1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

20

ολοις "καρποφορεῖ" τὰς ἀρετὰς τὰς διανοητικάς, τὰ δόγ ματα τῆς εὐσεβείας. εἰ δὲ τὰ αυ̣λλα οιον τάχα τὰ περὶ τὸ σῶμα, ἐκεῖνα αυ̣γριός εἰσιν "παράδεισος". τὰ δὲ αυ̣λλα τα δε αλλα τὰ χαμαίζηλα. ευ̣χει δὲ καὶ περὶ αὐτὰ πολλάκις ὁ 37 "αυ̣νθρωπος", καν "σοφὸς" ῃ· "καυ̣ν τε ἐσθίῃ καν πίνῃ, πάντα εἰς δόξαν θεοῦ ποιῶν", ουτος ευ̣χει "κῆπον". περὶ γὰρ τῶν μ̣ι̣κρῶν ὁ ἀπόστολος λέγει "ειυ̣τε τι ποιεῖτε"-παρὰ τὸ "ἐσθίειν" καὶ "πίνειν", φανερὸν οτι κατωτέρω τῶν "ἀνθρωπίνων" ἐστίν-λέγει "εἰς δόξαν θεοῦ ποιεῖτε". ἐὰν ουν ἡ "σοφία" τ̣οῦ "σοφοῦ" ῃ "σοφὸς" τ̣αῦτα λέγῃ, πάντα ἀνάγεται. ἐὰν δὲ ἡ "καρδία" τοῦ "ἀνθρώπου", ῃ θνητὸν ζῷόν ἐστιν λογικόν, τὰ "ἀνθρώπινα" λάμβανε κατορθώματα καὶ σπουδάσματα. μὴ γὰρ ἐκεῖνος ὁ λέγων "ψυχή, ευ̣χεις ἀγαθὰ πολλά· φάγε, πίε" οὐκ ειχεν κ̣αὶ "ἀμπελῶνας" καὶ "παραδείσους"; ἐπερ· ὡς ἐξ αλλου προσώπου λέγει ταῦτα; ειυ̣πο̣μεν οτι λέγει ῃ ποῖός ἐστιν· οὐκ αὐτῷ μόνῳ ἐπι γράφεται, ἀλλὰ παντὶ τῷ τὴν αὐτ̣ὴν ευ̣χοντι ποιότητα. τὰ λεγόμενα ὑπὸ "ἀνθρώπου" οὐ μόνον παρ' ἐκείνου τοῦ ῥητοῦ προσώπου λέγεται, ἀλλὰ π̣αντὸς "ἀνθρώπου" ἀνθρωπίνως κινουμένου. καὶ φύσει ουτως ὡς ἐπὶ τῶν παραδειγμάτων καὶ τὰ πρόσωπα λαμβάνομεν· οιον ἐλέγομεν οτι ὁ παρ' Ελλησιν σοφὸς οὐκ ευ̣στιν χαμαίζηλος, οὐκ ευ̣στιν χαίρων ἡδοναῖς, οὐ πλούτῳ, οιον Σωκράτης γέγονε̣ν. λέγω οιον Σωκράτης· μόνον αὐτὸν λέγω, ἀλλ' ἐπεὶ γνώριμος ἐγένετο πολλ̣οῖς ἐξ αὐτοῦ δ̣ε̣ί̣κνυμι πάν̣τα τὸν κατ' αὐ̣τ̣ὸν ο̣υ̣τω πεποιωμέν̣ον. 2,6ab ἐποίησά̣ μοι κ̣ολυνβ̣ήθρας̣ ὑδά των τοῦ ποτίησαι ἀπ' αὐτῶν δρυμὸν βλαστῶντα ξύλα. ἐπὶ "ἀμπελῶνος" καὶ οἱ "παράδεισοι" καὶ οἱ "κῆποι" δέ ονται ποτισμοῦ. λέγει ἐπιμεμελῆσθαι καὶ τοῦ δαψιλῆ ευ̣χειν τὰ "υδατα" καὶ οτε δεῖ ἐπιρρεῖν τὸν ποτισμόν. καὶ πρὸς μὲν τὸ ῥητὸν τοῦτο. πρὸς δὲ διάνοιαν ουτως· ὁ "φυτεύων" ἀρετάς, ὁ ευ̣ργα αριστα, ὁ ἐπιτηδεύματα σπουδαῖα καὶ τοῦ πῶς ταῦτα ἀρδεύῃ, ινα παραμένωσιν καὶ αὐξάνωσιν, προνοεῖται. καὶ αυταί εἰσιν αἱ "κολυνβῆθραι". δυνατὸν δὲ καὶ τοῦτο εἰπεῖν· ενεκα τοῦ "κολυμβᾶν" καὶ καθαίρεσθαι. οὐ μόνον ουν τὰ "παντὸς καρποῦ ξύλα" "ποτίζουσιν" αἱ "κολυνβῆθραι" αυται ἀλλὰ καὶ τοῦ "δρυμοῦ". κυρίως δὲ "δρυ μὸς" λέγεται ὁ ἀκάρπων "ξύλων" τόπος· οὐδὲν γὰρ ετερόν ἐστιν "δρυμὸς" η τόπος ἀκάρπων "ξύλων"-ἀκάρπων δὲ ουτω οὐκ ἐδωδίμων. ἐν τῷ ᾳυ̣σματι τῶν ᾀσμάτων ὁ νυμφίος καὶ ἡ νύμφη λέγουσιν· "αἱ δοκοὶ οιυ̣κων ἡμῶν αυ̣μπελοι, φατνώματα ἡμῶν κυπάρισσος." εἰς ταύτην τὴν χρείαν "φυτεύει" "δρυμὸν βλ̣αστῶντα ξύλα". οὐ λοχᾷ ωδε λῃστήριον ἐν τῷ τοιούτῳ "δρυμῷ", οὐ θηρία, ἀλλὰ αὐτὸ τοῦτο ε̣ἰς χρείαν παραλαμ βάνονται. καὶ οτι εἰσὶν "ξύλα" τοιαῦτα κατὰ ἀναγωγὴν πολλαί εἰσιν διδάςκουσαι γραφαί. "διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καταφαγέτω πῦρ τὰς κέδρους σου· ὀλολυξάτω πυλη πίτυς, διότι μεγιστᾶνες μεγάλως ἐταλαιπώρησαν." τοὺς "μεγιστᾶνας" 38 "ξύλα" ειπεν καὶ "δρυμοὺς" καὶ "πίτυας".

2,7ab ἐκτησάμην δούλους καὶ παιδίσκας καὶ οἰκογενεῖς ἐγένοντό μοι.

δείκνυσιν οτι καὶ τὴν ἐν θεραπείᾳ καὶ ὑπηρεσίᾳ ειχεν σπουδήν. δυνατὸν ἀνάξαι αὐτὰ τοῦ ῥητοῦ φανεροῦ ου̣ντος. αἱ πράξεις δύνανται ειναι "δοῦλαι", θεραπαινίδες, οἱ δὲ ἀστεῖοι καὶ ὀρθοὶ λογισμοὶ οἱ περὶ̣ τὰ φρονητέα "δοῦλοι". δεῖ ουν καὶ ταῦτα ὑποτεταγμένα ευ̣χειν τὸν "σοφόν". οτε χρείαν ευ̣χει "δούλων", ευ̣χει αὐτοὺς ἑτοίμους πρὸς ὑπηρεσίαν. ευ̣χομεν ουν καὶ κτητούς· τοὺς ἐξ̣ ἐπιμελείας ἡμετέρας καὶ σπουδῆς "κτώμεθα" λογισμοὺς καὶ πράξεις. 2,7c καί γε κτῆσις βουκολίου καὶ ποιμνίου πολλὴ ἐγένετό μοι. "βασιλεὺς" ων καὶ ἐν τοῖς "ἀνθρωπίνοις" πλουτῶν ειχεν καὶ ταῦτα. πρὸς δὲ διάνοιαν· εἰσὶν "βουκόλια" πνευματικὰ καὶ "ποίμνια"