πάντες αὐτὸν περιστήσονται τὸν ἕνα, τὸν ὀλίγον, πολλοὶ δέ τινες, ὡς εἰκός.] (ῃ. 98) Τὸ δὲ «πρὸς δαίμονα φωτὶ μάχεσθαι» ταὐτὸν μέν ἐστι τῷ διὰ μέσου φωτὸς θεοφιλοῦς δαιμονομαχεῖν, στρυφνῶς δὲ καὶ συνεστραμμένως πέφρασται διὰ συντομίαν. βούλεται δὲ λέγειν, ὅτι ὁ μαχόμενος ἀνδρί, ὃν δαίμων τιμᾷ, εἰ καὶ δοκεῖ ἁπλῶς ἀνθρώπῳ μάχεσθαι, ἀλλ' ἀληθῶς διὰ μέσου τοῦ τοιούτου δαίμονι μάχεται. τοῦτο δὲ ἀλλαγέντος τοῦ δαίμονος εἰς ἀγαθὸν ὄνομα καλὸν ἔσται γνωμικόν, ἵνα εἴπῃ ὅτι ἐπιβλαβές ἐστιν, ὅτε τις ἐθέλει πρὸς θεὸν φωτὶ μάχεσθαι, ὃν ἐκεῖνος τιμᾷ. δι' οὗ δηλοῦται, ὡς οὐ χρὴ θεοφιλεῖ ἀνδρὶ ἀνθίστασθαι. εἰ γὰρ θεῷ φίλος ὁ πολεμούμενος, κοινὰ δὲ τὰ τῶν φίλων, κοινὸς ἄρα καὶ ὁ πόλεμος τῷ τε θεῷ καὶ τῷ θεοφιλεῖ, ὃν ἐνέφηνεν Ὅμηρος ἐν τῷ «ἐπεὶ ἐκ θεόφιν πολεμίζει», ὃ ταὐτὸν τῷ «ἐπεὶ θεοφιλής ἐστι». (ῃ. 99) Τὸ δὲ «πῆμα ἐκυλίσθη» καὶ νῦν ἀντὶ τοῦ ἄνωθεν ἐκ θεοῦ ἐπῆλθε. (ῃ. 101) Τὸ δὲ «Ἕκτορι χωρήσαντα» ἀντὶ τοῦ ἀναχωρήσαντα, ὑποχωρήσαντα, ἐκχωρήσαντα, ὃ καὶ εἴκειν λέγεται. (ῃ. 102-4) Ὅτι πάνυ ὁ ποιητὴς ἐξαίρει τὸν Αἴαντα, οὐ μόνον ὅτε λέγει ὡς περὶ μὲν εἶδος, περὶ δ' ἔργα ἐτέτυκτο πάντων Ἀχαιῶν μετ' Ἀχιλλέα, ἀλλὰ καὶ μάλιστα νῦν, ὅτε ὁ Μενέλαος λέγει, ὡς «εἴ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην, ἄμφω ἂν ἰόντες ἐπιμνησαίμεθα χάρμης καὶ πρὸς δαίμονά περ», ἤγουν, Αἴαντος συμμαχοῦντος οὐ μόνον ἐμμέσως, ὡς ἀνωτέρω ἐρρέθη, μαχοίμεθα ἂν πρὸς δαίμονα, ὅ ἐστι διὰ μέσου θεοφιλοῦς ἀνδρός, ἀλλὰ καὶ ἀμέσως πρὸς αὐτὸν δαίμονα. ὃ καὶ ∆ιομήδης πλάττεται ποιῶν ἐν τῇ εʹ ῥαψῳδίᾳ, οὐ μόνον διὰ μέσου τοῦ Αἰνείου πολεμήσας τῇ μητρὶ Ἀφροδίτῃ, ἀλλὰ καὶ αὐτῇ ἐκείνῃ ἀντικαταστὰς καὶ τρώσας. Τὸ δὲ Ὁμηρικὸν τοῦτο θεοσεβής τις ἀνὴρ μετακεντρίσας ὡς εἰ καὶ θάλος εὐγενὲς εἰς θεῖον λειμῶνα, εἴποι ἄν ποτε περὶ ἐναρέτου ἀνδρός, ὡς εἴ που πυθοίμην τοῦ δεῖνος, ἄμφω ἂν ἐλθόντες ἐπιμνησαίμεθα χάρμης καὶ πρὸς δαίμονά περ, ἤγουν οὐ πρὸς μόνον ἄνδρα δαιμονοφιλῆ, ἀλλὰ καὶ πρὸς αὐτὸν δαίμονα τὸν κάκιστον δηλαδή. 4.22 [Ἡ δὲ προκειμένη ἔννοια χρησιμεύει καὶ εἰς τὸ «σύν τε δύ' ἐρχομένω», καὶ ἁπλῶς εἰς τὸ περὶ συζυγίας φιλικῆς.] (ῃ. 105) Ἐν δὲ τοῖς ἑξῆς παροιμιῶδες τὸ «κακῶν δέ κε φέρτερον εἴη», ἀντὶ τοῦ ὡς ἐν κακοῖς κάλλιον. ἐντεῦθεν Σοφοκλῆς παραξέσας ποιεῖ τὸν Οἰδίποδα λέγοντα περὶ αὑτοῦ, ὅτι κάλλος κακῶν ὕπουλον ἐξετράφη, ἀντὶ τοῦ ἐν κακοῖς μέγα καὶ περιφανές. εἴη δ' ἂν ὅμοιόν τι καὶ τὸ «καλόν γ' ὄνειδος σπαργάνων ἀνειλόμην». ἕτερος δέ τις τὸ φέρτερον κακῶν ἄλλως ἔφρασε, τοῦ κακοῦ τὸ μεῖον εἰπών, ἐξ Ὁμήρου καὶ αὐτὸς κερδάνας τὸ νόημα. φέρτατον δὲ κακῶν Ὅμηρος ἐνταῦθα ἔφη τὸ νεκρὸν γοῦν κομίσαι τῷ Ἀχιλλεῖ τὸν Πάτροκλον. (ῃ. 102) Ἰστέον δὲ ὅτι ἐλλόγου διαστολῆς χρεία ἐν τῷ «Αἴαντός γε», ἵνα μὴ νοοῖτο «Αἴαντός γε βοὴν πυθοίμην», ἀλλὰ «Αἴαντος πυθοίμην βοὴν ἀγαθοῦ». καὶ συντάσσεται καὶ νῦν τὸ «πυθοίμην» μετὰ γενικῆς. Ὅτι αἰδούμενος οἷον ὁ ποιητὴς ἐπὶ Μενελάῳ φεύγοντι διὰ τὸ Τρώων στίχας ἐπελθεῖν ἄρχοντος Ἕκτορος λέοντι αὐτὸν εἰκάζει οὕτω πάσχοντι, ὡς ἂν ὧδε γοῦν σεμνύνῃ τὸν ἥρωα, (ῃ. 108-12) Καί φησιν «αὐτὰρ ὅ γ' ἐξοπίσω ἀνεχάζετο», ἤγουν ὡς μετ' ὀλίγα φησίν, ἀπὸ Πατρόκλοιο κίε, «λεῖπε δὲ νεκρόν, ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος», ὁ πολλαχοῦ κείμενος, «ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται», ἤγουν διώκωσιν, «ἔγχεσι καὶ φωνῇ· τοῦ δ' ἐν φρεσὶν ἄλκιμον ἦτορ παχνοῦται, ἀέκων δέ τ' ἔβη ἀπὸ μεσσαύλοιο», τουτέστι σταθμοῦ. ἀγροτικαὶ δὲ ἄμφω ταῦτα κατοικίαι. Ἰστέον δὲ ὅτι ἰδιότης λέοντος καὶ τὸ διωκόμενον μὴ φεύγειν προτροπάδην, ἀλλ' ἐντροπαλίζεσθαι, ὅ ἐστι συχνὰ μεταστρέφεσθαι ἐν τῷ, ὡς ἀλλαχοῦ φησιν, «ὀλίγον γόνυ γουνὸς ἀμείβειν», ὃ μεταλαβών τις ἐπὶ σκέλος χωρεῖν λέγει, οὐ φράσας κάλλιον τοῦ 4.23 ποιητοῦ, ὃς τὸ γόνυ γουνὸς ὀλίγον ἀμείβειν πρὸς τὸ «μακρὰ βιβάσθων» ἀντιδιέστειλε. (ῃ. 110) Τὸ δὲ δίω ῥῆμα, ἐξ οὗ τὸ «δίωνται», οὕτω μὲν λεγόμενον σκορακίζεται τοῖς λογογράφοις, συντεθὲν δὲ μετὰ τοῦ ὦκα εὐχρηστεῖται. ἀπ' αὐτοῦ γὰρ τὸ διώκειν. (ῃ. 111) Τὸ δὲ «ἐν φρεσὶν ἄλκιμον ἦτορ»,