1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

19

καταστρεψάντων, ὡς ἐξ ἐκείνου λελύσθαι τὸν θρόνον τῆς βασιλείας ∆αβὶδ, ἐδόκει τὰ τῆς τῶν θείων χρησμῶν ἐπαγγελίας μὴ συνίστασθαι· τοῦτο οὖν αὐτὸ τῷ θείῳ Πνεύματι πάλιν ὁ αὐτὸς ψαλμὸς προαγορεύει ἑξῆς τοῖς προπαρατεθεῖσι λέγων· «Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ ∆αβὶδ ἐν τῇ ἀληθείᾳ σου;» Καὶ τήν γε καθαίρεσιν τῆς βασιλείας αὐτοῦ, καὶ τῆς διαδοχῆς αὐτοῦ, τοῦ θρόνου τε τὴν καταστροφὴν διαῤῥήδην ὑποσημαίνει πάλιν ἑξῆς διὰ τούτων· «Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, Κύριε· ἀνεβάλου τὸν Χριστόν σου, κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ·» καὶ ἐπιφέρει· «τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥηξας.»

γʹ. Ταῦτα πάντα κατὰ τὸ αὐτὸ συνάγει τὸ Πνεῦμα, μονονουχὶ βουλόμενον ἡμᾶς διδάξαι, ὅτι οὐ περὶ τῆς βασιλείας τῆς αἰσθητῆς, οὐδὲ περὶ τοῦ θρόνου τοῦ σωματικώτερον νοουμένου αἱ πρὸς ∆αβὶδ ἦσαν ἐπαγγελίαι· αἱ μὲν γὰρ περί τινος αἰωνίου θρόνου, ἀπεικαζομένου ἡλίῳ καὶ οὐρανῷ, διαμένοντός τε εἰς αἰῶνα, προεθέσπιζον· ἡ δέ γε τοῦ ∆αβὶδ βασιλεία ἡ αἰσθητὴ, χρόνῳ λέλυτο οὐκ εἰς μακρόν· εἰκότως τοιγαροῦν τοῦ θρόνου τῆς αἰσθητῆς βασιλείας ∆αβὶδ τὴν καθαίρεσιν ὑπογράψας, καὶ εἰπὼν, τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥηξας, περὶ τοῦ διὰ τῶν θείων χρησμῶν ἐπηγγελμένου αἰωνίου καὶ οὐρανίου θρόνου ἑξῆς τὴν εὐχὴν ποιεῖται λέγων· «Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἂ ὤμοσας τῷ ∆αβὶδ ἐν τῇ ἀληθείᾳ σου;» μονονουχὶ τὰς ἐκβάσεις τῶν μεθ' ὅρκου διαβεβαιώσεως ἐπηγγελμένων αὐτῷ τέλους τυχεῖν ἀξιῶν.

δʹ. Τοῦτον οὖν αὐτὸν ἐκεῖνον ὃν ὤμοσεν ὁ Θεὸς δώσειν τῷ ∆αβὶδ θρόνον, τὸν ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, καὶ τὸν ὡς ὁ ἥλιος ἐναντίον τοῦ Θεοῦ, καὶ τὸν ὡς σελήνην κατηρτισμένην εἰς τὸν αἰῶνα, παντὸς ἐπιστῆναι τοῦ ἔθνους εὐχομένου, ὁ μέγας ἄγγελος Γαβριὴλ τὴν Παρθένον εὐαγγελίζεται τῷ ἐξ αὐτῆς γεννησομένῳ δοθήσεσθαι θεσπίζων· διό φησι πρὸς αὐτήν· «Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ.» Ἐπιφέρει δ' οὖν ἐφεξῆς καὶ λέγει· «Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας· καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος·» σύμφωνα τοῖς ἀπὸ τῶν χρησμῶν ἑρμηνεύων· ὁ μὲν γὰρ πρὸς τὸν ∆αβὶδ περὶ θρόνον βασιλείας αἰωνίου καὶ οὐρανίου προὔλεγεν, ὁ δὲ ὡσαύτως τὸν ἐκ τῆς Παρθένου γεννησόμενον λήψεσθαί φησι τὸν θρόνον ∆αβὶδ, τουτέστι τὸν τῷ ∆αβὶδ ἐπηγγελμένον μὲν, οὐ μὴν καὶ δεδομένον· οὗτος δ' ἦν ὁ οὐράνιος καὶ εἰς αἰῶνα διαμένων· ἦν οὖν καὶ τοῦτο συμπέρασμα μεγίστης προφητείας τῷ ∆αβὶδ κεχρησμένης, προσδοκωμένης τε τῷ παντὶ λαῷ, πεπληρωμένης δὲ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὴν τοῦ Γαβριὴλ μαρτυρίαν φήσαντος· «Καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» ∆ιόπερ καὶ αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν πρὸς τὸν ἐρόμενον αὐτὸν, εἰ αὐτὸς εἴη ὁ τῶν Ἰουδαίων βασιλεὺς, ἀπεκρίνατο· «Ἡ βασιλεία ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου·» οὐδὲν γὰρ θνητὸν οὐδὲ ἐπίκαιρον ἐπήγετο αὐτῷ ὁ τῆς βασιλείας θρόνος· ἀλλ' ἦν ἀληθῶς καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης, φωτὸς δίκην, ἐκλάμπων ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, ψυχὰς νοερὰς καταυγάζων διὰ τῆς ἐνθέου καὶ οὐρανίου διδασκαλίας αὐτοῦ.

εʹ. Εἰ δὲ λέγοιτο ἐπὶ τὸν Ἰακὼβ βασιλεύσειν, μὴ τὸ Ἰουδαίων ἔθνος νόμιζε διὰ τοῦ Ἰακὼβ δηλοῦσθαι. Ὁ γοῦν ταῦτα ἱστορῶν Λουκᾶς ὁ εὐαγγελιστὴς, μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν τοῦ Σωτῆρος ἡμῶν τὴν τοῦ Γαβριὴλ φωνὴν οἰκείᾳ παραδοὺς γραφῇ, σαφῶς ἠπίστατο τὸν Ἰησοῦν οὐκ ἐπὶ τὸ Ἰουδαίων ἔθνος τὸν Σωτῆρα βεβασιλευκότα, οὐδὲ εἰς τοὺς αἰῶνας αὐτὸν ἄρξαντα, ὧν γε καὶ τὴν κατ' αὐτοῦ συσκευὴν, καὶ τὴν εἰς θάνατον ἐπιβουλὴν ἀκριβῶς ἱστορεῖ· καὶ οὐ μόνον, ἀλλὰ καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὰς κατὰ τῶν τοῦ Ἰησοῦ μαθητῶν ἐπαναστάσεις