1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

19

ἀμοιβάς; Ὅτι ἀπραγμόνως ἐκήρυξε τρυφῶν καὶ ἐν εὐθυμίᾳ διάγων; Ὅτι στόμα διῆρε καὶ γλῶσσαν ἐκίνησεν οἴκοι καθήμενος; Ἀλλὰ τοῦτο καὶ τῷ τυχόντι ῥᾴδιον ἦν καὶ τῷ σφόδρα ἀναπεπτωκότι καὶ τὸν ὑγρὸν καὶ διαλελυμένον ζῶντι βίον. Νῦν μέντοι τῶν τραυμάτων, τῶν θανάτων, τῶν δρόμων τῶν κατὰ γῆν καὶ θάλατταν, τῆς ἀθυμίας αὐτῆς, τῶν δακρύων, τῶν ὀδυνῶν-τριετίαν γάρ, φησί, νύκτα καὶ ἡμέραν μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον ὑμῶν οὐ διέλειπον-μετὰ πολλῆς τῆς παρρησίας λήψεται τὰς ἀντιδόσεις καὶ τοὺς στεφάνους. Ταῦτα οὖν ἐννοῶν καὶ λογιζόμενος, ὅσον τοῦ ὀδυνηροῦ καὶ ἐπιμόχθου βίου τὸ κέρδος, χαῖρε καὶ εὐφραίνου τὴν ἐπικερδῆ καὶ μυρίων γέμουσαν στεφάνων ἐκ πρώτης ἡλικίας ὁδεύων ὁδὸν καὶ διὰ συνεχῶν καὶ πυκνῶν παθημάτων. Καὶ γὰρ ἡ τοῦ σώματος ἀρρωστία ἡ ποικίλη καὶ παντοδαπὴ καὶ μυρίων θανάτων χαλεπωτέρα οὐκ ἐπαύσατο συνεχῶς πολιορκοῦσα καὶ λοιδοριῶν δὲ καὶ ὕβρεων νιφάδες καὶ συκοφαντίαι οὐ διέλειπον κατὰ σοῦ φερόμεναι, ἀθυμίαι τέ σοι πυκναὶ καὶ συνεχεῖς καὶ πηγαὶ δακρύων διὰ παντὸς ἠνώχλησαν τοῦ χρόνου. Τούτων δὲ ἕκαστον καὶ καθ' ἑαυτὸ ἤρκεσε τοῖς ὑπομεμενηκόσιν εἰς ὠφέλειαν πολλήν. Ὅ τε γὰρ Λάζαρος ἀπὸ τῆς ἀρρωστίας μόνης τῆς αὐτῆς ἐκοινώνησε τῷ πατριάρχῃ λήξεως. Καὶ τῷ τελώνῃ δὲ αἱ λοιδορίαι τοῦ Φαρισαίου δικαιοσύνην ὑπερβαίνουσαν τὸν Φαρισαῖον ἐκόμισαν. Ὅ τε κορυφαῖος τῶν ἀποστόλων ἀπὸ δακρύων τὸ ἕλκος τῆς χαλεπῆς ἐκείνης ἁμαρτίας διώρθωσεν. Ὅταν οὖν ἑκάστῳ τῶν προειρημένων ἕκαστον φαίνηται καὶ μόνον ἓν τῶν παθημάτων τούτων ἀρκέσαν, ἐννόησον πόσας αὐτὸς λήψῃ τὰς ἀμοιβὰς πάντα ὁμοῦ μετὰ πολλῆς τῆς ὑπερβολῆς ὑπομείνας καὶ διὰ παντὸς τοῦ χρόνου. Οὐδὲν γὰρ οὐδὲν οὕτω λαμπροὺς ποιεῖ καὶ ζηλωτοὺς καὶ μυρίων ἐμπίπλησιν ἀγαθῶν, ὡς πειρασμῶν πλῆθος καὶ κίνδυνοι καὶ πόνοι καὶ ἀθυμίαι καὶ τὸ διηνεκῶς ἐπιβουλεύεσθαι καὶ παρ' ὧν οὐδαμῶς ἐχρῆν καὶ πράως ἅπαντα φέρειν. Ἐπεὶ καὶ τὸν υἱὸν τοῦ Ἰακὼβ οὐδὲν οὕτως ἐποίησε μακάριον καὶ εὐδόκιμον ὡς ἡ συκοφαντία τότε ἐκείνη καὶ τὸ δεσμωτήριον καὶ ἡ ἅλυσις καὶ ἡ ἐντεῦθεν ταλαιπωρία. Μέγα μὲν γὰρ αὐτοῦ καὶ τὸ τῆς σωφροσύνης κατόρθωμα, ὅτε τῆς αἰγυπτιακῆς ἀκολασίας περιεγένετο καὶ τὴν ἀθλίαν γυναῖκα ἐκείνην ἐπὶ τὴν ἄδικον καλοῦσαν αὐτὸν ὁμιλίαν διεκρούσατο. Ἀλλ' οὐχ οὕτω μέγα τοῦτο ὡς τὰ παθήματα. Ποῖον γὰρ ἐγκώμιον, εἰπέ μοι, τὸ μὴ μοιχεῦσαι, μηδὲ μιᾶναι εὐνὴν οὐδαμόθεν αὐτῷ προσήκουσαν, μηδὲ ἀδικῆσαι τὸν εὐεργετήσαντα, μηδὲ αἰσχύνῃ περιβαλεῖν τοῦ προστάτου τὴν οἰκίαν; Ἀλλὰ τὸ ποιῆσαν αὐτὸν μέγαν ἐκεῖνο μάλιστά ἐστιν, ὁ κίνδυνος, ἡ ἐπιβουλή, ἡ μανία τῆς αἰχμαλώτου, ἡ ἐπενεχθεῖσα βία, τὸ ἄφευκτον δεσμωτήριον, ὁ θάνατος, ὅνπερ αὐτῷ κατεσκεύασεν ἡ μοιχαλίς, τὰ δίκτυα ἃ πανταχόθεν ἀνεπέτασεν, ἡ κατηγορία, ἡ συκοφαντία, ἡ ἅλυσις, τὸ μηδενὸς τυγχάνειν τῶν δικαίων, μετὰ τὸν τοσοῦτον ἆθλον, ὑπὲρ οὗ στεφανοῦσθαι ἐχρῆν, ὡς κατάδικον καὶ ὑπεύθυνον ἐπὶ τὸ ὀχύρωμα ἄγεσθαι καὶ μετὰ τῶν τὰ ἔσχατα ἡμαρτηκότων κατακλείεσθαι, ὁ αὐχμός, τὸ σιδήριον, ἡ τοῦ δεσμωτηρίου ταλαιπωρία. Τότε αὐτὸν ὁρῶ λαμπρὸν μειζόνως ἢ ὅτε ἐπὶ τοῦ θρόνου τῆς Αἰγύπτου καθήμενος τὸν σῖτον διένειμε τοῖς δεομένοις καὶ τὸν λιμὸν ἔλυσε καὶ κοινὸς λιμὴν ἅπασιν ἐγένετο. Τότε ὁρῶ αὐτὸν φαιδρόν, ὅτε αὐτῷ αἱ πέδαι καὶ χειροπέδαι περιέκειντο ἢ ὅτε ἐν ἱματίοις λαμπροῖς τὴν τοιαύτην δυναστείαν περιεβέβλητο. Ὁ μὲν γὰρ πραγματείας ἦν καιρὸς καὶ ἐμπορίας πολλῆς, ὁ τοῦ δεσμωτηρίου λέγω, ὁ δὲ τρυφῆς καὶ ἀνέσεως καὶ τιμῆς πολλὴν μὲν ἔχων τὴν ἡδονὴν οὐ πολὺ δὲ τὸ κέρδος. ∆ιὰ τοῦτο οὐδὲ οὕτως αὐτὸν μακαρίζω τιμώμενον ὑπὸ τοῦ πατρός, ὡς φθονούμενον ὑπὸ τῶν ἀδελφῶν καὶ συναίκους ἔχοντα πολεμίους. Καὶ γὰρ ἐκ πρώτης ἡλικίας χαλεπὸς αὐτῷ ἀναρριπίζεται πόλεμος, τῶν πολεμούντων ἐγκαλεῖν μὲν ἐχόντων οὐδέν, τηκομένων δὲ καὶ διαρρηγνυμένων διὰ τὸ πλείονος