Fragmenta in Matthaeum

 τροφὴν ἀπωλωλέκει, οὕτως ὁ νέος Ἀδὰμ καὶ ὧν μὴ προσετάχθη ἀποσχό μενος καθ' ὑπερβολὴν ἀρετῆς εἰς τὸ ἐξ ἀρχῆς καλὸν ἀποκαταστῇ.

 φείσασθαι μηδὲ τῶν ἀναγκαιοτάτων, εἰ δι' αὐτῶν τις ἐνέργεια φαύλη κινδυ νεύσαι γίνεσθαι. Οὐ δεῖ τὰ μέλη ἐκκόψαι , ἀλλ' οἷον νεκρῶσαι ταῦτα καὶ ἀν ενέρ

 φέρειν αὐτοῦ τὸ ἐπαχθὲς ἀναγ κάζεται. ἀσκοὶ δὲ παλαιοὶ καὶ οἱ παλαιοὶ ἄνθρωποι· οἶνος δὲ νέος ὁ καινὸς λόγος, ὃν οὐ χωροῦσιν· ῥήγνυται γὰρ αὐτῶν τὸ σα

 ὑμεῖς ὑποχωροῦντες τοῖς διώκουσι διαρκήσετε τὸν τοῦ εὐαγγε λισμοῦ χρόνον μὴ

 πνεῦμα τοῦ Ἠλίου. καὶ ἐπεὶ ἦν τὸ λεγόμενον ἀσαφές, τοῖς δυναμένοις συνιέναι τὴν γνῶσιν κατέλιπεν. 63 Mt 11, 14 Τοῦτο δὲ καὶ ὁ ἄγγελος εἶπεν περὶ αὐτοῦ

 τοιούτῳ μὴ διδούς. παρα σεσιωπημένη δὲ ἐν τοῖς τοιούτοις ἡ διὰ βαπτίσματος ἄφεσις εἴη, ἐπεὶ μηδὲ καιρὸς ἦν πω περὶ ταύτης Ἰουδαίοις διαλέγεσθαι· μεταξ

 76 Mt 13, 18-23 Ἐν τούτοις ἐπιζητεῖται, πῶς οὐ τὸν λόγον εἴρηκεν σπείρεσθαι κατ' ἀρχὴν οὐδὲ εἶπεν τὸ παρὰ τὴν ὁδὸν σπέρμα σπαρέν, ἀλλ' οὗτός ἐστιν ὁ π

 82 Mt 16, 1-4 Ἀλλὰ γὰρ οὔτε ἰατρὸς ἀκαί ρους ἐπιθυμίας τῶν νοσούντων ἐμ πίπλησι τὸ τῆς νόσου λυτικὸν ζητῶν, οὐ τὸ τῆς ἡδονῆς πληρωτικόν, οὔτε ὁ σωτὴρ

 ἡμίσεως ἐξὸν μηδενὶ καταβάλλειν μηδὲ εἰ πλουτοίη· τὸ δὲ μυστήριον ἦν εἰς τὸ μήτε μετὰ πατρὸς σεσαρ κῶσθαι τὸν υἱὸν μήτε ἐνδεές τι τῆς τελειότητος ἐννο

 ἀλλὰ τοσοῦτον ἴσχυσεν ἡ κακία ὡς τοῦτον ἀνα τρέψαι τὸν λόγον. δύο οὖν ἡμᾶς ἀπαιτεῖ ὁ λόγος καὶ μεμνῆσθαί τινα τῶν ἑαυτοῦ ἁμαρτημάτων καὶ ἀμνησικακεῖν

 τελειότης δὲ παρ' αὐτοῦ. 98 Mt 19, 23-26 Καλὸν τὸ ἀποστολικὸν ἐνταῦθα ἁρμόζει τὸν «ὄγκον ἀποθέμενοι πάντα »· τὸν γὰρ ὄγκον ἐδήλωσεν ἡ πρὸς κάμηλον ὁμο

 102 Mt 20, 10-12 Τὸ ἐνόμιζον οἱ πρῶτοι, ὅτι πλείονα λήψονται τὴν τοῦ πράγ ματος ἐνδείκνυται φύσιν, οὐ τὴν τῶν ἁγίων ἀνδρῶν διάνοιαν· οὐδὲ γὰρ ἐκεῖνοι

 αὐτῷ, καθ' ἣν τῶν ἀλλοτρίων ἀπαλλαγεὶς τῆς ἐπιβουλῆς ἔμεινεν ἐπὶ τῆς οἰκείας γῆς. πύργον δὲ τὸν ναόν, ἐν ᾧ συνιόντας ἐχρῆν τοὺς τῆς εὐσεβείας καρποὺς

 » τοῦ θεοῦ ὁ ∆αβὶδ καὶ οὐδέπω τῷ πνεύματι τοῦτο ἁρμόζει, ἀλλ' εἰς τὸ ἴδιον πνεῦμα εἴρηται αὐτό. ἐν πνεύματι γοῦν ἐλάλει καὶ ὅτε ἔλεγεν «τὸ πνεῦμά σου

 ἑαυτὴν διὰ τοῦ ἁμαρτάνειν ἔξω ποιοῦσα ἑαυτὴν τοῦ θεοῦ· ἡ δὲ ὄρνις πολύτεκνος καὶ θερμὴ περὶ τὴν ἀγάπην καὶ κηδομένη τῶν τέκνων καὶ ἑαυτὴν παραδιδοῦσα

 ζητεῖν παρὰ τῶν ἀνθρώπων ὑπακοήν, οἷς οὐ δέδωκας διὰ τοῦ λόγου σου τὸ εὐ ήκοον. καὶ διὰ τοῦτο φοβηθεὶς μὴ ἄπρακτος γένωμαι τὸ κατ' ἐμὲ ἐφύ λαξα μόνον

 πάντων λέγει διὰ τοῦ ἑνὸς δικαίου κατασταθήσεσθαι τοὺς πολλούς. τοῦτο δὴ καὶ ἐνταῦθα δηλοῖ, ὅτι εἷς ὑπὲρ πολλῶν πάσχει. τύπον δὲ ποιεῖ Ἀπολινάριος τῆς

 σαρκὸς αὐτοῦ καὶ ἐπὶ γῆς ἔκρυσις ἐχώρη σεν. 137 Mt 27, 11-14 Καλὴ ἡ ἀποσκόπησις πρὸς τοὺς συκοφαντοῦντας· οὐ γὰρ οἱ ἀκούον τες ἐζήτουν τὸ ἀληθὲς καὶ κ

 προστίθεσθαι τῶν ἀποθνῃσκόντων ἕκαστον «πρὸς τὸν λαὸν αὐτοῦ »· κάτω γὰρ ἦν ἡ χώρησις καὶ ἡ κατοχὴ τῶν ψυχῶν καὶ ταύτην τὴν κάτω πορείαν ὁ κύριος εἰς τ

πάντων λέγει διὰ τοῦ ἑνὸς δικαίου κατασταθήσεσθαι τοὺς πολλούς. τοῦτο δὴ καὶ ἐνταῦθα δηλοῖ, ὅτι εἷς ὑπὲρ πολλῶν πάσχει. τύπον δὲ ποιεῖ Ἀπολινάριος τῆς μετοχῆς τοῦ σώματος καὶ αἵματος τῆς ἐν πνεύματι τελουμένης εἰς τοὺς πιστεύοντας ἐκτυπώσας καὶ τῷ ἄρτῳ τὸ σῶμα καὶ τῷ οἴνῳ τὸ αἷμα. ἐπειδὴ καὶ «ἄρτος ἐπιούσιος » τὸ πνεῦμα τοῦτ' ἔστιν τροφὴ ζω οποιὸς εἰς τὸν ἐπιόντα αἰῶνα «καὶ ὁ ἄρτος, ὃν ἐγὼ δώσω » ὑμῖν «ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς », καὶ τὸ αἷμα ζωτικὸν ἐν σώματι, καὶ διὰ τοῦτο Μωυσῆς «ψυχὴν πάσης σαρκὸς » εἶπεν «τὸ αἷμα » ὡς ἑνουμένην αἵματι δηλῶν· ἐναργῶς δὲ τὸν τύπον τῷ τῆς ἀληθείας ὀνόματι προσηγόρευσεν εἰπών· τοῦτό ἐστιν τὸ σῶμά μου · καὶ διὰ τοῦτο δὲ τοῖς τῆς ἀληθείας ὀνόμασιν ὠνόμασεν τοὺς τύπους, ἵνα μὴ πρὸς τὸ ὁρώμενον ἐξευτελίζωνται, ἀλλὰ πρὸς τὴν δύναμιν θαυμάζωνται. ἡ βρῶσις οὖν καὶ ἡ πόσις ἐδήλωσε τὴν μετοχὴν τὴν οὐκ ἄνευ σώματος γινο μένην· εἰ γὰρ μὴ σώματι συνήφθη καὶ αἵματι ἡνώθη ἡ θεία δύναμις, οὐκ ἂν ἔσχομεν μετουσίαν δι' αὐτῆς πρὸς θεόν.

136 Mt 27,5 Ἰστέον, ὅτι ὁ Ἰούδας οὐκ ἐναπέθανε τῇ ἀγχόνῃ, ἀλλ' ἐπε βίωσεν

κατενεχθεὶς πρὸ τοῦ ἀπο πνιγῆναι. καὶ τοῦτο δηλοῦσιν αἱ τῶν ἀποστόλων πράξεις, ὅτι «πρηνὴς γενόμενος ἐλάκησεν » καὶ τὰ ἑξῆς. τοῦτο δὲ σαφέστερον ἱστορεῖ Πα πίας ὁ Ἰωάννου τοῦ ἀποστόλου μαθητὴς λέγων· μέγα ἀσεβείας ὑπό δειγμα ἐν τούτῳ τῷ κόσμῳ περι επάτησεν ὁ Ἰούδας· πρησθεὶς γὰρ ἐπὶ τοσοῦτον τὴν σάρκα, ὥστε μὴ δύνασθαι διελθεῖν ἁμάξης ῥᾳδίως διερχομένης, <λέγεται> ὑπὸ τῆς ἁμάξης πταισθέντα τὰ ἔγκατα ἐκκε νωθῆναι. πρησθεὶς ἐπὶ τοσοῦτον τὴν σάρ κα ὥστε μηδὲ ὁπόθεν ἅμαξα ῥᾳ δίως διέρχεται, ἐκεῖνον δύνασθαι δι ελθεῖν, ἀλλὰ μηδὲ αὐτὸν μόνον τὸν τῆς κεφαλῆς ὄγκον· τὰ μὲν γὰρ βλέφαρα τῶν ὀφθαλμῶν φασι το σοῦτον ἐξοιδῆσαι, ὡς αὐτὸν μὲν καθόλου τὸ φῶς μὴ βλέπειν, τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ μηδὲ ὑπὸ ἰατρικῆς διόπτρας ὀφθῆναι δύνα σθαι· τοσοῦτον βάθος εἶχον ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας. τὸ δὲ αἰδοῖον αὐτοῦ πάσης μὲν αἰσχύνης ἀηδέ στερον καὶ μεῖζον φαίνεσθαι, φέ ρεσθαι δὲ δι' αὐτοῦ τοὺς ἐξ ἅπαντος τοῦ σώματος συρρέοντας ἰχῶρας καὶ σκώληκας εἰς ὕβριν δι' αὐτῶν μό νων τῶν ἀναγκαίων. μετὰ δὲ πολλὰς βασάνους καὶ τιμωρίας ἐν ἰδίῳ φασὶ χωρίῳ τελευτήσαντος ἀπὸ τῆς ὀ σμῆς ἔρημόν τε καὶ ἄοικον τοῦτο τὸ χωρίον μέχρι τῆς νῦν γενέσθαι, ἀλλ' οὐδὲ μέχρι σήμερον δύνασθαί τινα ἐκεῖνον τὸν τόπον παρελθεῖν, ἐὰν μὴ τὰς ῥῖνας ταῖς χερσὶν ἐπιφράξῃ. Οὐκ ἐναπέθανε τῇ ἀγχόνῃ ὁ Ἰούδας, ἀλλ' ἐπεβίω καθαιρεθεὶς πρὸ τοῦ ἀποπνιγῆναι. καὶ τοῦτο δηλοῦσιν αἱ τῶν ἀποστόλων πράξεις, ὅτι «πρηνὴς γενόμενος ἐλάκησε μέ σος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ ». τοῦτο δὲ σαφέστερον ἱστορεῖ Παπίας ὁ Ἰωάννου μαθητὴς λέγων οὕτως ἐν τῷ τετάρτῳ τῆς ἐξηγήσεως τῶν κυριακῶν λόγων· μέγα δὲ ἀσε βείας ὑπόδειγμα ἐν τούτῳ τῷ κό σμῳ περιεπάτησεν Ἰούδας. πρησθεὶς ἐπὶ τοσοῦτον τὴν σάρ κα, ὥστε μηδὲ ὁπόθεν ἅμαξα ῥᾳ δίως διέρχεται, ἐκεῖνον δύνασθαι διελθεῖν, ἀλλὰ μηδὲ αὐτὸν μόνον τὸν ὄγκον τῆς κεφαλῆς αὐτοῦ· τὰ μὲν γὰρ βλέφαρα τῶν ὀφθαλμῶν αὐτοῦ φασι τοσοῦτον ἐξοιδῆσαι, ὡς αὐτὸν μὲν καθόλου τὸ φῶς μὴ βλέ πειν, τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ μηδὲ ὑπὸ ἰατροῦ διόπτρας ὀφθῆναι δύνασθαι· τοσοῦτον βάθος εἶχον ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας. τὸ δὲ αἰδοῖον αὐτοῦ πάσης μὲν ἀσχημο σύνης ἀηδέστερον καὶ μεῖζον φαί νεσθαι, φέρεσθαι δὲ δι' αὐτοῦ τοὺς ἐξ ἅπαντος τοῦ σώματος συρρέον τας ἰχῶράς τε καὶ σκώληκας εἰς ὕβριν δι' αὐτῶν μόνων τῶν ἀναγ καίων. μετὰ πολλὰς δὲ βασάνους καὶ τιμωρίας ἐν ἰδίῳ φασὶν χωρίῳ τελευτήσαντος καὶ τοῦτο ἀπὸ τῆς δυσωδίας ἔρημον καὶ ἀοίκητον τὸ χωρίον μέχρι τῆς νῦν γενέσθαι, ἀλλ' οὐδὲ μέχρι τῆς σήμερον δύ νασθαί τινα ἐκεῖνον τὸν τόπον παρ ελθεῖν, ἐὰν μὴ τὰς ῥῖνας ταῖς χερσὶν ἐπιφράξῃ. τοσαύτη διὰ τῆς

18