μεῖζον 4.782 κρίνων αὐτό. διὸ καὶ Ἀχιλλεὺς ἀγαλλιασάμενος ποιεῖ οὕτω. καὶ ἑτέρως δὲ φράσαι, τιμῆς ἀντιποιεῖται Ἀντίλοχος, καὶ οὐ χαίρει γέρας ἀφαιρούμενος οἰκεῖον, ἀλλὰ δικαιολογεῖται περὶ τούτου τῷ Ἀχιλλεῖ, ὃς πεπειραμένος οἶδεν οἷόν ἐστιν ἡ τοῦ γέρως ἀφαίρεσις. (ῃ. 553 ς.) Φράζει δ' Ἀντίλοχος οὕτω περὶ τοῦ δευτερείου, ἤγουν τῆς ἵππου «τὴν δ' ἐγὼ οὐ δώσω· περὶ δ' αὐτῆς πειρηθήτω ἀνδρῶν ὅς κ' ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι». περιμάχητος ἄρα ἡ ἵππος αὕτη. Ὅτι δὲ τὸ χερσὶ μάχεσθαι διαστολὴν ἔχει τοῦ θυμομαχεῖν καὶ λογομαχεῖν, προδεδήλωται. ὡς δὲ ἡδέα τὰ ἔπαθλα, δηλοῖ μὲν καὶ ἡ ἄρτι ἔρις, καὶ ἐφεξῆς δὲ ἡ κατὰ τὸν Μενέλαον, καὶ τὸ (ῃ. 565) «Εὐμήλῳ ἐν χερσὶ τίθει» τὸν ῥηθέντα θώρακα, «ὃ δὲ δέξατο χαίρων», μάλιστα δὲ ἡ τούτων ἡδύτης ἐν τῇ κοινῇ τῶν ἀεθλευόντων ὑπολήψει σαφῶς διαφαίνεται ἀεί. Ὅρα δὲ [ὅτι τε προκλητικὸν τῶν ἐφεξῆς τὸ «περὶ δ' αὐτῆς πειρηθήτω» καὶ ἑξῆς. οἶδε γὰρ ὁ ἀγχίνους Νεστορίδης ὡς ἐρίσει δι' αὐτὴν ὁ Μενέλαος, καὶ] ὅτι ἐν τῷ «πρόβατα καὶ δμῳαὶ καὶ μώνυχες ἵπποι» ἁπλοϊκῶς καὶ οὐ κατά τινα τιμίαν τάξιν ὁ Ἀντίλοχος ἔφρασεν οἷα καὶ σχεδιάζων καὶ χολούμενος. [∆ιὸ καὶ δυσὶν ἐνταῦθα εἰς οὐδὲν δέον ἐχρήσατο συνεκδοχαῖς, ἤγουν συλλήψεσι, μνείᾳ μὲν προβάτων συνεκδεξάμενος καὶ βόας καὶ αἶγας, ἵππους δέ γε τοὺς ποθεινοὺς ἰδίᾳ ἐκλαλήσας, (ῃ. 551) τῷ ἀνελεῖν δέ, ἤγουν κάτωθεν ἐκ γῆς ἀναλαβέσθαι, χρυσὸν καὶ χαλκὸν καὶ τοιαῦτα συλλαβὼν καὶ πρόβατα καὶ ἵππους καὶ λοιπά, ὧν οὐκ ἔστιν οἰκεῖον τὸ ἀνελεῖν. δοκεῖ δὲ ἀστείως ἐν τῷ «χρυσὸς πολύς» ὑποδάκνειν τὸν Ἀχιλλέα, εἰ οὕτω πολύχρυσος ὢν βραχύ τι χρυσοῦ προὐβάλλετο εἰς ἀέθλιον. (ῃ. 553) Ἔχει δέ τι δριμὺ καὶ τὸ «τὴν δ' ἐγὼ οὐ δώσω», παρῳδηθὲν ἐκ τοῦ «τὴν δ' ἐγὼ οὐ λύσω», τὴν Χρυσηΐδα δηλαδή, ἧς Ἀγαμέμνων πρὸ τούτων ἀντεποιεῖτο περιέπων ὡς γέρας, καθὰ καὶ ὁ Μενέλαος ἀντιποιήσεται τῆς ἵππου μετ' ὀλίγα, πρὸς ὃν δυνήσεται εἰπεῖν ὁ Ἀντίλοχος τὸ «τὴν δ' ἐγὼ οὐ δώσω», καθὰ καὶ ὁ βασιλεὺς 4.783 ἐκεῖ ἔφη τὸ «τὴν δ' ἐγὼ οὐ λύσω». πρὸς ἃ δὴ μειδιᾷ ὁ Ἀχιλλεύς.] (ῃ. 566) 4.783 Ὅτι μετὰ δίκην Ἀντίλοχος ἄεθλον τὸ δεύτερον λαβών, εἶτα δευτέροις ἀγῶσι περιπίπτει. ἀντιπίπτει γὰρ αὐτῷ Μενέλαος, ἐπείπερ αὐτὸν ἐνίκησε «κέρδεσι» κατὰ τὸν ποιητήν, «οὔ τι τάχει παρφθάμενος». καὶ τὸ ῥηθὲν ἆθλον, τὴν ἵππον, εἰς ἑαυτὸν ἕλκει. καὶ ἐπεὶ ἔφη Ἀντίλοχος «τὴν δ' ἐγὼ οὐ δώσω, περὶ δ' αὐτῆς πειρηθήτω» καὶ ἑξῆς, οὐ κεχολώσεται κατ' ἐκεῖνον ὁ Μενέλαος, (ῃ. 566-8) ἀλλὰ ἤδη χολοῦται ἄμοτον καὶ ἀνίσταται «θυμὸν ἀχεύων». καὶ ὁ κῆρυξ μὲν σκῆπτρον ἐν χερσὶν αὐτῷ τίθησι καὶ σιωπῆσαι κελεύει Ἀργείους, (ῃ. 570-8) Μενέλαος δέ φησιν «Ἀντίλοχε, πρόσθε πεπνυμένε, ποῖον ἔρεξας; ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους, τοὺς σοὺς πρόσθε βαλών, οἳ πολὺ χείρονες ἦσαν. ἀλλ' ἄγετε Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες», ὃ καὶ ἐν ἄλλοις ἐγράφη, «ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μηδ' ἐπ' ἀρωγῇ, μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν· Ἀντίλοχον ψεύδεσι βιησάμενος Μενέλαος οἴχεται ἵππον ἄγων, ὅττι οἱ», τουτέστι τῷ Ἀντιλόχῳ, «πολὺ χείρονες ἦσαν ἵπποι, αὐτὸς δέ», ἤγουν ὁ Ἀντίλοχος, «κρείσσων ἀρετῇ τε βίῃ τε». (ῃ. 574) Οὕτως εἰπὼν ὁ Μενέλαος, καὶ «δικάσσατε», φάμενος, «εἰς μέσον», ἤγουν ἐξ ἴσου, ἵνα μέσοι γένησθε καὶ μὴ ἑτεροβαρεῖς, ὥς φασιν οἱ παλαιοί, οὗ δὴ ἐκ παραλλήλου ἐφερμηνευτικὸν τὸ «μήδ' ἐπ' ἀρωγῇ», ταὐτὸν γὰρ τὸ «ἐς μέσον» καὶ τὸ «μηδ' ἐπ' ἀρωγῇ», ἤτοι μέσως καὶ μὴ κατὰ χάριν. οὕτω τοίνυν ζητήσας δικάσασθαι ὁ βασιλεὺς οἷα θαρρῶν τῷ δικαίῳ καὶ ὡς οὔτις αὐτοῦ καταψηφιεῖται, μεταβουλεύεται ταχὺ καὶ τὸ τίμιον καὶ βασιλικὸν φυλάττων ἑαυτῷ τοὺς μὲν αἱρετοὺς ἀφίησι δικαστάς, γνωματεύει δ' αὐτὸς ἐκεῖνος κρίνας, (ῃ. 579-85) καί φησιν «εἰ δ' ἄγ' ἐγὼν αὐτὸς δικάσω καί μ' οὔ τινά φημι ἄλλον ἐπιπλήξειν ∆αναῶν· ἰθεῖα γὰρ ἔσται. Ἀντίλοχ', αἲ δ' ἄγε δεῦρο, διοτρεφές, ᾗ θέμις ἐστί, στὰς ἵππων προπάροιθε 4.784 καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην χερσὶν ἔχων ῥᾳδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες, ἵππων ἁψάμενος γαιήοχον ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι». ταῦτα τὰ τοῦ Μενελάου, μὴ φέροντος ἢ νικηθῆναι ἢ λαβεῖν μὲν τὸ ἆθλον, δόξαι δὲ βιάσασθαι τὸν