(ῃ. 296-8) Ὡς εἴ γε μὴ τοῦτο, οὐ θέλει ἡ γραῦς ἐποτρῦναι αὐτὸν ἀπελθεῖν. (ῃ. 299- 301) Καὶ ὁ γέρων πείθεται, καὶ [εἰπὼν «ὦ γύναι, οὐ μέν τοι τόδ' ἐφιεμένῃ», τουτέστιν ἐντελλομένῃ, «σοι ἀπιθήσω», καὶ ἐπαγαγὼν γνωμικῶς τὸ «ἐσθλὸν γὰρ ∆ιῒ χεῖρας ἀνασχέμεν», ἤγουν ἀνατεῖναι, «αἴ κ' ἐλεήσῃ», ὅπερ ἐστὶν «εἴ πως ἐλεήσῃ», ταὐτὸν ὂν τῷ «ὅπως ἐλεήσῃ».] (ῃ. 302-4) Εἶτα ὀτρύνει ἀμφίπολον ταμίην «χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον. ἣ δὲ παρέστη χέρνιβον, ἀμφίπολος πρόχοόν θ' ἅμα χερσὶν ἔχουσα». (ῃ. 305-13) Νιψάμενος δὲ καὶ δεξάμενος κύπελλον ἐκ τῆς Ἑκάβης εὔχεται μέσῳ στὰς ἕρκεϊ, λείβων οἶνον καὶ οὐρανὸν εἰσανιδών φησι «Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε, μέγιστε», ὡς καὶ ἀλλαχοῦ κεῖται, «δός μ' ἐς Ἀχιλῆος φίλον ἐλθεῖν ἠδ' ἐλεεινόν· πέμψον δ' οἰωνὸν ταχὺν ἄγγελον», καὶ ἑξῆς τοὺς τέσσαρας στίχους, ὡς ἡ Ἑκάβη ἐδίδαξε. καὶ ὁ Ζεὺς ὑπακούει καὶ στέλλει δεξιὸν οἰωνόν. Ἐν τούτοις δὲ δηλοῖ ὁ ποιητής, ὡς καὶ ἀλλαχοῦ, ταὐτὸν εἶναι λεῖψαι καὶ σπεῖσαι, ὡσαύτως καὶ δέπας καὶ κύπελλον. (ῃ. 289) Ἔχει δὲ καὶ τὸν ˉμˉεˉν σύνδεσμον ἀναπόδοτον ἐν τῷ «ἐμεῖο μὲν οὐκ ἐθελούσης». (ῃ. 290 ς.) Καὶ τὸν Ἰδαῖον δέ πως παρετυμολογῶν ὡς καὶ τῆς Ἴδης ἀπὸ τοῦ ἰδεῖν λεγομένης, ὃ ταὐτόν ἐστι τῷ ὁρᾶν, φησί· ∆ιῒ Ἰδαίῳ, ὃς ὁρᾶται, ἤγουν καθορᾷ, πᾶσαν τὴν Τροίαν. (ῃ. 283-5) Λέγει δὲ καὶ τὸν τῆς σπονδῆς οἶνον μελίφρονα, καὶ τὸ δέπας χρύσεον, κρατούμενον χειρὶ δεξιᾷ, εἰς ἀγαθὸν καὶ αὐτὸ οἰώνισμα. ἔφη γὰρ ὡς ἀγχίμολον ἦλθεν Ἑκάβη «οἶνον ἔχουσ' ἐν χειρὶ μελίφρονα δεξιτερῇφι χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε», 4.908 ὅ ἐστι σπείσαντες, «κιοίτην». (ῃ. 292) Οἰωνὸν δὲ καὶ νῦν λέγει οὐχ' ἁπλῶς πτηνόν, ἀλλὰ σύμβολον μέλλοντός τινος ἀγγελτικόν. διὸ καὶ ἐπάγει τὸ «ταχὺν ἄγγελον». ἔνθα τὸ «ταχύν» ἢ ὡς ἐπίθετον κεῖται πτηνοῦ, ἢ πρὸς ἔνδειξιν τοῦ χρῆναι ταχὺ καὶ αὐθωρὸν δοθῆναι τὸν αἰτούμενον ὄρνιν, [ὃς ὅτε ∆ιὸς ἄγγελος λέγεται οἷα σημαίνων μόρσιμόν τι, ἐπεὶ καὶ εἰς μοῖραν μεταλαμβάνεται ὁ Ζεύς, οὐκ ἂν προσφυῶς ἐτυμολογοῖτο κατὰ τὸν κοινῶς λεγόμενον ὄρνιν, ἀλλὰ μάλιστα παρὰ τὸ εἴρω, τὸ ἀγγέλλω. ἄγγελος γὰρ ὑπόκειται ∆ιὸς ὁ τοιοῦτος ὄρνις, ἵνα τὸ μὲν ˉο τῆς ἀρχούσης ἀντιπαρακέοιτο τῷ ψιλῷ ˉε τοῦ ῥήματος, ἤγουν τοῦ εἴρω, τὸ δὲ ˉν πλεονάζοι, ὡς καὶ ἐν ἄλλοις.] Ὅρα δὲ ὅτι ὀνειδισθεῖσα πρὸ ὀλίγων ἡ γραῦς ὄρνις κακὸς τῷ γέροντι πέλεσθαι, νῦν δι' ὧν παραινεῖ, ἀγαθὸς ὄρνις αὐτῷ γίνεται. αἰνίττεται δὲ τὸν ῥηθέντα οἰωνὸν εἰς ἀετόν. αὐτὸς γὰρ φίλτατος τῷ ∆ιῒ ᾄδεται ἢ ὡς βασιλεύς, ἢ ὅτι κατὰ τὸν μῦθον τῇ αὐτῇ τῷ ∆ιῒ ἐγγεννήθη ἡμέρᾳ, ἢ ὅτι ὁρμῶντι ἐπὶ βασιλείαν εὐτυχίας σύμβολον ἐμφανισθεὶς ἔφηνε τὸ μέλλον, ἢ ὅτι γεννηθέντα τὸν ∆ία εἰς οὐρανὸν ἀνεκόμισε. φέρεται δὲ μῦθος καὶ ὅτι Μέροψ Κῷος, ἀπαύστως τὴν γυναῖκα πενθῶν θανοῦσαν, ξενίσας Ῥέαν, μετεβλήθη εἰς ἀετόν. καὶ σύνεστιν ἀεὶ τῷ ∆ιΐ. Αἰλιανὸς μέντοι λῃστήν ποτε γενόμενον μεταβληθῆναι εἰς ἀετὸν λέγει. διὸ καὶ γαμψώνυχον μὲν εἶναι θηρατικόν, ἐν γήρᾳ δὲ ἀχρειοῦσθαι τὸ ῥάμφος τῇ ἄγαν ἐπικάμψει, καὶ ἔχει ποινὴν τῆς ποτὲ θηριωδίας τὸν ἐν γήρᾳ λιμόν, ἤδη δὲ καὶ τὸν ἐκ κανθάρων πόλεμον, ὡς εὐθὺς μετ' ὀλίγα ῥηθήσεται. [Ἡ δὲ Βυζαντία Μοιρώ, ποιήτρια δὲ καὶ αὕτη, γράφει κατὰ τὴν τοῦ Ἀθηναίου ἱστορίαν ἐν τῷ περὶ διαλέκτων περὶ αἰετοῦ, ὡς ἐτρέφετο μὲν Ζεὺς ἐνὶ Κρήτῃ, «νέκταρ δ' ἐκ πέτρης μέγας αἰετὸς αἰὲν ἀφύσσων γαμφηλῇς φορέεσκε ∆ιῒ μητιόεντι. τό», ἤγουν διό, «καὶ νικήσας Κρόνον εὐρύοπα Ζεὺς ἀθάνατον ποίησε καὶ οὐρανῷ ἐγκατένασσεν», ἀστροθετηθέντα δηλαδή. «ὡς δ' αὔτως», φησί, «τρήρωσι πελειάσιν ὤπασε τιμήν, αἳ δή τοι θέρεος καὶ χείματος ἄγγελοί εἰσιν», ὃ δὴ καὶ Ἡσιόδῳ δοκεῖ. Ὅρα δὲ ἐν τῷ «ὡς δ' αὔτως πελειάσιν ὤπασε τιμήν», ὅτι Ὁμήρῳ συμφωνεῖν ἡ Μοιρὼ ἐθέλει. ὡς γὰρ κατ' αὐτὴν ὁ ἀετός, οὕτω καθ' Ὅμηρον αἱ πελειάδες 4.909 ἀμβροσίαν φέρουσι τῷ ∆ιΐ. διό, φασί, καὶ ἐν τῇ Ἀσπιδοποιΐᾳ τῶν ἄλλων ἄστρων τὰς Πλειάδας, ταὐτὸν δ' εἰπεῖν πελειάδας, προὔταξε διὰ τὸ πάντῃ ἐπίσημον, εἰπὼν «Πληϊάδας θ' Ὑάδας τε». καὶ τῶν ἄλλων δὲ πτηνῶν αὐτὰς ἐχώρισε κατά τι ἐξαίρετον ἐν τῷ «τῇ μέν τ' οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι». ὡς δὲ