1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

17

πονηρίας ἀπείρα τον. Ἀγαπῶμεν τὴν παῖδα; συνησθῶμεν αὐτῇ τῆς μεταβά σεως, ὅτι τὴν ἁλμυρὰν καὶ πικρὰν τοῦ βίου διεπέρασε θάλασ σαν, καὶ εἰς τοὺς ἀκυμάντους καθωρμίσθη λιμένας, καὶ τοῦ σφοδροῦ τούτου καὶ χαλεποῦ κλύδωνος, οὗ νῦν ὑμεῖς ἐγεύσα σθε, ὑπερτέρα γεγένηται. Νικήσωμεν λογισμῷ τῆς φύσεως τὰς ἀκίδας. Μαρτυρίου καιρὸν τὸν πειρασμὸν ὑπολάβωμεν. Ἀλγεῖν ἡ φύσις παρακελεύεται; ὁ λογισμὸς χάριν ὁμολογείτω, καὶ τοῖς ἐκείνου νεύμασιν ἀκολουθείτω. Κεντεῖ τῆς κόρης ἡ μνήμη; τὴν τοῦ πεποιηκότος ἀντιτάξωμεν μνήμην. Εἴπω μεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο · ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας . ∆έκα παίδων χορὸν κατὰ ταὐτὸν τῷ θανάτῳ παρέπεμψεν ὁ ταῦτα φθεγξάμενος, καὶ οὐδὲ καθ' ἕνα προὔπεμψεν εἰς τοὺς τάφους, οὐδὲ ἐπὶ χρόνον νενοσηκότας, ἵνα μελετηθὲν τῷ χρόνῳ τὸ πάθος ἀμβλυτέραν τὴν ὀδύνην ἐργάσηται, ἀλλ' ἐξαπίνης τὴν ἁπάντων ἤκουσε τελευτήν, καὶ τελευτὴν καινὴν καὶ παράδοξον. Ἑστιώμενοι γὰρ καὶ ἐπὶ στιβάδος ἀνακείμενοι ἄρδην ἀπώλοντο, τῆς οἰκίας αὐτοῖς καταῤῥαγείσης. Τί τοῦ θεάματος ἐκείνου χαλεπώτερον ἐν βίῳ γεγένηται; ποία τραγῳδία τοιαύτας ἐδέξατο συμφοράς; Ἐνθυμήθητι γὰρ ὁπόσον πικρὸν καὶ ἐλεεινὸν χῶμα τὴν οἰκίαν γεγενημένην εἶτα ὀρύττειν, καὶ τὰ σώματα τῶν παίδων ἐρευ νᾶν, καὶ εὑρίσκειν τὸν μὲν μετὰ τῆς κύλικος κείμενον, τὸν δὲ τὴν χεῖρα εἰς τὴν τράπεζαν ἐκτεταμένην ἔχοντα καὶ τοῦ μὲν βλέπειν τοὺς ὀφθαλμοὺς ἐξορωρυγμένους, τοῦ δὲ τὰ σκέλη κατεαγότα, ἄλλου δὲ τὰς χεῖρας ἐκτετμημένας, ἑτέρου τὸν ἐγκέφαλον κατεῤῥηγμένον. Ταῦτα πάντα ὁρῶν ὁ γενναῖος ἐκεῖ νος πατήρ, οὐδὲν ἐπαχθὲς ἐφθέγξατο, ἀλλὰ τὸν ποιητὴν ἀνυμνῶν διετέλεσε, καὶ χάριν ἐπὶ πᾶσιν ὁμολογῶν· Ὁ Κύριος , φησίν, ἔδωκεν, ὁ Κύριος ἀφείλετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας . Ἕνα υἱὸν ἔσχεν ὁ μακάριος Ἀβραὰμ ὁ πατριάρχης, καὶ τοῦτον ἐν γήρᾳ, καὶ μετὰ πολλὰς ἐπαγγελίας, πολλῶν ἐτῶν διελθόντων· ἀλλ' ἡνίκα ἔδει λοιπὸν νυμφίον ἰδεῖν, τηνικαῦτα αὐτῷ προσέταξεν ὁ τῶν ὅλων Θεὸς ἱερουργῆσαι τοῦτον καὶ θυσίαν προσενεγκεῖν. Καὶ οὐκ ἀντεῖπεν, οὐκ ἐδυσχέρανε τὴν αἴτησιν, ἀλλὰ χαίρων ἔδραμε, καὶ ἀπέκναιεν αὐτὸν τῆς ὁδοῦ τὸ μῆκος, καὶ αὐθωρὸν ἐβού λετο τὴν θυσίαν προσενεγκεῖν. Ἀμέλει τὸ τῆς θυσίας χωρίον καταλαβών, εὐθύς τε τὸν βωμὸν ἐδείματο καὶ τὰ ξύλα συνέθη κε· ἐπέδησε μὲν τὸν παῖδα, ἐξέτεινε δὲ κατὰ τοῦ φιλτάτου τὴν πατρικὴν δεξιάν. Καὶ λεγέτω μηδείς, ὅτι ὁ Θεὸς ἐκεῖ ἐκώ λυσε τὴν σφαγήν, ἀλλὰ τοῦ Ἀβραὰμ τὴν προθυμίαν ἐξεταζέτω. Εἴποι δ' ἄν τις ἴσως, ὅτι ὁ Θεὸς ἐκεῖ προσέταξε, καὶ διὰ τοῦ το ὑπήκουσεν Ἀβραάμ. Ἀλλὰ καὶ ἐνταῦθα ὁ Θεὸς ἔλαβε. Τί γὰρ εἰ μὴ προσεῖπε, ∆ός μοι τὴν θυγατέρα τὴν μονογενῆ, ἣν ἠγάπησας; ἀλλ' ἴσμεν, ὅτι αὐτὸς ἔλαβεν· ἐν γὰρ τῇ χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων . Καὶ ὁ μακάριος δὲ ∆αυΐδ. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσιν· ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς . Πιστεύσωμεν τοιγαροῦν καὶ ἡμεῖς θυσίαν τῷ Θεῷ προσενηνοχέναι τὴν παῖ δα· εἰ γὰρ οὕτως φιλοσοφήσομεν, καὶ τῶν ἀβραμιαίων ἀξιω θησόμεθα κόλπων, κἀν τῷ παρόντι βίῳ δώσει ἡμῖν ὁ Κύριος δῶρον ἕτερον ἀνθ' οὗ ἔλαβε. Καὶ γὰρ ἡ πολυθρύλητος Ἄννα τὸν Σαμουὴλ δι' εὐχῆς γεννήσασα, εἶτα τῷ Θεῷ τοῦτον προσ κομίσασα γέγονεν ἄλλων μήτηρ υἱῶν, κατὰ τὴν τοῦ ἱερέως εὐλογίαν. Γενναίως τοίνυν τὸ πάθος φέροντες, πολλῶν ἀγαθῶν τευξόμεθα· ἵλεών τε γὰρ τὸν Θεὸν ἕξομεν, καὶ κατὰ τὸν πα ρόντα βίον τῆς παρ' αὐτοῦ προμηθείας ἀπολαυσόμεθα, κἀν τῷ μέλλοντι τὰς ἀῤῥήτους ἐκείνας ἀντιδόσεις ἀποληψόμεθα, καὶ ἣν προεπέμψαμεν θυγατέρα, στεφηφοροῦσαν ὀψόμεθα, καὶ ἐν τῷ παρόντι βίῳ τὴν παρὰ πάντων εὔκλειαν καρπωσόμεθα, καὶ ἀρχέτυπον φιλοσοφίας τοῖς ὠφελεῖσθαι βουλομένοις ἐσόμεθα. Ταῦτα