1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

19

οὖν τοὺς ἐκ τούτων ἱερουργοῦντας τῷ Θεῷ καὶ τῇ ἀρετῇ ἐγκαθημένους ἀποκτέννειν πέφυκεν ὁ ὑπερήφανος λογισμὸς ἢ καὶ ὁ τῶν παθῶν σάλος.

ΕΡΩΤΗΣΙΣ 50 Πῶς χρὴ νοεῖν τὸ ἐν τῷ Συμβόλῳ λεγόμενον "σαρκωθέντα ἐκ Πνεύματος ἁγίου

καὶ Μαρίας τῆς Παρθένου"; ΑΠΟΚΡΙΣΙΣ

Φασί τινες τῶν ἁγίων ὅτι ἐκ Πνεύματος μὲν ἁγίου δίκην γονῆς ἀνδρὸς τὴν ψυχὴν καταβληθῆναι, τὴν δὲ σάρκα διαπλασθῆναι ἐκ τῶν παρθενικῶν αἱμάτων.

ΕΡΩΤΗΣΙΣ 51 Τί ἐστιν τὸ τῶν Παροιμιῶν "χειρὶ χεῖρα ἐμβαλὼν οὐκ ἀθῳωθήσεται"; ΑΠΟΚΡΙΣΙΣ

Πράξει ἐναρέτῳ ὁ πρᾶξιν μίσγων φαύλην «οὐκ ἀθῳωθήσεται». 14Α_090 ΕΡΩΤΗΣΙΣ 52

Ἐκ τῶν αὐτῶν· «μὴ ἐγγυήσῃς σὸν φίλον· εἰ γὰρ μὴ ἔχεις» ἀποδοῦναι, «λήμψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου».

ΑΠΟΚΡΙΣΙΣ Φίλον λέγει τὸ σῶμα διὰ τὴν πρὸς αὐτὸ τῆς ψυχῆς σχέσιν· τοῦτο μὴ

ἐγγυᾶσθαί φησιν, τουτέστιν μὴ φειδοῦς ἀξιοῦν, μὴ δὲ τοὺς ὑπὲρ ἀρετὴν πόνους ἀποδιδόναι ὀφείλοντα, τὴν ἄνεσιν ἐᾶν μεταδιώκειν. Εἰ γὰρ τῇ ἀσκήσει προσανέχων ὁ νοῦς ἄρξηται ὑπενδιδόναι, μὴ εὑρίσκων ἀποδοῦναι ὁ νοῦς τὸν ὑπὲρ ἀρετῆς λόγον, λαμβάνουσιν οἱ δαίμονες καὶ εἰς ἃς ἐπανεπαύετο ἀσκήσεις ἐξ αὐτοῦ· τοῦτο γὰρ δηλοῖ τὸ στρῶμα.

ΕΡΩΤΗΣΙΣ 53 Τί δηλοῖ τὸ Ἡσαΐου ῥητὸν "τίς ἐμέτρησεν τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν

σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί"; ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ κατὰ τὸν προφήτην Ἀμβακοὺμ «ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ» τοῦ

Κυρίου, τουτέστιν ἡ κατὰ σάρκα αὐτοῦ πολιτεία τὴν τῶν ἐν οὐρανοῖς ἀγγέλων ἀρετήν, αὐτὸς τῇ πράξει τοῦτο γὰρ ἡ χείρ ἐμέτρησεν πᾶσαν τὴν γνῶσιν, ὕδωρ τροπικῶς ὀνομασθεῖσαν· ἡ γὰρ ἑνωθεῖσα τῷ Λόγῳ φύσις πᾶσαν τὴν γνῶσιν κατείληφεν. Τὸν δὲ οὐρανὸν σπιθαμῇ· οὐρανὸν λέγων τὸν ὑψηλότερον τῶν ὄντων λόγον, σπιθαμὴν δὲ τὴν μετὰ πράξεως ἐκτεταμένην γνῶσιν τῶν αἰσθητῶν διὰ τὸ πέντε δακτύλους ἔχειν τὴν χεῖρα· τούτους οὖν τοὺς λόγους ἐνανθρωπήσας 14Α_092 ὁ Κύριος ἐξεμέτρησεν ἀνακεφαλαιωσάμενος τὰ πάντα ἐν αὐτῷ. Τὸ δὲ πᾶσαν τὴν γῆν δρακὶ τοῦτο δηλοῖ, ὅτι οὕτως ὁ Κύριος τὴν ἑαυτοῦ σάρκα γηΐνην οὖσαν περιέσφιγξεν ὡς μηδὲ τὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη μὴ ἐφιέντος αὐτοῦ ἐνεργεῖν.

ΕΡΩΤΗΣΙΣ 54 Τίς ὁ Ἐζεκίας καὶ τίς ἡ ἀσθένεια καὶ τίς ἡ παλάθη ἐξ ἧς ἰάθη τὸ τραῦμα; ΑΠΟΚΡΙΣΙΣ Ὁ Ἐζεκίας εἰς πρόσωπον λαμβάνεται τῆς ἀνθρωπότητος· τὸ δὲ τραῦμα τὸ ἐν

τῷ μηρῷ σημαίνει τὸν νόμον τῆς ἁμαρτίας διὰ τὸ παρακεῖσθαι τῷ μηρῷ τὰ γεννητικὰ μέρη· ἡ δὲ παλάθη ἐστὶν ἡ σὰρξ ἡ ζωοποιὸς τοῦ Κυρίου, μὴ ἔχουσα ὀπὸν ἁμαρτίας, ἐξ ἧς ἴασις ἡμῖν γέγονεν τῆς πληγῆς τῆς παραβάσεως.

ΕΡΩΤΗΣΙΣ 55 Τί σημαίνει τὸ ἐκπεσὸν σιδήριον ἐν τῷ Ἰορδάνῃ ἀφ᾽ ἑνὸς τῶν υἱῶν τῶν

προφητῶν ὅπερ ὁ προφήτης Ἐλισσαῖος ἐμβαλὼν ξύλον, ἐπιπολάσαι πεποίηκεν; ΑΠΟΚΡΙΣΙΣ