1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

19

Εἰ δὲ οὐ φυσική, ἢ τυχικὴ ὡς δοῦλος καὶ δεσπότης ἢ τεχνικὴ ὡς μαθητὴς καὶ διδάσκαλος ἢ προαιρετικὴ ὡς φίλος καὶ φίλος, ἐχθρὸς καὶ ἐχθρός. Εἰ δὲ οὐκ ἐν τοῖς αὐθεδράστοις ἀλλ' ἐν τοῖς συμβεβηκόσιν, ἢ φυσικὴ ὡς τὸ διπλάσιον καὶ τὸ ἥμισυ, ἢ οὐ φυσική. Χρὴ δὲ τὰ πρός τι πρότερον ὑπ' ἄλλην κατηγορίαν ἀνάγεσθαι ὡς καθ' ἑαυτὸ θεωρούμενον καὶ τότε ὡς σχέσιν ἔχον πρὸς ἕτερον ὑπὸ τὰ πρός τι· δεῖ γὰρ πρότερον εἶναί τι ἀσχέτως καὶ τότε θεωρεῖσθαι ἐν αὐτῷ σχέσιν. 35 Περὶ ποιοῦ καὶ ποιότητος. Ποιότης ἐστί, καθ' ἣν ποιοί τινες ὀνομάζονται. Καὶ πάλιν ποιότης ἐστί, καθ' ἣν παρωνύμως τὰ μετέχοντα αὐτῆς λέγεται· ἐκ τῆς φρονήσεως φρόνιμος λέγεται ὁ ἔχων τὴν φρόνησιν καὶ θερμὸς ὁ μετέχων θερμότητος. Χρὴ δὲ εἰδέναι, ὅτι τὸ ποιὸν καθολικώτερόν ἐστι τῆς ποιότητος· τὸ γὰρ ποιὸν σημαίνει τὴν ποιότητα καὶ τὸ μετέχον αὐτῆς ἤγουν τὴν θερμότητα καὶ τὸ θερμόν, τὸ ἔχον τὴν θερμότητα· ποιοὶ μὲν γάρ εἰσιν οἱ ἔχοντες τὴν ποιότητα, οἷον οἱ ἔχοντες θερμότητα θερμοὶ λέγονται. Οἱ μὲν θερμοὶ ποιοί εἰσιν, ἡ δὲ θερμότης ποιότης. Λέγεται δὲ πολλάκις καὶ αὐτὴ ἡ ποιότης ποιόν, ὁμοίως καὶ ἐπὶ τοῦ ποσοῦ καὶ τῆς ποσότητος. Τῶν δὲ ποιοτήτων αἱ μὲν τοῖς ἐμψύχοις {καὶ λογικοῖς} ἐνυπάρχουσι σώμασιν ὡς ἐπιστῆμαι καὶ ἀρεταί, νόσοι καὶ ὑγίεια, καὶ λέγονται ἕξεις καὶ διαθέσεις, αἱ δὲ καὶ τοῖς ἐμψύχοις καὶ τοῖς ἀψύχοις ὡς θερμότης, ψύξις, μορφή, σχῆμα, δύναμις καὶ ἀδυναμία. Τούτων δὲ αἱ μέν εἰσι δυνάμει, αἱ δὲ ἐνεργείᾳ· καὶ εἰ μὲν δυνάμει, ποιοῦσι δύναμιν καὶ ἀδυναμίαν· εἰ δὲ ἐνεργείᾳ, ἢ διὰ βάθους κεχωρήκασιν, ὡς ἡ θερμότης δι' ὅλου τοῦ πυρὸς καὶ ἡ λευκότης δι' ὅλου τοῦ γάλακτος καὶ τῆς χιόνος καὶ ποιεῖ πάθος καὶ παθητικὴν ποιότητα, ἢ ἐπιπολῆς καὶ ποιοῦσι σχῆμα καὶ μορφήν. Εἰσὶν οὖν τῆς ποιότητος εἴδη τέσσαρα· ἕξις καὶ διάθεσις, δύναμις καὶ ἀδυναμία, πάθος καὶ παθητικὴ ποιότης, σχῆμα καὶ μορφή. ∆ιαφέρει δὲ ἕξις διαθέσεως, ὅτι ἡ μὲν ἕξις δυσμετάβλητός ἐστι καὶ χρονιωτέρα οἷον ἡ φρόνησις· οὐ γὰρ ταχὺ μεταβάλλεταί τις τῆς φρονήσεως εἰς ἀφροσύνην. Ὁμοίως καὶ ἡ ἐπιστήμη, ὅτε ἀκριβῶς τις ἐπίσταται, δυσμετάβλητός ἐστιν ἐν αὐτῷ ἡ γνῶσις, ἕξις ἐστί, καὶ ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη καὶ ἡ δικαιοσύνη ὁμοίως. ∆ιαθέσεις δέ εἰσι τὰ εὐκίνητα καὶ ταχέως μεταβάλλοντα οἷον θερμότης, ψύξις, νόσος, ὑγίεια καὶ τὰ τοιαῦτα· διάκειται μὲν γὰρ κατὰ ταῦτα ὁ ἄνθρωπος, ταχέως δὲ μεταβάλλεται ἐκ θερμοῦ ψυχρὸς γινόμενος καὶ ἐκ νόσου ὑγιής. Καὶ αὐτὰ δὲ ταῦτα οἷον ἡ νόσος καὶ ἡ ὑγίεια καὶ τὰ τοιαῦτα, ἐὰν ὦσι μόνιμα καὶ δυσμετάβλητα, ἕξεις εἰσί. Καθολικωτέρα δέ ἐστιν ἡ διάθεσις· ἀμφότεραι μὲν γὰρ διαθέσεις λέγονται, διάκειται γάρ πως κατὰ ταύτας ὁ ἄνθρωπος, ἀλλ' ἡ μὲν δυσμετάβλητος διάθεσις ἕξις λέγεται, ἡ δὲ εὐμετάβλητος διάθεσις μόνον. ∆εύτερον εἶδος ποιότητος δύναμις καὶ ἀδυναμία, ἅτινα οὔκ εἰσιν ἐνεργείᾳ, ἔχουσι δὲ ἐπιτηδειότητα καὶ δύναμιν φυσικὴν ἢ ἀνεπιτηδειότητα, ὥς φαμεν τὸν μὲν παῖδα δυνάμει μουσικόν, εἰ γὰρ καὶ μὴ ἔχει ἐνεργείᾳ τὴν μουσικήν, ἀλλ' ἔχει ἐπιτηδειότητα πρὸς τὸ δέξασθαι τὴν μουσικήν, τὸ δὲ ἄλογον ἄμουσον ὡς μήτε ἐνεργείᾳ ἔχον τὴν μουσικὴν μήτε δυνάμενον αὐτὴν δέξασθαι· καὶ τὸ σκληρὸν δὲ δύναμιν ἔχει τοῦ μὴ ταχέως διαιρεῖσθαι. Τρίτον εἶδος παθητικὴ ποιότης καὶ πάθος οἷον θερμότης, λευκότης, ψύξις, μελανία καὶ τὰ τοιαῦτα. Τὸ μὲν οὖν πάθος εὐαπόβλητόν ἐστιν ὡς ἡ διάθεσις, ὡς ἄν τις ἢ διὰ αἰδὼ ἢ διὰ φόβον ὠχριάσῃ ἢ ἐρυθριάσῃ, ἡ δὲ παθητικὴ ποιότης δυσκίνητος καὶ δυσμετάβλητός ἐστι. Τῶν δὲ παθητικῶν ποιοτήτων τινὲς μὲν ἀπὸ πάθους οὐ γεγένηνται ἤγουν οὐκ ἀλλαχόθεν, ἀλλὰ κατ' οὐσίαν ὑπάρχουσιν ὡς τῷ πυρὶ ἡ θερμότης καὶ τῷ μέλιτι ἡ γλυκύτης· οὔτε γὰρ τῷ πυρὶ