1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

18

Χριστὸν ἐνεδύσασθε, φησίν. {Β} Ἆρ' οὖν εἰς ἄνθρωπον βεβαπτίσμεθα, καὶ τοῦτο εἶναι φήσομεν ἀληθές; {Α} Εὐφήμει, ἄνθρωπε. Τί δρᾷς, ὦ οὗτος; Κατακομίζεις ἡμῶν εἰς γῆν τὴν ἐλπίδα. Βεβαπτίσμεθα γὰρ οὐκ εἰς ἄνθρωπον ἁπλῶς, ἀλλ' εἰς Θεὸν ἐνηνθρωπηκότα καὶ ἀνιέντα ποινῆς καὶ τῶν ἀρχαίων αἰτιαμάτων τοὺς τὴν εἰς αὐτὸν πίστιν εἰσδεδεγμένους. Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος Ἰουδαίοις ἔφη προσλαλῶν· Μετανοήσατε οὖν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ἀπολύων γὰρ ἁμαρτίας τὸν αὐτῷ προσκείμενον, τῷ ἰδίῳ λοιπὸν καταχρίει Πνεύματι, ὅπερ ἐνίησι μὲν αὐτὸς ὡς ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ ἐξ ἰδίας ἡμῖν ἀναπηγάζει φύσεως, κοινὸν δὲ ὥσπερ τὸ χρῆμα τιθεὶς τῇ μετὰ σαρκὸς οἰκονομίᾳ διὰ τὴν ἕνωσιν, καὶ ὡς ἄνθρωπος ἐνέπνει σωματικῶς. Ἐνεφύσησε γὰρ τοῖς ἀποστόλοις εἰπών· Λάβετε Πνεῦμα ἅγιον, καὶ οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα, κατὰ τὴν Ἰωάννου φωνήν, ἀλλ' αὐτὸς ἐνίησιν ἐξ ἑαυτοῦ καθάπερ ἀμέλει καὶ ὁ Πατήρ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, ὅλην ἀποστήσας τὴν ἔν γε τούτῳ διαφοράν, ποτὲ μὲν αὐτὸ τῷ Θεῷ καὶ Πατρὶ προσνέμων ὁρᾶται, ποτὲ δὲ αὖ τῷ Υἱῷ. Γράφει γὰρ ὧδε· Ὑμεῖς δὲ οὔκ ἐστε ἐν σαρκί, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὔκ ἐστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ τὴν ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. 707 {Β} Ἄραρεν οὖν ὅτι ἴδιόν ἐστι τὸ Πνεῦμα τοῦ Υἱοῦ, καὶ οὔτι που μόνον ᾗ Λόγος ἐστὶ πεφηνὼς ἐκ Πατρός, ἀλλ' εἰ καὶ νοοῖτο καθ' ἡμᾶς ἄνθρωπος γεγονώς. {Α} Ἴδιον ὡς ἐκ Πατρὸς ἐν ὁμοουσίῳ γεννήματι τῷ ἐξ αὐτοῦ φύντι Λόγῳ, καὶ εἰ λέγοιτο λαβεῖν ὅτε γέγονεν ἄνθρωπος ὁ τῶν τῆς θεότητος ἰδιωμάτων ὡς ἐν ἰδίᾳ φύσει τητώμενος. Καὶ γοῦν αὐτὸς ὑπάρχων ἡ πάντων ζωή, διὰ τὴν ἐκ ζῶντος Πατρὸς ἄρρητον γέννησιν, ζωοποιεῖσθαι λέγεται μεθ' ἡμῶν. Πάρα δ' οὖν ὅμως ἰδεῖν χαριζόμενον μὲν τῇ ἰδίᾳ σαρκὶ τῆς θεοπρεποῦς ἐνεργείας τὴν δόξαν, οἰκειούμενον δὲ αὖ τὰ σαρκὸς καὶ οἱονεί πως καθ' ἕνωσιν οἰκονομικήν, καὶ τῇ ἰδίᾳ περιτιθέντα φύσει. {Β} Τίνα φὴς τρόπον; {Α} Ἦ οὐχὶ δὴ μάλιστα πρέπειν ἐρεῖς τῷ γε ὄντι κατὰ φύσιν ἐκ Θεοῦ Πατρὸς Λόγῳ τὸ ἄνωθεν ἥκειν καὶ ἐξ οὐρανοῦ τὸ ζωογονεῖν δύνασθαι τὰ οἷς ἂν ἐνιέναι βούλοιτο τὴν ζωήν; {Β} Φημί. {Α} Τί δέ; Τὸ δημιουργεῖν, εἰπέ μοι, θεϊκῶς, δοίης ἂν εἶναι τῶν ἀνθρωπίνων; {Β} Οὐκ ἔγωγε. {Α} Τί τοίνυν ἡμᾶς ζωοποιεῖ μὲν ὡς Θεός, πλὴν οὐ μόνῳ τῷ μεταλαχεῖν ἁγίου Πνεύματος, ἀλλ' ἐδεστὴν παραθεὶς καὶ τὴν ἀναληφθεῖσαν σάρκα; Ἔφη γὰρ ὅτι Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Κατακερτομούντων δὲ αὐτὸν τῶν Ἰουδαίων ποτέ, καὶ τὴν ἐπὶ τοῖς ἀμείνοσι ψῆφον ἀνάπτειν, οὐκ οἶδ' ὅπως, ἐπικεχειρηκότων τῷ μακαρίῳ Μωϋσεῖ, εἰρηκότων δὲ ἀναφανδόν· Οἱ πατέρες ἡμῶν ἔφαγον τὸν μάννα ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον, Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. Τί ποιεῖς σὺ σημεῖον, ἵνα πιστεύσωμέν σοι; Τί ἐργάζῃ, ὡς ἄνωθεν ἡμῖν καὶ ἐξ οὐρανοῦ κατακομίσας τὸ σῶμα; Φησίν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Καὶ πρός γε τουτοισὶ πάλιν, μονονουχὶ καὶ δακτύλῳ καταδεικνὺς ἑαυτὸν ἐνσώματον, Ἐγώ εἰμι, φησίν, ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατήρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα, 708 καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι' ἐμέ. Καίτοι πῶς οὐκ ἀτρεκὲς εἰπεῖν ὡς οὐ καταπεφοίτηκεν ἐξ οὐρανῶν ἡ σάρξ,