φασι ἐκ τοῦ ὁμῶ, ὃ δηλοῖ τὸ ὁμοῦ γίνομαι, οὗ ἡ χρῆσις προδεδήλωται, ὅπου τὸν ∆ία δόλῳ ἡ Ἥρα μελετᾷ περιελθεῖν. ἔστι γὰρ οἱμᾶν τὸ πυκνωθέντα τινὰ καὶ ὁμοῦ εἰληθέντα ἢ ἀλέντα, ὅ ἐστιν ἑαυτὸν συστρέψαντα, ὁρμᾶν. ὃ δηλοῦται καὶ ἐν τῷ «οἵμησεν ἀλείς», ὅ ἐστι κατὰ τοὺς παλαιοὺς ἄθρουν συστρέψας ἑαυτὸν ὥρμησεν. (ῃ. 310) Ἀμαλὴν δὲ λέγει ἢ τὴν ἁπαλήν, ὡς προγέγραπται ἀλλαχοῦ, ἢ τὴν μαλλωτὴν καὶ τριχώδη κατὰ τοὺς παλαιούς, ὧν τινες καὶ μαλήν δισυλλάβως γράφουσιν, ὡς καὶ τοῦτο προδεδήλωται. Τὸ δὲ πτώξ λαγωοῦ συνήθως ἐπίθετον κατ' ἐξαίρετον, ὥστε ὅτε τις εἴπῃ μόνον τὸ πτώξ, λείπει τότε τὸ κύριον ὁ λαγωός, ὡς καὶ ἐν τῷ «βροτοὶ ἄνδρες» μόνον λεχθὲν τὸ βροτοί ἐλλειπές ἐστι τοῦ ἄνδρες. πολλὰ 4.620 δὲ καὶ ἄλλα τοιαῦτα πολλαχοῦ δηλοῦνται. [Λαγωὸς δὲ ἀμφιβάλλεται εἴτε ἀπὸ τοῦ λαγώς ἐκτεινομένου κατὰ τὴν λήγουσαν γέγονε πλεονασμῷ τοῦ ˉο μικροῦ, εἴτε καὶ ἀνάπαλιν ἐκ τοῦ λαγός σμικρυνομένου ἐμεγεθύνθη ὁ τῷ ˉω μεγάλῳ παραληγόμενος λαγωός. Ἰστέον γὰρ ὅτι διφορεῖται, καθὰ προπαρεδόθη, καὶ ὁ λαγός, καὶ ὁ μὲν διὰ τοῦ ˉο μικροῦ παλαιὸς καὶ κοινότερος, ὁ δὲ ἐκτεταμένος Ἀττικῶς παρεισέδυ. ὡς γὰρ κάλος κάλου, τὸ σχοινίον, ὁ δ' αὐτὸς καὶ κάλως κάλωος παρ' Ἀττικοῖς ὕστερον ἢ κάλως κάλω, οὕτω καὶ λαγός λαγοῦ, ἀφ' οὗ ἐξέδραμεν ὁ Λάγος, τὸ κύριον, καὶ λαγώς λαγώ. οὕτω δὲ κατὰ τὴν τοῦ Ἀθηναίου παράδοσιν. καὶ οὐ μόνον ὁ ταώς τοῦ ταώ, ἀλλὰ καὶ ὁ ταός τοῦ ταοῦ, οἷον «ψιττακοί, ταοί, μελεαγρίδες, φασιανοί». οὐ μὲν τοιοῦτον καὶ ὁ τυφώς, αὐτὸς γὰρ ἀεὶ τῷ ˉω μεγάλῳ ὤγκωται. Ὅτι δὲ ὁ λαγωός, ταὐτὸν δ' εἰπεῖν ὁ δασύπους, ἐψίλου τὴν λήγουσαν, δηλοῖ ὁ καλὸς Ἀθήναιος, εἰπὼν οὕτω· τὰ ὑπὲρ 4.621 μίαν συλλαβὴν ὀνόματα, ὧν ἡ λήγουσα εἰς ˉοˉς ἐστι καθαρόν, ψιλοῖ τὸ λῆγον, οἷον· πρᾶὀς, Κεῖὀς, υἱὄς, λαὄς, πηὄς, γόὀς, ζωὄς, οὕτω καὶ λαγωός. ὁμοίως δὲ καὶ νεὤς, λεὤς, Τυνδάρεὠς. Τρύφων δὲ λέγει τοὺς Ἀθηναίους περισπᾶν τὸ ταὧς καὶ δασύνειν τὴν λήγουσαν. ἕτεροι δὲ ἀμήχανόν φασι παρὰ Ἀττικοῖς καὶ Ἴωσιν ἐν τοῖς τοιούτοις ὀνόμασι τὴν τελευτῶσαν δασύνεσθαι. πάντως γὰρ εἶναι ψιλὴν αὐτὴν παρηκολούθησε, οὐ μὴν μετὰ δασείας. φίλαρχος γὰρ οὖσα καὶ ἡγεμονικὴ τὴν φύσιν ἡ δασύτης τοῖς τελευταίοις μέρεσι τῶν ὀνομάτων οὐκ ἐγκαθείργνυται. καὶ οὕτω μὲν αὐτοί. Σέλευκος δὲ τοῦτο ἄλλως φράζει. σεμνύνας γὰρ καὶ αὐτὸς τὴν δασεῖαν τῷ προάττειν καὶ τάχιόν, φησίν, ἐκθέειν καὶ δι' ἐπιπολῆς εἶναι τῶν λέξεων καὶ πρὸ τῶν φωνημάτων τάττεσθαι, ἐπάγει· εἰ δὲ τοιαύτη ἡ δασύτης, ἀλόγως ἄρα κατὰ τὴν τελευταίαν συλλαβὴν τοῦ ταώς πρὸς τῶν Ἀττικῶν προσπνεῖται.] (ῃ. 312-6) Ὅτι τὴν τοῦ Ἀχιλλέως ὁρμὴν καθ'Ἕκτορος οὕτω φράζει «ὁρμήθη δ' Ἀχιλλεύς, μένεος δ' ἐμπλήσατο θυμὸν ἀγρίου», ὡς εἴρηται προσεχῶς, «πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε καλόν, δαιδάλεον, κόρυθι δ' ἐπένευε φαεινῇ, τετραφάλῳ· καλαὶ δὲ περισείοντο ἔθειραι, χρύσεαι, ἅς», ὡς καὶ προεγέγραπται, «Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμείας». καὶ οὕτω μὲν καλλιγραφεῖ τὰ κατὰ τὸν φίλον ἀριστέα ὁ ποιητής. (ῃ. 317- 20) Θέλων δὲ μηδ' ἐνταῦθα τοῦ ποιητικοῦ ἀρτύματος ἀποσχέσθαι τῆς παραβολῆς φησιν «οἷος δ' ἀστὴρ εἶσι μετ' ἄστρασι νυκτὸς ἀμολγῷ», τῷ πολλαχοῦ γραφέντι, «ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ, ὣς αἰχμῆς ἀπέλαμπεν εὐήκεος, ἣν ἂρ Ἀχιλλεὺς πάλλεν δεξιτερῇ, φρονέων κακὸν Ἕκτορι δίῳ». φθάσας μὲν οὖν τὸν τοῦ Ὠρίωνος κύνα, νῦν δὲ τὸν ἕσπερον εἰς παραβολὴν ὁμοίαν εἵλκυσεν. [(ῃ. 312 ς.) Μένος δὲ ἄγριον τὸ θηριῶδες λέγει. ἄγρια δὲ οὐ μόνον λέοντες καὶ τὰ τοιαῦτα, ἀλλὰ πᾶν τὸ μὴ ἥμερον. διὸ καὶ τὸ ἐκεῖθεν ἀγριμαῖον ἀντιδιαστέλλεται τοῖς τιθασοῖς, οἷον «πολλὰ μὲν τῶν ἀγριμαίων ἔγκειται πεπονημένα, πολλὰ δὲ σῖτα καὶ τῶν ἡμέρων ὀρνίθων, ἤγουν καὶ ἥμεροι ὄρνιθες.] (ῃ. 314) Ὅρα δὲ ὅτι τε τὸ ἐπινεύειν, ὅπερ τῶν τριχῶν ἦν τῆς κόρυθος, τῷ Ἀχιλλεῖ προσήρμοσεν ἐν τῷ «κόρυθι δ' ἐπένευεν», ᾧ λόγῳ καὶ μάχη φρίσσει 4.622 ἐγχείαις, καὶ λήϊον ἀσταχύεσσι, καὶ ὅτι τετράφαλον λέγει τὴν τοῦ Ἀχιλλέως κόρυθα, ὅπερ ἐν τῇ ὁπλοποιΐα ἐσίγησεν, ὥσπερ καὶ τὰς περὶ τὸν λόφον χρυσᾶς ἶνας, αἳ τρίχας ἐμιμοῦντο, οὐ δεινὸν αὐταὶ ποιοῦσαι τὸν λόφον