22
πνευματικῶς νοεῖσθαι παρασκευάσας· μᾶλλον δὲ τὰς πολλάς, τύπον οὔσας τοῦ κατ᾽ αὐτὸν μυστηρίου δείξας, κατέπαυσεν.
ΕΡΩΤΗΣΙΣ 64 Ἐκ τῶν Παροιμιῶν· «τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; τίς συνήγαγεν
ἀνέμους ἐν κόλπῳ; τίς συνέτριψεν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησεν τῶν ἄκρων τῆς γῆς; τί ὄνομα αὐτῷ»;
ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ κατ᾽ ἀρχὰς ὁ ἄνθρωπος ἐπὶ τοῦτο ἐπλάσθη ὥστε πρὸς τὴν αἰτίαν
ἀναβῆναι τῷ πόθῳ καὶ εἶθ᾽ οὕτως εἰς τὰ μετὰ τὴν αἰτίαν κτίσματα κατελθεῖν καὶ ταῦτα καλῶς τῇ γνώσει ἐπισκοπήσαντα ἀναβιβάσαι πρὸς τὸν ποιητὴν τούτων, τοῦτο δὲ οὐκ ἐποίησεν, ἀλλὰ πρὶν ὑψωθῆναι πρὸς τὸν Θεὸν κατένευσεν πρὸς τὴν ὕλην, ἐλθὼν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁ δεύτερος Ἀδὰμ «ἀνακεφαλαιώσατο ἐν αὐτῷ τὰ πάντα» καὶ ἔδειξεν εἰς τί παρήχθη ὁ πρῶτος ἄνθρωπος. Κατὰ γὰρ τὴν πρόσληψιν τῆς ἀνθρωπείας φύσεως πρῶτον ἀνέβη κινηθεὶς πρὸς τὸν αἴτιον, εἶτα καὶ κατέβη κατὰ τὴν θεότητα, τὴν τοῦ «δούλου μορφὴν» ὑποδύς, καὶ πάλιν δὲ ἀνέβη κατὰ τὸ συναμφότερον ἐν τῇ 14Α_104 μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀναλήψει. Οὕτω δεῖ καὶ ἡμᾶς πρῶτον ὑψοῦσθαι πρὸς τὸν Θεὸν καὶ στομοῦντας τὴν ψυχὴν τὸν ὅλον αὐτῆς πόθον πρὸς αὐτὸν τείνειν καὶ εἶθ᾽ οὕτως καταβαίνειν ἐπὶ τὴν ἔρευναν τῶν ὄντων καὶ ἕκαστον ὡς ἔχει φύσεως ἐπισκοπεῖν καὶ πάλιν δι᾽ αὐτῶν ἀναβιβάζεσθαι τῇ θεωρητικῇ γνώσει εἰς τὸν τούτων δημιουργόν.
Ὁ τοιοῦτος συνάγει «ἀνέμους ἐν κόλπῳ»· τοὺς γὰρ διαφόρους λόγους τῶν ὄντων τροπικῶς ἀνέμους ὀνομασθέντας συνάγει εἰς τὸν κόλπον τῆς ἑαυτοῦ καρδίας. Ἐπεὶ οὖν κόλπος ἐστὶν ὁ ὀμφαλὸς ἐν ᾧ φασιν τὸν πρῶτον γόνον τὴν ἀρχὴν λαμβάνειν, χρὴ νοεῖν ὅτι ἐν τῷ γονίμῳ καὶ θεωρητικῷ μέρει τῆς καρδίας συνάγων τοὺς διαφόρους λόγους ἀποτίκτει ἕνα λόγον Θεοῦ· οἱ γὰρ πολλοὶ τῶν ὄντων λόγοι εἰς ἓν συνάγονται. Ἀλλὰ καὶ συντρίβει ὕδωρ ἐν ἱματίῳ· ὕδωρ εἰσίν, ὡς πολλαχοῦ τῆς Γραφῆς εὑρήσεις λεγούσης, οἱ πειρασμοί· τούτους ἐν τῷ ἰδίῳ σώματι ἢ καὶ ἐν τῷ ἠθικῷ μέρει τῆς φιλοσοφίας πάσχων μεθ᾽ ὑπομονῆς συντρίβει, ἀπράκτους αὐτοὺς ἀποπέμπων. Κρατεῖ δὲ καὶ τῶν ἄκρων τῆς γῆς, μὴ δὲ τὰ φυσικὰ τοῦ σώματος πάθη συγχωρῶν ἀλόγως ἐκφέρεσθαι.
ΕΡΩΤΗΣΙΣ 65 Ἐκ τοῦ Ἡσαΐου· «καὶ ἔσονται οἱ καταλελειμμένοι ὑπὲρ τὸ χρυσίον τὸ
ἄπυρον». ΑΠΟΚΡΙΣΙΣ Οἱ δοκιμασθέντες διὰ τῶν πειρασμῶν καὶ ἐγκαταλειφθέντες πρὸς πλείονα
πεῖραν ὡς Ἰώβ, ὁ Ἰωσὴφ καὶ οἱ κατ᾽ αὐτούς, οὗτοι ὑπὲρ «τὸ χρυσίον τὸ ἄπυρόν» εἰσιν, ὑπὲρ τὸν δίκην χρυσοῦ εὐθῆ πλασθέντα Ἀδάμ, τὸν μὴ πυρωθέντα διὰ πειρασμῶν καὶ βαστάσαντα.
14Α_106 ΕΡΩΤΗΣΙΣ 66 Τί σημαίνει ὁ ἐν τῇ Γενέσει «ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος»; ΑΠΟΚΡΙΣΙΣ Ἐκάτεροι τὸν Κύριον δηλοῦσιν· ὁ μὲν ἄνθραξ ὡς φωτιστικὸς καὶ καυστικός,
διὰ τὸ παρεκτικὸν εἶναι τὸν Κύριον γνώσεως, δαπανητικὸν δὲ τῆς μοχθηρίας· ὁ δὲ πράσινος λίθος ἐπειδὴ τονωτικός ἐστιν τῆς ὁρατικῆς δυνάμεως, δηλοῖ καὶ αὐτὸς τὸν Κύριον, ὡς τοῦ θεωρητικοῦ τῆς ψυχῆς τόνου ποιητικόν.
ΕΡΩΤΗΣΙΣ 67 Τί σημαίνει κατὰ θεωρίαν ἡ τύφλωσις τοῦ Σαμψών; ΑΠΟΚΡΙΣΙΣ