνᾶν γηθήσασαν, «ὅττι ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων» Μενέλαος. διὸ καὶ ἀμείβεται αὐτόν, ὡς δηλοῖ ὁ ποιητής, φράσας οὕτως «ἐν δὲ βίην ὤμοισι καὶ γούνασιν ἔθηκε, καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν», ἢ ἔθηκεν, «ἥ τε καὶ ἐργομένη μάλα περ 4.93 χροὸς ἀνδρομέοιο ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμα ἀνθρώπου». Καὶ ὅρα ὅτι οὐ μυίας ἀλκὴν ἐντεθῆναι εἶπε τῷ Μενελάῳ, τοῦτο γὰρ γελοιότατον διὰ τὸ ἄγαν ταπεινόν, ἀλλὰ θάρσος. διὸ καὶ δὶς αὐτὸ παρεσημήνατο ἔν τε τῷ «μυίης θάρσος», καὶ ἐν τῇ ἀποδόσει τῆς παραβολῆς, εἰπὼν «τοίου μιν θάρσους πλῆσε φρένας ἀμφιμελαίνας», τὰς καὶ πρὸ ὀλίγου ῥηθείσας, ἐπαυξήσασα δηλαδὴ καὶ τὸ μένος, ὡς ἐδήλωσε τὸ «ἐν δὲ βίην ἔθηκε», δι' ἧς πιθανῶς βίαιον ἔθετο τὸν πρὶν μὴ τοιοῦτον. ἄλλως γὰρ ἀχρεῖον τὸ θάρσος χωρὶς μένεος. διὸ καὶ τῷ ∆ιομήδει θάρσος ὁμοῦ καὶ μένος ἡ αὐτὴ Ἀθηνᾶ ἐν τῇ εʹ ῥαψῳδίᾳ ἐνέθετο. (ῃ. 569) Ὅρα δὲ καὶ ὅτι ὤμων καὶ γονάτων μνησθεὶς τῶν ἄκρων ὡς ἐναργεστάτων παρῆκε τὰ μέσα, ὡς καὶ πρὸ ὀλίγου ἐν τῷ