ἀφρῷ μορμύρων ῥέεν ἄσπετος», οὐ βυθίζων τὸ σπέος, ἀλλὰ περίρρυτον τεραστίως αὐτὸ ποιῶν, οἷα καί τι νησίδιον ἔκτοπον. Ἐνταῦθα δὲ ἐπίτηδες ὁ ποιητὴς συνεκτραχύνει τὴν φράσιν τῷ Ὠκεανίῳ ῥεύματι, διὸ καὶ τῷ ῥῶ στοιχείῳ ἐπλεόνασεν. ὅτε μέντοι λειότητα ἐνδείκνυταί τινα κινήσεως, τῷ λάμβδα χρῆται στοιχείῳ, ὡς καὶ ἐν τῷ «μέγαν δ' ἐλέλιξεν Ὄλυμπον». Ἐν δὲ τῷ «μορμύρων ἀφρῷ» οὐ νοητέον τὸν ἀφρὸν μορμύρειν, αὐτοῦ γὰρ τὸ ζέειν ἐστίν, ἀλλ' ὅτι μορμύρει μὲν ὕδωρ, ἐπισυμβαίνει δὲ αὐτῷ μορμύροντι ἀφρός, ὃ δὴ καὶ ἐν τῷ καχλάζειν καὶ παφλάζειν γίνεται, [ὥστε μορμύρει σὺν ἀφρῷ. τραχύτερον δὲ εἶναι τοῦ μύρειν καὶ μύρεσθαι τὸ μορμύρειν δεδήλωται. ὧν τοῦ μορμύρειν μὲν παράγωγον ὁ μορμύρος ἰχθύς, ἴσως δὲ καὶ ἡ Μορμώ, ἀφ' ἧς καὶ μορμολύκειον τὸ δίκην Μορ 4.4 μοῦς καὶ λύκου δυνάμενον ἐκθροεῖν, καὶ τὸ «μορμὼ τοῦ θράσους» παρὰ τῷ Κωμικῷ, παιχθὲν πρὸς τὸ «ἰὼ τοῦ θράσους». τοῦ δὲ μύρειν ἢ μύρεσθαι ἡ μύραινα καὶ ὁ ἁλιμυρήεις ποταμός, κατὰ δέ τινας καὶ τὸ «μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκεν». Ὅτι δὲ ἀφροῦ παῖς ἡ Ἀφροδίτη, ὁ μῦθος ληρεῖ. Ἡ δὲ ἱστορία ἀφύωνπαραδιδοῦσα διάφορα εἴδη τὴν κωβῖτιν, τὰς ἐγκρασιχόλους, τὴν τοῦ γόνου τῶν μαινίδων, τὴν τῆς μεμβράδος, τὴν ἐκ κεστρέων, τὴν τριγλῖτιν, κρείττω λέγει τῶν ἄλλων ἰχθυδίων τούτων τὴν ἀφρῖτιν, γινομένην ἐξ ἀφροῦ θαλάσσῃ ἐπιπολάζοντος, ὅτε πολλοὶ ὄμβροι καταρραγῶσι. δεῖται δέ, φασί, μικροῦ πυρὸς ἐν τοῖς τηγάνοις. ἅμα γὰρ ἧπται καὶ σίζει καθὰ τοὔλαιον εὐθύς. ὅθεν παροιμία, τὸ «εἶδε πῦρ ἀφύη», ἐοικυῖα τῷ πυραύστου μόρος. Γίνεται δὲ ἀφύη παρὰ τὴν φυήν, ἐξ ἧς πρόσωπον μὲν εὐφυὲς καὶ μηροὶ εὐφυεῖς ἐπὶ ἐπαίνῳ, ἀφύη δὲ οὐχ' οὕτως. αὐτὴ γὰρ φαύλως ἔχει φυῆς. καὶ ἔστι κατὰ τοὺς παλαιοὺς δυσφυής, ταὐτὸν δὲ φάναι ἰδιωτικώτερον, κακοφυής, ἀτυχὲς καὶ αὐτὴ οὖσα ἰχθύδιον, καὶ μᾶλλον ἤπερ ἡ παρὰ τῷ Ἀθηναίῳ ἀθερῖνα.] Ὅρα δὲ ὡς οὐκ ἐνδιέτριψεν ὁ ποιητὴς τῷ περὶ Ὠκεανοῦ λόγῳ, ἀλλὰ δι' ὀλίγων φράσας αὐτὸν ἐφύλαξε τῷ πράγ 4.5 ματι μυστικῶς τὴν σεμνότητα. (ῃ. 403-5) Ἐν τούτοις δὲ βιωτικῶς Ἥφαιστος δηλῶν τί ἐστιν ἡ κυρίως φυλακὴ τοῦ ἀναγκαίως κρυπτομένου ἱκέτου, φησὶν «οὐδέ τις ἄλλος ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων», ἀλλὰ ἡ δεῖνα καὶ ἡ δεῖνα, «αἵ μ' ἐσάωσαν», ὡς καὶ προείρηται. νῦν δὲ καὶ καλλιπλόκαμον τὴν Νηρηΐδα Θέτιν εἰπόντος αὐτοῦ, ἔστιν εἰπεῖν ὡς ἀλληγορικῶς καὶ τοῦτο νοεῖται διὰ τὸ ὑγρότητι τρίχας τημελεῖσθαι. ὅθεν καὶ κουροτρόφοι λέγονται ποταμοί. (ῃ. 408-9) Ὅτι φιλοξενικὸν τὸ «ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά, ὄφρ' ἂν ἐγώ» τόδε ποιήσω. (ῃ. 410-7) Ὅτι τὴν τοῦ ἐργάζεσθαι σχολὴν οὕτω περὶ τοῦ χαλκέως Ἡφαίστου φράζει ὁ ποιητὴς «ἦ», τουτέστιν ἔφη, τὰ ῥηθέντα πρὸς Χάριν τὴν γυναῖκα, «καὶ ἀπ' ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί. φύσας μέν ῥ' ἀπάνευθε τίθει πυρός, ὅπλα τε πάντα λάρνακα εἰς ἀργυρέην συνελέξατο, τοῖς ἐπονεῖτο, σπόγγῳ δ' ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρ' ἀπομόργνυ αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα, δῦ δὲ χιτῶνα, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε χωλεύων». Καὶ ὅρα ὡς οὐ φείδεται χωλὸν σαφῶς ὑπογράφων τὸν Ἥφαιστον, ὡς δηλοῖ τὸ «ἠθέλησε κρύψαι χωλὸν ἐόντα», ἐκ γενετῆς δηλαδὴ καθ' Ὅμηρον, οὐ μὴν κατά τινας ἐκ τῆς οὐρανόθεν ῥίψεως, ἔτι δέ, ὡς δηλοῦται, καὶ ἐν τῷ «ἀνέστη χωλεύων», καὶ «βῆ δὲ θύραζε χωλεύων», οἷς σύμφωνον ἐπαχθὲν μετὰ τὸ χωλεύων διὰ σαφήνειαν καὶ τὸ «ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί», καὶ μετ' ὀλίγα τὸ «αὐτὰρ ὃ ἔρρων πλησίον Θέτιδος ἷζε». Τὸ δὲ «ἔρρων» καὶ πλέον τι τοῦ «χωλεύων» δηλοῖ. Σημείωσαι δὲ καὶ ὡς ἔννοιαν κἀνταῦθα ταπεινὴν λέξεων ὄγκῳ ἐξήγειρεν. (ῃ. 410) Ἀκμόθετον δὲ τόπος, ἔνθα ὁ ἄκμων τίθεται, ὡς δηλοῖ καὶ τὸ «θῆκεν ἐπ' ἀκμοθέτῳ μέγαν ἄκμονα». ἔνθα ἐτυμολογεῖται ἡ λέξις τοῦ ἀκμοθέτου, ὅπερ ἐκ τοῦ ἀκμονοθέτου 4.6 συγκέκοπται. ὅπου ἐνθυμητέον καί, ὡς ὁ τοῦ Κρόνου πατὴρ Ἄκμων ἐκαλεῖτο ἀπὸ τῆς τοῦ οὐρανοῦ, φασίν, ἀκαμάτου φύσεως, αἰνιττομένων τῶν θεολόγων τὸ ἄκμητον αὐτοῦ τῆς περιφορᾶς. Ἄκμων δέ, φασί, καὶ