σαρκὸς αὐτοῦ καὶ ἐπὶ γῆς ἔκρυσις ἐχώρη σεν. 137 Mt 27, 11-14 Καλὴ ἡ ἀποσκόπησις πρὸς τοὺς συκοφαντοῦντας· οὐ γὰρ οἱ ἀκούον τες ἐζήτουν τὸ ἀληθὲς καὶ κατὰ κοινοῦ ἡ ἀπόκρισις, ὃ καὶ ἔδειξε κατὰ τὴν ἱστορίαν τοῦ Λουκᾶ εἰπὼν πρὸς τοὺς ἐρωτῶντας «εἰ σὺ εἶ ὁ Χριστός, εἰπὸν ἡμῖν· ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε· ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε ». 138 Mt 27, 26 Αἱ μάστιγες ἀντὶ τῶν ἁμαρτιῶν τοῦ κόσμου, ὅτι πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ καὶ κατὰ τὴν προφητείαν τὴν λέγουσαν «τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας ». καὶ πεπλήρωται μὲν τὸ δίκαιον ὑπὲρ τῶν ἁμαρτω λῶν, πεπλήρωται δὲ τὸ τῆς ἀγαθότητος ἄκρον, ὁπότε «δίκαιος ὑπὲρ ἀδίκων » πέπονθε, ἵνα «τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν », ὡς Ἠσαΐας φησίν. 139 Mt
27, 28-29 Οὐχ ὅτι ἐκεῖνοι ἴσχυον, ἀλλ' ὅτι θεῷ ἐδόκει ταῦτα γίνεσθαι πρὸς τὴν τῶν ἀνθρώπων ἐκλύτρωσιν ἀτιμασθέντος ὑπὲρ ἡμῶν τοῦ «κυρίου τῆς δόξης » διὰ τὴν ἡμῖν ἐπιβάλλουσαν ἀτιμίαν καὶ δοξάζοντος τὴν ἡμέραν τῶν δικαίων τὴν ἀεὶ διαπαιζομένην ὑπὸ τῶν ἀπαιδεύτων. ἐπειδὴ χρώ ματι αἵματος ἡ χλαμὺς ἐκέχρωστο, διὰ τοῦτο οἱ φονῶντες κατ' αὐτοῦ ἐνέδυσαν αὐτὸν μὴ νοοῦντες, ὃ ἐποίουν, μᾶλλον δὲ τοῦ ἐν Ἰησοῦ τοῦ Ναυῆ κοκκίνου ῥάμματος καὶ τοῦ ἐνδήσαντος «τὴν χεῖρα » ἑνὸς τῶν ἐκ τῆς Θάμαρ Ἰούδα υἱῶν σύμβολον ἡ χλαμὺς αὕτη τῷ τὰ αἵματα τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ ἀνθρώπων ἀνειληφέναι ὑπὲρ σωτηρίας πάντων τὸν σωτῆρα. οἱ δὲ «ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν » συμ πνιγόμενοι λαβόντες τὸν λόγον τοῦ θεοῦ καὶ μὴ τελεσφοροῦντες πλέ κοντες ἀκάνθας στεφανοῦσι τὸν Ἰησοῦν ἀτιμάζοντες, ὁ δὲ τὰς ἀκάν θας ἡμῶν ἀναλαβὼν ἀναλίσκει τῇ ἑαυτοῦ κεφαλῇ. κάλαμον δὲ ἔθηκαν ἐν τῇ δεξιᾷ αὐτοῦ οἱ διάκενον νομίζοντες αὐτοῦ εἶναι τὴν
βασιλείαν. 140 Mt 27, 28-30 Οἱ μὲν Ἰουδαῖοι διαπαίζοντες τὸν κύριον ὡς πρὸς τὸ ὄνομα τοῦ προφήτου τὴν παιδιὰν ἐποιοῦντο, ἔνθεν καὶ ἔλεγον· «προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε », οἱ δὲ στρατιῶται πρὸς τὸ ὄνομα τοῦ βασι λέως διαπαίζουσιν· πρὸς τοῦτο γὰρ καὶ χλαμὺς ἀντὶ τῆς πορφύρας κοκκίνη καὶ ἐξ ἀκανθῶν στέφανος ἀντὶ χρυσοῦ καὶ ὁ κάλαμος ἀντὶ σκήπτρου καὶ τὸ προσκυνεῖν ὡς πρὸς βασιλέα καὶ λέγειν· χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων . ἐφ' οἷς ἦν καὶ τὸ ἐμπτύειν καὶ τύπτειν τῷ καλάμῳ στρατιωτῶν ἀπαιδεύτων ἔργον καὶ ἄφρονος λαοῦ τοῦ παίζειν ὑπόθεσιν ποιοῦντος, ὥσπερ εἰώθασιν ἀεὶ τὰ σεμνὰ διαπτύειν πληρουμένης ἐξαιρέτως ἐπὶ τοῦ κυρίου τῆς προφητείας τῆς λεγούσης· «ὄνειδος ἄφρονι ἔδωκάς με. ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ εἶ ὁ ποιήσας με ». 142 Mt 27, 45 Καὶ Φλέγων δέ τις παρ' Ἕλλησι φιλόσοφος μέμνηται τούτου τοῦ σκότους ὡς παραδόξως γεγενημένου ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σε λήνης, ὅτε οὐ πέφυκεν ἔκλειψις γίνεσθαι, ὅτε ἀπέχει πολὺ τοῦ ἡλίου διάστημα, ὅσον ἀπ' ἀρχῆς τοῦ οὐρανοῦ ἕως τέλους· τότε γὰρ γίνονται ἐκλείψεις, ὅταν πλησιάσωσιν ἀλλήλοις οἱ δύο οὗτοι φωστῆρες· γίνεται γὰρ ἡλίου ἔκλειψις συνόδῳ ὑποδραμούσης αὐτὸν σελήνης, οὐ πανσελήνῳ, ὅτε διάμετρός ἐστι τῇ σελήνῃ. τοῦτο δὲ γέγονεν, ὡς πενθούσης τῆς κτίσεως ἐπὶ τῷ γεγονότι καὶ διὰ τοῦτο δηλούσης, ὅτι τῆς παροινίας ταύτης πραχθείσης ἐκ Ἰουδαίων ἐσκοτίσθη αὐτῶν ὁ νοῦς καὶ ἀπέστη ἀπ' αὐτῶν ὁ νοητὸς ἥλιος. εἴτε γὰρ αὐτὸν ἐνόμιζον-ὀργιζομένου γὰρ ἦν τὸ σκότος ἐκεῖνο καὶ δεῖγμα τοῦ μέλλοντος λαβεῖν τοὺς μιαιφόνους· διὰ τοῦτο γὰρ μετὰ πάντα τὰ τῆς παροινίας τοῦτο γίνεται, ὅτε κόρον ἔλαβον τῶν σκωμμάτων καὶ πάντα ἐφθέγξαντο ὅσα ἐθέλησαν. 143 Mt 27, 50 Τοῦτο δὲ καὶ ἀρχὴ τῆς τῶν ψυχῶν εἰς τὰ οὐράνια μεταθέσεως. ὅσαι δὲ ἀκολουθοῦσι Χριστῷ, μεθίστανται, ὅπερ ἐνεφάνισε Στέφανος εἰπών· «κύριε Ἰησοῦ Χριστέ, δέξαι τὸ πνεῦμά μου » καὶ ὁ Παῦλος· «κρεῖσσον τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι ». τοὐναντίον δὲ ἐπὶ τῶν παλαιῶν ἐλέγετο τὸ
19