1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

20

ἐκτίσθη δι' αὐτοῦ τὰ πάντα. Πρόδηλον οὖν ὅτι τὰ φύσει τε καὶ ἰδικῶς ἐνυπάρχοντα τῷ ἐκ Πατρὸς ὄντι Λόγῳ τετήρηται πάλιν αὐτῷ καὶ ὅτε γέγονε σάρξ. Ἐπισφαλὲς οὖν ἄρα τὸ διατέμνειν ἀποτολμᾶν. Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστός, καὶ δι' αὐτοῦ τὰ πάντα δεδημιούργηκεν ὁ Πατήρ. {Β} Ἀληθές. {Α} Ἔστι τοιγαροῦν καὶ ∆ημιουργὸς θεϊκῶς, καὶ ζωοποιὸς ὡς ζωή, ἀνθρωπίνοις τε αὖ καὶ τοῖς ὑπὲρ ἄνθρωπον ἰδιώμασιν εἰς ἕν τι τὸ μεταξὺ συγκείμενος. Μεσίτης γάρ ἐστι Θεοῦ καὶ ἀνθρώπων, κατὰ τὰς Γραφάς, φύσει μὲν ὑπάρχων Θεός, καὶ οὐ δίχα σαρκός, ἄνθρωπος δὲ ἀληθῶς, καὶ οὐ ψιλὸς καθ' ἡμᾶς, ἀλλ' ὢν ὅπερ ἦν καὶ εἰ γέγονε σάρξ. Γέγραπται γὰρ ὅτι Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ 710 αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Ἦ γὰρ οὐχὶ διὰ τῆς ἁγίας Παρθένου τετέχθαι πιστεύομεν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τὸν Ἐμμανουήλ; {Β} Ναί. Ταῖς γάρ τοι θείαις οὐκ ἀντεροῦμεν Γραφαῖς. {Α} Τὸ δὲ δὴ χθές, εἰπέ μοι, καὶ τήμερον καιρὸν ἡμῖν, ὦ φιλότης, οὐχὶ τὸν ἐνεστηκότα καὶ τὸν ἤδη παρῳχηκότα κατασημήνειαν ἄν; {Β} Φημί. {Α} Πῶς οὖν ὁ αὐτὸς εἴη ἂν εἴς γε τὸν παρῳχηκότα, καίτοι γένεσιν οὔπω τὴν κατὰ σάρκα λαβών; {Β} Ὅτι ἦν ὁ Λόγος καὶ ἐν ἀρχῇ, καὶ ὡς ἐξ ἀϊδίου καὶ ἀτρέπτου πεφηνὼς τοῦ Θεοῦ καὶ Πατρός, ἔχει καὶ αὐτὸς ἐν ἰδίᾳ φύσει τὸ ἀΐδιον τε καὶ ἄτρεπτον. {Α} Ἐπαινῶ τὴν δόξαν· ἔχει γὰρ ὧδε καὶ λίαν ὀρθῶς. Φιλοπευστοῦντι δ' οὖν ὅμως φράσαις ἄν, ὠγαθέ. {Β} Τὸ τί; {Α} Ἦ οὐχὶ νεώτατον κομιδῇ, καὶ τοῖς τῆς ἐνανθρωπήσεως χρόνοις συνδεδραμηκὸς ὄνομα τῷ Λόγῳ τὸ Ἰησοῦς Χριστός; {Β} Καὶ μὴν τοῦτο ἡμῖν διὰ πλείστων ὅσων ἐδείχθη λόγων. {Α} Σύνες οὖν ὅτι Χριστὸν Ἰησοῦν, καὶ οὐ μονοειδῶς τὸν Λόγον, χθές τε καὶ σήμερον τὸν αὐτὸν εἶναί φησι, καὶ εἰς τοὺς αἰῶνας. Πῶς δ' ἂν ἔχοι τὸ ἄτρεπτόν τε καὶ τὴν ἐν ταυτότητι διαμονὴν ἡ ἀνθρώπου φύσις, καίτοι κίνησιν ὑπομένουσα, καὶ πρό γε τῶν ἄλλων τὴν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι καὶ ζῆν; {Β} ∆ιημάρτηκεν οὖν ἄρα τἀληθοῦς ἡμῖν τὸ Γράμμα τὸ ἱερόν, καὶ τὸν χθὲς οὐκ ὄντα προεῖναί φησι; {Α} Φαίην ἂν οὐχὶ τοῦτο ἐγώ. Πολλοῦ γε καὶ δεῖ. Χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας Χριστὸς Ἰησοῦς. Τὸ δὲ τοῦ Λόγου πρεσβύτατον καὶ ἀκλινὲς ἥκιστα μὲν ἀρνήσομαι, καὶ εἰ γέγονε σάρξ. Οἰήσομαι δὲ καθ' ἕνωσιν μετὰ τῆς ἰδίας σαρκὸς ὡς χθὲς ὄντα καὶ προϋπάρχοντα καταδηλοῦσθαι πάλιν αὐτόν. Καὶ γοῦν ἐμυσάττετο μὲν ὁ παράφρων Ἰουδαῖος, καὶ καταλιθοῦν ἐπεχείρει, τὴν πίστιν οὐ προσιέμενος. Κατατεθήπει γὰρ ὅτι, καίτοι καθ' ἡμᾶς ὁρώμενος ἄνθρωπος, τῆς ὑπὲρ ἄνθρωπον ἀρχαιότητος ἑαυτῷ τὸ πρεσβύτερον ἐπεμαρτύρει, λέγων ὡς Θεός· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμί. Ὅτε καὶ πρὸς τοῦτο ἔφασκον ἐκεῖνοι· Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας; Ἔφη δὲ καὶ Ἰωάννης·Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καίτοι πῶς ἄνδρα τε εἰδὼς καὶ ὀνομάζων τὸν Ἐμμανουὴλ ἔμπροσθέν τε αὐτοῦ καὶ πρῶτον γενέσθαι φησὶ τὸν ὀψιγενῆ τε καὶ μετ' αὐτόν; {Β} Ἔμπροσθεν αὐτὸν καὶ πρῶτον γενέσθαι φησὶ κατά 711 γε τὴν δόξαν, ὥσπερ οὖν ἔπεισί μοι νοεῖν. {Α} Καὶ μὴν ὅτι κίβδηλόν τε καὶ ἀμαθὲς τὸ τῇδε νοεῖν οὐκ ἐκ μακρῶν εἴσῃ λόγων. Παραδεξάμενοι γὰρ τὸ ἔμπροσθεν εἰς τὸ ἄμεινον ἐν δόξῃ, κατὰ τὸν ἴσον που λόγον καὶ τὸ ὀπίσω φήσομεν τὸ ὡς ἐν εὐκλείᾳ δεύτερον εὖ μάλα καταδηλοῦν. Περιέστη δὴ οὖν, ὡς ἔοικε, τῆς Ἰωάννου δόξης ἡττᾶσθαι Χριστόν, καὶ ὀπίσω δραμεῖν, ἀσυνέτως ὑπονοεῖν. Ἔφη γὰρ ὅτι Ὀπίσω μου ἔρχεται ἀνήρ. {Β} Φεῦ τῆς ἀτοπίας. Οἰησόμεθα γὰρ οὐχ ὧδε ἔχειν, ἐννενοηκότες ὀρθῶς τὸ ἐν Ψαλμοῖς γεγραμμένον· Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; Καὶ τίς ὁμοιωθήσεται τῷ Θεῷ ἐν υἱοῖς Θεοῦ; {Α} Ἀναθετέον οὖν ἄρα καὶ μετὰ σαρκὸς αὐτῷ τὸ πρεσβύτατον, ὡς Θεῷ κατὰ φύσιν ἑνωθέντι σαρκὶ καὶ τὰ τῆς ἰδίας φύσεως ἀγαθὰ κοινοποιεῖν εἰωθότι τῷ ἰδίῳ σώματι. {Β} Ἄριστα ἔφης. {Α} Τοῦτο δ' ἂν μάθοις ὧδέ τε ἔχον καὶ εἰρημένον ὀρθῶς καὶ ἐξ ἑτέρων, ὦ τᾶν, εἴπερ ἕλοιο, μαρτυριῶν. Ἔφη μὲν γάρ