1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

21

που Θεὸς περὶ τοῦ ἐκ σπέρματος ∆αυεὶδ τὸ κατὰ σάρκα Χριστοῦ δι' ἑνὸς τῶν ἁγίων προφητῶν· Καὶ σύ, Βηθλεέμ, οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Περὶ δέ γε τῶν υἱῶν Ἰσραὴλ ὁ ἱερώτατος Παῦλος· Ὅτι πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες βρῶμα τὸ πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα. Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ἄθρει δὴ οὖν ἐν Χριστῷ Ἰησοῦ καθ' ἕνωσιν οἰκονομικὴν τὸ ἰδικῶς τοῦ Λόγου πρεσβύτατον. Ἦ οὐκ ἐναργὴς ὁ λόγος; Τὸν γάρ τοι Βηθλεεμίτην ὡς ἄνθρωπον καὶ ἐκ γυναικὸς ἀπ' ἀρχῆς αἰῶνος τὰς ἐξόδους ἔχειν εὖ μάλα φησίν. Ἐν ἀρχῇ γὰρ ἦν καὶ πρὸ παντὸς αἰῶνος ὁ ἐνανθρωπήσας Λόγος, καὶ αὐτὸς ἦν ἡ πέτρα δεδιψηκότα τὸν Ἰσραὴλ τοῖς παρ' ἐλπίδα καὶ ἀδοκήτοις ἐκμεθύσκων νάμασι, καίτοι γεννηθεὶς κατά γε τὴν σάρκα καὶ τὸ ἀνθρώπινον ἐν ἐσχάτοις καιροῖς, καὶ κεχρισμένος εἰς τὴν εἰς κόσμον ἀποστολὴν παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Κατωνόμασται γὰρ οὐχ ἑτέρου του χάριν ἀλλ' ἢ διὰ τοῦτο Χριστός· Χριστὸς δὲ ἦν ἡ πέτρα, κατὰ τὸν Παῦλον. Ἦ ἐνδοιαστὸν τὸ χρῆμα ἐρεῖς; {Β} Οὐδαμῶς. {Α} Ἐπαγωνιεῖται δὲ αὖ καὶ συναθλήσει τῷ λόγῳ καὶ 712 ὁ σοφὸς Ἰωάννης μονονουχὶ καὶ συναγείρων τὰς φύσεις, καὶ μισγάγκειαν ἄγων τῶν ἑκατέρᾳ πρεπόντων ἰδιωμάτων τὴν δύναμιν. Θέα γὰρ ὅ φησιν· Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν. Ἰδοὺ τὸν ὄντα ἀπ' ἀρχῆς ὦφθαί τέ φησιν ἐναργῶς, ὑπομεῖναι δὲ καὶ ἁφήν. Ἀνεκεκράγει γὰρ ὁ Θωμᾶς· Ὁ Κύριός μου καὶ ὁ Θεός μου, ἀναμετρήσας δακτύλῳ πλευράν τε τὴν σώματος καὶ τὰς διατρήσεις τῶν ἥλων. Γεγενῆσθαι δέ φησι τοὺς ἁγίους ἀποστόλους καὶ ὁ θεῖος ἡμῖν Λουκᾶς αὐτόπτας τε καὶ ὑπηρέτας τοῦ Λόγου. Γέγονε γὰρ ἐμφανὴς ὁ ἀσώματος, καὶ ἁπτὸς ὁ ἀναφής, οὐκ ὀθνεῖον ἔχων ἔτι περίβλημα τὴν ἀπὸ γῆς σάρκα, ἀλλ' ἴδιον αὐτὴν ποιησάμενος ναόν, καὶ σὺν αὐτῇ γνωριζόμενος ὡς Θεὸς καὶ Κύριος. Γεγραφότα δὲ οἶσθά που τὸν ἱερώτατον Παῦλον· Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει. Ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τῷ Κυρίῳ ἀποθνήσκομεν. Ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν. Εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Ἄραρεν οὖν ὅτι κεκυρίευκεν ἀληθῶς νεκρῶν τε καὶ ζώντων ὁ μὴ ἑτέρου του χάριν ἢ ὅτι τοῦδε καὶ μόνου τεθνεὼς καὶ ἐγηγερμένος. {Β} Ἄραρεν. {Α} Τίνα δὴ οὖν, ὦ γενναῖε, φαμὲν ὡς ὑπέδυ μὲν θάνατον, ἀνεβίω δὲ αὖ; {Β} Τὸν Υἱὸν δηλονότι. {Α} Ἀλλ' ὅτι μὲν τὸν Υἱόν, εὖ λέγεις, ἐπαινέσομαι γὰρ οὖν. Ἐθέλοιμι δ' ἄν σου διαμαθεῖν πότερα θνητὸς καὶ φθορᾷ κάτοχος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ἢ πέρα θανάτου καὶ φθορᾶς ἀμείνων ὡς ζωή; {Β} Οὕτω φημί. {Α} Εἶτα πῶς γέγονεν ἐν νεκροῖς καὶ ἐλεύθερος κατὰ τὰς Γραφάς; Τεθναίη γὰρ ἂν οὔτι που καθ' ἑαυτὸν ὁ Λόγος. {Β} Ὅτι τεθνεώσης αὐτοῦ τῆς σαρκός, αὐτὸς τοῦτο λέγεται παθεῖν. {Α} Ὀρθότατά τε καὶ ἀπλανῶς. Οὐκοῦν, οὐ δίχα σαρκός, σὺν αὐτῇ δὲ μᾶλλον καὶ μετ' αὐτῆς, τὴν τῆς κυριότητος ἀνεδήσατο δόξαν ὁ νόμῳ σαρκὸς καὶ φύσει τῇ καθ' ἡμᾶς τεθνεὼς καὶ ἐγηγερμένος. Ἀνθρώπινον μὲν τὸ τεθνάναι 713 πάθος, ἐνέργημα δὲ θεϊκὸν τὸ ἀναβιῶναι δεικνύς, ἵνα δι' ἀμφοῖν γνωρίζηται, καθ' ἡμᾶς τε ἅμα καὶ ὑπὲρ ἡμᾶς ὡς Θεὸς καὶ τῶν ὅλων <Κύριος>, καὶ μεθ' ἡμῶν γεγονὼς ὁρῷτο μετὰ Πατρός. Οὕτως αὐτὸν ὁ Ναθαναὴλ ἐπιγινώσκων ἔφασκε· Ῥαββί, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ