22
"ποιεῖ" χρυσὴν "λυχνίαν" τινά, νοητὴν αυ̣ρα. καὶ "ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τοῦ κλήρου, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετά φρενα αὐτῆς ἐν χλωρότητι χρυσίου"· ὁ "κοιμώμενος ἀνὰ μέ σον τῶν κλήρων", τῶν δύο διαθηκῶν, "πτέρυγας" τὰς τοῦ πνεύματος κτᾶται. καὶ ἐπειδὴ καὶ τὰ "χαρίσματα" τοῦ "πνεύματος" ἐκ τῶν γραφῶν ἀναδείκνυται, "περιηργυρωμέναι" εἰ σὶν αυται αἱ "πτέρυγες". καὶ μετὰ τὰς "φρένας" καὶ τὰς 40 "πτέρυγας" "χλωρότης χρυσίου" εὑρίσκεται. ὁ νοῦς "χρυσίον" ἐστίν. μετὰ τὰς ἐξ "ἀργύρου" πεποικιλμένας "περιστερὰς" καὶ "χλωρότητα" ειπεν. ἡ "χλωρότης" ἐπὶ φυτοῦ σημεῖον ζωῆς ἐστιν. ἐπεὶ ουν ὁ νοῦς καὶ φρ̣ήν ἐστιν καὶ "χρυσίον"-, ὁ μὲν "χρυσὸς" πεφανέρωται "δόκιμος" ειναι ὑπεροχῇ τοῦ "ἀργυρίου"· ἡ γὰρ̣ "χλωρότης" μαρτυρεῖ αὐτῷ τὸ ζώπυρον ειναι. πρὸς τὴν ἀναγωγὴν ο̣υν̣ λέγομεν. λέγομεν οτι ὁ πε πληρωμένος "χρυσοῦ"-τουτέστιν νοῦ-καὶ ευ̣χων "ἀργύρια"- τὰ θεῖα τοῦ̣ "κυρίου λ̣όγια"-δύναται καὶ πολλ̣οὺ̣ς ὑπο̣τελεῖς ευ̣χειν "βασιλεῖς". διὰ τοῦτο ουν οἱ καθ' ἡμᾶς "σοφοί", οτε καὶ περὶ τὰ αυ̣λλα ευ̣σ̣χον πλ̣έον, πλέον τῶν αλλων ειχον. "Μωϋσῆς" γοῦν "παιδευθεὶς πάσῃ σοφίᾳ Αἰγυπτίω̣ν" πλέον τι ειχεν τῶν αλλων ̔Εβραίων ευ̣χων "περιουσιασ μὸν βασιλέων καὶ τῶν χωρῶν" τῶν εἰσηγητῶν τῶν Αἰγυπτίων σοφιῶν. ∆ανιὴλ πάλιν πεπαίδευτα̣ι "γραμματικήν, σοφίαν", μαγείαν, τὰ αυ̣λλα, καὶ πλέον ειχε τῶν αυ̣λλων. αὐτίκα γοῦν περὶ δυνάμεων μεγάλων ἐκπεσουσῶν λέγεται· "μὴ σὺ σοφώ τερος ει τοῦ ∆ανιήλ;" μὴ γάρ. εἰ γὰρ "ἀποσφράγισμα ὁμοιώσεως" ην καὶ "στέφανος κάλλους" καὶ "ἐν τῷ παραδεί σῳ", εἰ "ἐγένετο ομοιος" αὐτῷ "τεθεὶς μετὰ τῶν χερουβὶν" καὶ "πάντα λίθον χρηστὸν ἐ̣νδε̣δεμέ̣νος" ········ ····· ἐν "ἀ̣ν̣θρώπο̣ις" "σοφο·" "σοφώτερος". ευ̣χουσίν τι ουν πλέον οἱ "σοφο̣ί̣", οτ̣αν καὶ τὰ "ἀνθρώπινα" εἰδείησαν. καὶ ἐκ τῆς ἱστορί̣α̣ς̣ σκ̣ό̣πει· κεῖται ἐν τῇ γρ̣αφῇ πολλάκις διάφορα "φυτὰ" καὶ "ξύλα". καὶ ὁ μὲν τούτων ευ̣χει τὴν ἱστορίαν, ὁ δὲ ο̣ὐ̣ οὐ̣δ' ε̣ἰ̣δὼς πλειόνως νοεῖν τὰ ῥητὰ ταῦτα τὸν ευ̣χοντα τὴν ἱστορίαν. "λίθοι πολυτελεῖς" εἰσιν. καὶ ὁ μὲν αὐτοὺς οιδεν, ὁ δὲ οὐκ οιδεν. ἐὰν ἀμφότεροι κατὰ θεὸν "σοφοὶ" ωσιν, οὐκ εχει τι πλέον ὁ εἰδὼς καὶ τὴν φύσιν τῶν "λίθων". μανθάνομεν ουν οτι οὐκ ἐξ ολων ἐξωβλητά ἐστιν τὰ τῶν "ἀνθρώπων" λόγια. "περιουσιασμὸς βασιλέων" ἐστὶν "χρυσός", "αργυρος" καὶ "λίθοι". ἡ "φυτεία" δὲ ἡ προλεχθεῖσα, ἐπειδὴ "ἀμπελῶνας" καὶ "παραδείσους" καὶ τὰ αυ̣λλα δ̣ι̣αιρεθέντα ἐκεῖνα ευ̣χει, τῶν "χωρῶν" ἐστιν. κυρίως γὰρ "χώρα" ἐστὶν ἡ ἐκ τῆς γῆς "βλαστῶσα". αὐτίκα γοῦν καὶ ὁ σωτὴρ περὶ σίτου λέγων λέγει· "ἐπ άρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε οτι λευκαί εἰσιν αἱ χῶραι". 2,8cde ἐποίησα μοι ᾳδοντας καὶ ᾀδούσας καὶ ἐντρυφήματα υἱῶν τοῦ ἀνθρώπου οἰνοχόους καὶ οἰνοχόας. 2,8cd οὐδὲν παρῆκα τῶν εἰς τέρψιν καὶ εὐφροσύνην "ἀνθρώπων" συντελούντων. ὡς γὰρ ειπον περὶ "φυτειῶν" πολ λῶν καὶ "ποιμένων" καὶ "προβάτων" καὶ τῶν λοιπῶν λέγει οτι καὶ τὰ αλλα πρὸς τέρψιν καὶ ἡδονὴν παρέλαβον καὶ "ἐποίησα ᾳδοντας καὶ ᾀδούσας", χορὸν συνεστησάμην ἐξ "ᾀδόντων" ἀνδρῶν 41 καὶ "ᾀδουσῶν" γυναικῶν καὶ ευ̣τι "οἰνοχόους καὶ οἰνοχόας". ταῦτα "ἐντρυφήματά" ἐστιν τῶν "ἀνθρώπων", τῶν "υἱῶν τοῦ ἀνθρώπου", "ἐκείνων" τῶν "υἱῶν" τῶν μὴ ου̣ντων "θεῶν". "ἐκείνους" γὰρ "θεοὺς ειπεν, πρὸς ους ὁ λόγος τοῦ θεοῦ ἐ γένετο". ουτοι δὲ "ὡς αυ̣νθρωποι ἀποθνῄσκοντες" οντες ου̣ντες τὰ κινοῦντα καὶ ἐγείροντα τέρψιν καὶ ἡδονὴν κοινὴν καὶ "ἀνθρωπίνην" ἐσπούδασαν ευ̣χειν. ἐὰν κατὰ τὸν Σολομῶνα ουν ῃ τὰ ἀπαγγελλόμενα, "ᾳδοντας καὶ ᾀδούσας πεποίηκεν". εἰσὶν δὲ ἐπαινετῶς "ᾳυ̣δοντες καὶ ᾳυ̣δουσαι" ἁρμονίως καὶ συμφώνως. "νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων αἰνεσάτωσαν τὸ ου̣νομα κυρίου".