1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

18

ποταμοὶ οὐκ ἄνευ τῆς γῆς συστήσονταί ποτε· γῆ δὲ οὐκ ἀφ' ἑαυτῆς ἐρήρεισται, ἀλλ' ἐπὶ μὲν τὴν τῶν ὑδάτων οὐσίαν συνέστηκεν, ἐμπεριέχεται δὲ καὶ αὕτη κατὰ τὸ μέσον συνδεθεῖσα τοῦ παντός. ἥ τε θάλασσα καὶ ὁ ἔξωθεν περιρρέων τὴν σύμπασαν γῆν μέγας ὠκεανὸς ὑπὸ ἀνέμων κινεῖται καὶ φέρεται ὅποι δ' ἂν αὐτὸν ἡ τῶν ἀνέμων προσρήσσῃ βία. καὶ αὐτοὶ δὲ οἱ ἄνεμοι οὐκ ἐν ἑαυτοῖς, ἀλλά, κατὰ τοὺς περὶ τούτων εἰπόντας, ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέρος διακαύσεως καὶ θερμό τητος ἐν αὐτῷ τῷ ἀέρι συνίστανται, καὶ δι' αὐτοῦ πανταχοῦ πνέουσι. περὶ γὰρ τῶν τεσσάρων στοιχείων, ἐξ ὧν καὶ συνέστηκεν ἡ τῶν σωμάτων φύσις, τὴν θερμὴν λέγω καὶ τὴν ψυχράν, ξηράν τε καὶ ὑγρὰν οὐσίαν, τίς τοσοῦτον ἀπέστραπται τὴν διάνοιαν, ὥστε μὴ εἰδέναι ὅτι ὁμοῦ μὲν συνημμένα ταῦτα συνίσταται, διαιρούμενα δὲ καὶ καθ' ἑαυτὰ γινόμενα, λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναιρετικὰ ταῦτα κατὰ τὴν τοῦ πλεονάζοντος ἐν αὐτοῖς ἐπικρατείαν; θερμόν τε γὰρ ὑπὸ ψυχροῦ πλεονάσαντος ἀναιρεῖται· καὶ ψυχρὸν πάλιν ὑπὸ τῆς θερμῆς ἀφανίζεται δυνάμεως· ξηρόν τε αὖ ὑπὸ τοῦ ὑγροῦ διυγραίνε ται, καὶ τοῦτο ὑπὸ τοῦ ἑτέρου ξηραίνεται.

28 Πῶς οὖν ταῦτα ἂν εἶεν θεοὶ δεόμενα τῆς παρ' ἑτέρων ἐπι κουρίας; ἢ πῶς παρὰ τούτων αἰτεῖσθαί τι προσῆκεν, καὶ αὐτῶν ἀπαιτούντων παρ' ἀλλήλων τὴν εἰς ἑαυτὰ χρείαν; εἰ γὰρ περὶ Θεοῦ λόγος ἐστὶ μηδενὸς αὐτὸν ἐπιδεᾶ εἶναι, ἀλλ' αὐτάρκη καὶ πλήρη ἑαυτοῦ, καὶ ἐν αὐτῷ τὰ πάντα συστήκειν, καὶ μᾶλλον αὐτὸν τοῖς πᾶσιν ἐπιδιδόναι· πῶς ἥλιον καὶ σελήνην, καὶ τὰ ἄλλα μέρη τῆς κτίσεως οὐκ ὄντα τοιαῦτα, ἀλλὰ καὶ λειπόμενα τῆς ἀλλήλων χρείας, ἀναγορεύειν ἄξιον θεούς; ἀλλ' ἴσως διαιρούμενα μὲν καὶ καθ' ἑαυτὰ λαμβανόμενα, ἐπιδεῆ εἶναι αὐτὰ καὶ αὐτοὶ συνομολογοῦσι, τῆς ἀπο δείξεως ἐπ' ὀφθαλμῶν οὔσης· ὁμοῦ δὲ πάντα συνάπτοντες, καὶ ὡς ἓν ἀποτελοῦντες μέγα σῶμα, τὸ ὅλον Θεὸν εἶναι φήσουσι. συστάντος γὰρ τοῦ ὅλου, οὐκ ἔτι μὲν ἔξωθεν αὐτοῖς χρεία γενήσεται· ἑαυτῷ δὲ τὸ ὅλον ἱκανὸν καὶ αὔταρκες γενήσεται πρὸς πάντα, λέξουσιν οἱ δοκησίσοφοι, ἵνα καὶ ἐντεῦθεν ἐλεγχθῶσιν· οὗτος δὲ ὁ λόγος καὶ μᾶλλον αὐτῶν τὴν ἀσέβειαν μετὰ μεγάλης ἀπαιδευσίας οὐκ ἔλαττον τῶν πρόσθεν ἀποδείξει. εἰ γὰρ τὸ καθ' ἕκαστον συναφθὲν τὸ ὅλον ἀναπληροῖ, καὶ τὸ ὅλον ἐκ τῶν καθ' ἓν συνίσταται· τὸ ὅλον ἄρα ἐκ μερῶν συνέστη, καὶ ἕκαστον τοῦ ὅλου μέρος τυγχάνει. τοῦτο δὲ τῶν περὶ Θεοῦ ἐννοιῶν πολὺ πόρρωθεν καθέστηκεν. ὁ γὰρ Θεὸς ὅλον ἐστὶ καὶ οὐ μέρη, καὶ οὐκ ἐκ διαφόρων συνέστηκεν, ἀλλ' αὐτὸς τῆς πάντων συστάσεώς ἐστι ποιητής. θέα γὰρ ὅσην ἀσέβειαν κατὰ τοῦ Θείου ταῦτα λέγοντες ἐξηγοῦνται. εἰ γὰρ ἐκ μερῶν συνέστηκε, πάντως αὐτὸς ἑαυτοῦ ἀνόμοιος φανήσεται, καὶ ἐξ ἀνομοίων ἔχων τὴν συμπλήρωσιν. εἰ γὰρ ἥλιός ἐστιν, οὐκ ἔστι σελήνη· καὶ εἰ σελήνη ἐστίν, οὐκ ἔστι γῆ· καὶ εἰ γῆ τυγχάνει, οὐκ ἂν εἴη θάλασσα· καὶ οὕτως ἐφ' ἑκάστου λαμβάνων ἄν τις εὑρήσει τὴν ἀτοπίαν τοῦ τοιούτου αὐτῶν λόγου. Τοῦτο δ' ἄν τις καὶ ἐκ τοῦ καθ' ἡμᾶς ἀνθρωπείου σώματος ἰδὼν καταγνοίη τούτων. ὡς γὰρ ὁ ὀφθαλμὸς οὐκ ἔστιν ἀκοή, οὐδὲ ἡ ἀκοὴ χείρ, οὐδὲ ἡ γαστήρ ἐστι στέρνα, οὐδ' αὖ πάλιν ὁ αὐχήν ἐστι ποῦς· ἀλλ' ἕκαστον τούτων ἰδίαν ἔχει τὴν ἐνέργειαν, καὶ ἐκ τούτων διαφόρων ὄντων ἓν συνίσταται σῶμα, συνημμένα μὲν ἔχον τὰ μέρη κατὰ τὴν χρείαν, διαιρούμενα δὲ κατὰ τὴν τοῦ χρόνου παρουσίαν, ὅταν ἡ φύσις ἡ συνάξασα ταῦτα διέλῃ, ὡς ὁ προστάξας Θεὸς βούλεται· οὕτω (συγγνώμην δὲ ὁ λόγος ἐχέτω παρ' αὐτοῦ τοῦ κρείττονος), εἰ τὰ μέρη τῆς κτίσεως συνάπτοντες εἰς ἓν σῶμα θεὸν ἀναγορεύουσιν, ἀνάγκη αὐτὸν μὲν καθ' ἑαυτὸν ἀνόμοιον ἑαυτῷ εἶναι, ὥσπερ ἐδείχθη, διαιρεῖσθαι δὲ πάλιν κατὰ τὴν τῶν μερῶν εἰς τὸ μερίζεσθαι γενομένην φύσιν.

29 Καὶ ἄλλως δ' ἄν τις αὐτῶν ἐλέγξειε τὴν ἀθεότητα κατὰ τὴν τῆς ἀληθείας θεωρίαν. εἰ γὰρ ὁ Θεὸς ἀσώματός ἐστι, καὶ ἀόρατος, καὶ ἄψαυστος τῇ φύσει, πῶς σῶμα τὸν Θεὸν ἐπινοοῦσι, καὶ τὰ φαινόμενα τοῖς ὀφθαλμοῖς καὶ ὧν ψαύομεν τῇ