211) Τὸ δὲ «ἐπήτριμος», ὃ δηλοῖ, ὡς ἐρρέθη, τὸν πυκνόν, ὁ Ἀσκαλωνίτης ὀξυτόνως, φασί, προέφερεν, οὐκ εὖ λέγων. τὰ γὰρ διὰ τοῦ ˉιˉμˉοˉς ὑπὲρ δύο συλλαβὰς προπαροξύνονται. [Ἐκ τοῦ τρία δέ, ὅπερ ἐστὶ πολλά, γίνεται, φασί, τρίμος, καὶ πλεονασμῷ μετὰ προθέσεως, ὥσπερ ἐπηετανός καὶ ἐπήβολος, οὕτω καὶ ἐπήτριμος. ὁ δέ γε εὐήτριος χιτὼν ἄλλο τι δηλοῖ, ὡς ἀλλαχοῦ δεδήλωται. τὸ μέντοι διὰ τοῦ ˉι γραφόμενον ἴτριον πέμμα, φασίν, ἐκεῖνό 4.162 ἐστι λεπτὸν διὰ σησάμου καὶ μέλιτος γινόμενον. τὸ δὲ παρ' Ὁμήρῳ ἦτρον, ὅτι ἐκ τοῦ ἄω, τὸ πνέω, καθὰ καὶ τὸ ἦτορ γίνεται, ὡς καίριον ὂν τοῖς ζῶσιν, ἔγνωσται ἤδη καὶ αὐτό.] (ῃ. 212) Περικτίονας δὲ νοητέον ἐν τῇ ῥηθείσῃ παραβολῇ διοικονομουμένους ναυσὶ καὶ αὐτούς. οἱ γὰρ τοιοῦτοι χρήσιμοι ἂν πολεμουμένοις νησιώταις ἔσονται, οὐ μὴν οἱ ἄλλως ἁπλῶς περίοικοι. (ῃ. 213) Τὸ δὲ «Ἄρεως ἀλκτῆρες» σημειωτέον εἰς τὸ «ἐμεῖο δὲ δῆσεν Ἄρης ἀλκτῆραγενέσθαι», τὸ πρὸ ὀλίγου ῥηθέν. χρήσιμον γὰρ τοῦτο ἐκεῖ. Ἰστέον γὰρ ὅτι τὰ παλαιὰ τῶν ἀντιγράφων ἐκτείνουσιν ἐνταῦθα τὴν λήγουσαν τοῦ Ἄρεως, ὡς ἀπὸ εὐθείας προδηλωθείσης Αἰολικῆς βαρυτόνου τοῦ Ἄρευς. τινὲς δέ φασι καὶ ὡς αἱ τοῦ Ἀριστάρχου ἐκδόσεις καὶ τοῦτο διὰ μόνου τοῦ ˉω ἔχουσι. τοῦ Ἄρεω γὰρ, ὡς τοῦ Μενέλεω καὶ τοῦ Πείρεω· οἷον· Πείρεω υἱόν. ὁ δ' αὐτός, φασίν, Ἀρίσταρχος καὶ τὸ «ὡς δ' ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρ' ἵκηται τηλόθεν ἐκ νήσου» οὕτω μεταγράφει «ὡς δ' ὅτε πῦρ ἐπὶ πόντον ἀριπρεπὲς αἰθέρ' ἵκηται», λέγων ὡς ἄτοπον τὸ πῦρ εἰκάσαι καπνῷ. οὐκ εὖ δέ, φασίν, ἐκεῖνος ποιεῖ. ὁ γὰρ ποιητὴς τὸ ὅλον πρᾶγμα συνήθως φράζων καπνοῦ τε ἐμνήσθη τοῦ ἐν ἡμέρα, ὡς εἴρηται, καὶ πυρὸς πυρσῶν τοῦ ἐν νυκτί, ᾧ καὶ μόνῳ εἴκασται Ἀχιλλεὺς κατὰ τὸ ἐν παραβολαῖς Ὁμηρικὸν ἔθος. (ῃ. 211) Ὅρα δὲ ὡς, εἰ καὶ ἐκ τοῦ πῦρ πυρός γίγνεται καὶ ὁ πυρρός, τὸ ἐπίθετον, διὰ δύο ˉρ καὶ ὁ ἐκ τούτου πυρσός, κατὰ τὸ ταρρός ταρσός, ἀλλ' ἐκ μὲν τοῦ πυρροῦ ἑτεροῖόν ἐστι ῥῆμα, οἷον ὑπερεπυρρίασε 4.163 παρὰ τῷ Κωμικῷ, ἐκ δὲ τοῦ πυρσοῦ ἀλλοῖον, πυρσεύειν γάρ, ὡς ἐκ τοῦ πῦρ πυρὸς τὸ ἐμπυρεύειν. [Ὅτι δὲ οἱ πυρσοὶ καὶ φανοὶ λέγονται, καὶ πανοὶ δὲ διὰ τοῦ πῖ, καὶ ὅτι τοῦ φανοῦ παράγωγον τὸ φανίον, ἀλλαχοῦ δηλοῦται.] (ῃ. 215-7) Ὅτι Ἀχιλλεὺς «στῆ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδ' ἐπ' Ἀχαιούς», ἢ ἐςἈχαιούς, «μίσγετο. μητρὸς γὰρ πυκινὴν ὠπίζετ' ἐφετμήν», ὡς καὶ πρὸ βραχέων ἐδηλώθη, ὅπερ, εἰ καὶ Πάτροκλος ἐξ Ἀχιλλέως ἐφυλάξατο, ἔζη ἄν. «ἔνθα», φησί, «στὰς ἤϋσεν», ὅ ἐστιν ἐβόησεν. (ῃ. 218) Ὡς δ' οὐκ ἦν πιθανὸν ἁπλῶς οὕτω τοὺς Τρῶας τρέσαι, πλάττει σεμνῶς ὡς ἐν τερατείᾳ ποιητικῇ ὅτι συνεβόησε καὶ ἡ Ἀθηνᾶ, καὶ οὕτως ἐκυδοίμησε τοὺς Τρῶας. (ῃ. 217-8) Φησὶ γὰρ «ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη φθέγξατο», κατά τινα δηλαδὴ συμφωνίαν, «ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν». (ῃ. 219-21) Σεμνύνων δὲ καὶ ἄλλως αὐτὴν καθ' αὑτὴν τὴν τοῦ Ἀχιλλέως κατὰ μόνας φωνήν, ἥν, ὡς εἰκός, Ἀθηνᾶς λόγῳ, τουτέστι φρονήσεως, εἰς ὅσον ἐξῆν καὶ ὕψωσε καὶ ἠγρίανεν, ὡς καὶ αὐτὸς μάλιστα βοὴν ἀγαθός, ὅ ἐστιν εὐρυβόας, ἐπάγει παραβολήν, δι' ἧς αὐτὴν εἰκάζει σάλπιγγι, εἰπὼν «ὡς δ' ὅτ' ἀριζήλη φωνή», τουτέστιν ἀριδήλη, «ὅτε τ' ἴαχε σάλπιγξ ἄστυ περιπλομένων δηΐων ὑπὸ θυμοραϊστέων, ὣς τότε ἀριζήλη φωνὴ γένετο Αἰακίδαο». (ῃ. 222-233) Καὶ ἐπάγει «οἳ δ' ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο, πᾶσιν ὀρίνθη θυμός», ἤγουν πάντες ἐταράχθησαν, «ἀτὰρ καλλίτριχες ἵπποι ἂψ ὄχεα τρόπεον», παλίντροποι δηλαδὴ θέοντες, «ὄσσοντο γὰρ ἄλγεα θυμῷ», αὐτοί τε δηλονότι καὶ οἱ ἄνδρες, [ἢ μᾶλλον οἱ ἄνδρες μόνοι, ἵνα ᾖ ὡς πάντες ὠρίνθησαν ὀσσόμενοι ἄλγεα.] «ἡνίοχοι δ' ἔκπληγεν», ὡς πρὸ μικροῦ ἐδηλώθη, «ἐπεὶ ἴδον ἀκάματον πῦρ δεινόν», τὸ προγραφέν, ὅπερ ἔδαιεν Ἀθηνᾶ. «τρὶς μὲν ὑπ' ἐκ τάφρου μεγάλ' ἴαχε δῖος Ἀχιλλεύς, τρὶς δὲ κυκήθησαν» οἱ περὶ Ἕκτορα. «ἔνθα δὲ καὶ τότ' ὄλοντο δυώδεκα φῶτες ἄριστοι ἀμφὶ σφοῖς», ἤγουν ἰδίοις, «ὀχέεσσι καὶ ἔγχεσσιν. αὐτὰρ Ἀχαιοὶ ἀσπασίως Πάτροκλον ὑπ' ἐκ βελέων ἐρύσαντες κάτθεσαν ἐν 4.164 λεχέεσσι». Καὶ ὅρα ὅπως ὑψώσας τὴν ἐπὶ τῷ κινδύνῳ τοῦ Πατρόκλου περιπέτειαν καὶ εἰς ἄπορον ἀγαγὼν ῥᾷον αὐτὴν λύσας