22
σῶμα καίοντος, ἀλλ' αὐτὴν τὴν ψυχήν. Καὶ τοῦτο αὐτὸ δηλῶν ὁ Σολομών, ὁ μάλιστα ταῦτα μετὰ ἀκριβείας εἰδώς, ἡλίκον ἐστὶ τὸ γυναικὶ συλλαλεῖν ἄνδρα ἐχούσῃ· ἀποδήσει τις, φησί, πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; Ἢ περιπατήσει τις ἐπ' ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ καταφλέξει; Οὕτως ὁ πορευόμενος πρὸς γυναῖκα ὕπανδρον καὶ πᾶς ὁ ἁπτόμενος αὐτῆς οὐκ ἀθωωθήσεται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὥσπερ, φησίν, οὐκ ἔνι ὁμιλοῦντα πυρὶ μὴ κατακαίεσθαι, οὐδὲ γυναιξὶ συνόντα διαφεύγειν τὸν ἐντεῦθεν ἐμπρησμόν. Οὗτος δέ, ὃ πολλῷ χαλεπώτερον ἦν, ὑπέμεινεν. Οὐ γὰρ αὐτὸς αὐτῆς ἥψατο, ἀλλ' ὑπ' ἐκείνης κατείχετο μόνος ὑπὸ μόνης ἀπειλημμένος, καίτοι τοσούτοις ἤδη κακοῖς κατειργασμένος καὶ τοσαύταις τεταριχευμένος ἐπιβουλαῖς καὶ ἀνέσεως ἐπιθυμῶν καὶ ἀδείας. Ἀλλ' ὅμως ἐν τοσούτοις δικτύοις ὢν καὶ ποικίλον θηρίον ὁρῶν αὐτῷ προσβάλλον καὶ διὰ πάντων αὐτὸν καταξέον, διὰ τῆς ἁφῆς, διὰ τῆς φωνῆς, διὰ τῶν ὀμμάτων, διὰ τῶν χρωμάτων, διὰ τῆς ὑπογραφῆς, διὰ τῶν χρυσίων, διὰ τῶν μύρων, διὰ τῶν ἱματίων, διὰ τοῦ ἤθους, διὰ τοῦ κόσμου τοῦ περικειμένου, διὰ τῆς μονώσεως, διὰ τοῦ λανθάνειν, διὰ τοῦ πλούτου, διὰ τῆς δυναστείας, ἔχουσαν μετὰ τούτων συνεργόν, ὅπερ ἔμπροσθεν εἶπον, τὴν ἡλικίαν, τὴν φύσιν, τὴν δουλείαν, τὸ ἐν ἀλλοτρίᾳ εἶναι, πᾶσαν ἐνίκησε τὴν φλόγα ἐκείνην. Ἐγὼ τοῦτον τὸν πειρασμὸν καὶ τοῦ φθόνου τῶν ἀδελφῶν καὶ τοῦ μίσους τοῦ συγγενικοῦ καὶ τῆς πράσεως καὶ τῆς τῶν βαρβάρων δεσποτείας καὶ τῆς μακρᾶς ἀποδημίας καὶ τῆς ἐν ἀλλοτρίᾳ διατριβῆς καὶ τοῦ δεσμωτηρίου καὶ τῆς ἁλύσεως καὶ τοῦ μακροῦ χρόνου καὶ τῆς αὐτόθι ταλαιπωρίας πολὺ χαλεπώτερον εἶναί φημι· καὶ γὰρ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος ἦν. Ἐπειδὴ δὲ καὶ τοῦτον διέφυγε τὸν πόλεμον καὶ ἐγένετο καὶ ἐνταῦθα πνεῦμα δρόσου διασυρίζον ἀπό τε τῆς τοῦ Θεοῦ χάριτος καὶ τῆς ἀρετῆς τοῦ νέου-τοσοῦτον γὰρ αὐτῷ περιῆν ἀταραξία καὶ σωφροσύνη ὅτι καὶ τὴν ἐκείνης μανίαν καταλῦσαι ἐσπούδασε-πλήν, ἐπειδὴ αὐτὸς ἐξῆλθεν ἀνέπαφος, ὥσπερ οἱ νεανίσκοι τὴν περσικὴν διαφυγόντες φλόγα· οὐδὲ γὰρ ὀσμὴ πυρὸς ἦν ἐν αὐτοῖς, φησί-καὶ σωφροσύνης μέγας ἀθλητὴς ἀνεδείχθη καὶ ἀδάμαντα ἐμιμήσατο, ἴδωμεν οἵων εὐθέως ἀπέλαυσε καὶ τίνα ἔπαθλα διαδέχεται τὸν στεφανίτην. Ἐπιβουλαὶ πάλιν καὶ βάραθρα καὶ θάνατος καὶ κίνδυνος καὶ συκοφαντίαι καὶ μῖσος ἄλογον. Ἡ γὰρ ἀθλία τότε ἐκείνη θυμῷ παραμυθεῖται τὸν ἔρωτα καὶ πάθος ἀνάπτει πάθει καὶ ἐπιθυμίᾳ ἀκολάστῳ προστίθησιν ὀργὴν ἄδικον. Καὶ μετὰ τὴν μοιχείαν γίνεται καὶ ἀνδροφόνος καὶ πνέουσα θηριωδίας πολλῆς καὶ φόνιον βλέπουσα καθίζει δικαστήριον διεφθαρμένον, τὸν δεσπότην τὸν ἐκείνου, τὸν ἄνδρα τὸν ἑαυτῆς, τὸν βάρβαρον, τὸν Αἰγύπτιον καὶ εἰσάγει κατηγορίαν ἀμάρτυρον καὶ οὐδὲ ἀφίησιν εἰσελθεῖν εἰς δικαστήριον τὸν ἐγκαλούμενον, ἀλλ' ἠρέμα κατηγορεῖ, τῇ τε ἀνοίᾳ καὶ τῇ εὐνοίᾳ τοῦ δικάζοντος, τῇ τε ἀξιοπιστίᾳ τοῦ οἰκείου προσώπου καὶ τὸ δοῦλον εἶναι τὸν ἐγκαλούμενον θαρροῦσα καὶ τὰ ἐναντία εἰποῦσα τῶν γενομένων, ἐκράτησε τοῦ δικαστοῦ καὶ τὴν νικῶσαν ἔπεισε ψῆφον ἐξενεγκεῖν καὶ καταδικάσαι τὸν ἀνεύθυνον καὶ τιμωρίαν ἐπιθεῖναι χαλεπωτάτην καὶ δεσμωτήριον εὐθέως καὶ ἀπαγωγὴ καὶ ἅλυσις. Καὶ μηδὲ ἰδὼν δικαστὴν κατεκρίθη ὁ θαυμαστὸς ἐκεῖνος ἀνὴρ καὶ τὸ δὴ χαλεπώτερον κατεκρίνετο ὡς μοιχός, ὡς δεσποτικῆς ἐπιθυμήσας εὐνῆς, ὡς ἀλλότριον διορύξας γάμον, ὡς ἁλούς, ὡς ἐληλεγμένος· ὅ τε γὰρ δικαστὴς ἥ τε κατήγορος παρὰ τοῖς πολλοῖς τὴν ἀλήθειαν οὐκ εἰδόσιν ἥ τε τιμωρία ἀξιόπιστον ποιεῖ τὸ δρᾶμα φαίνεσθαι.
Ἀλλ' οὐδὲν τούτων ἐφόβισεν ἐκεῖνον, οὔτε εἶπεν· αὗται τῶν ὀνειράτων αἱ ἀμοιβαί; Τοῦτο τῶν ὄψεων τὸ τέλος; Ταῦτα τῆς σωφροσύνης τὰ ἔπαθλα, κρίσις ἄλογος καὶ ψῆφος ἄδικος καὶ πονηρὰ πάλιν ὑπόληψις; Ὡς γὰρ ἡταιρικὼς ἐξεβλήθην ἔναγχος τῆς πατρῴας οἰκίας, ὡς μοιχὸς καὶ σωφροσύνην διορύξας γυναικὸς εἰς δεσμωτήριον