1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

23

εἰσάγομαι νῦν καὶ ταῦτα περὶ ἐμοῦ πάντες ψηφίζονται. Καὶ οἱ μὲν ἀδελφοὶ οἱ μέλλοντές με προσκυνεῖν-τοῦτο γὰρ τὰ ὀνείρατα ἐδήλου-ἐν ἐλευθερίᾳ καὶ ἀδείᾳ καὶ τρυφῇ καὶ πατρίδι καὶ οἰκίᾳ πατρῴᾳ, ἐγὼ δὲ ὁ μέλλων αὐτῶν κρατεῖν μετὰ τυμβωρύχων, λῃστῶν, βαλαντιοτόμων ἐνταῦθα δέδεμαι οὔτε μετὰ τὸ τῆς πατρίδος ἐκπεσεῖν, θορύβων ἀπηλλαγμένος καὶ πραγμάτων. Ἀλλὰ καὶ ἐν ἀλλοτρίᾳ πάλιν βάραθρα ἡμᾶς καὶ ξίφη ἠκονημένα διαδέχεται. Καὶ ἡ μὲν τοιαῦτα δράσασα καὶ συκοφαντήσασα καὶ δι' ἑκατέρων τῶν τολμημάτων ἀποτμηθῆναι δικαία χορεύει καὶ σκιρτᾷ νῦν, ὥσπερ ἐπὶ τροπαίοις καὶ λαμπροῖς ἐπινικίοις ἐστεφανωμένη, ἐγὼ δὲ ὁ μηδὲν ἠδικηκὼς τὴν ἐσχάτην τίνω δίκην. Οὐδὲν τούτων ἐκεῖνος εἶπεν, οὐδὲ ἐνενόησεν, ἀλλ', ὥσπερ ἀθλητὴς διὰ στεφάνων ὁδεύων, οὕτως ἔχαιρε καὶ εὐφραίνετο, οὔτε τοῖς ἀδελφοῖς, οὔτε τῇ μοιχαλίδι μνησικακῶν. Πόθεν τοῦτο δῆλον; Ἐξ ὧν αὐτὸς πρός τινα τῶν αὐτόθι δεδεμένων διελέχθη ποτέ. Τοσοῦτον γὰρ ἀπεῖχεν ὑπὸ ἀθυμίας ἁλῶναι, ὅτι καὶ ἑτέροις ἔλυσε λύπας. Ἐπειδὴ γὰρ εἶδέ τινας αὐτόθι τεταραγμένους καὶ ἀθυμοῦντας, προσῆλθεν εὐθέως τὴν αἰτίαν εἰσόμενος καὶ μαθὼν ὅτι ἐξ ὄψεως ὀνειράτων ὁ θόρυβος ἔλυσε τὰ ὀνείρατα. Εἶτα παρακαλῶν ἀναμνῆσαι τὸν βασιλέα τῆς ἀπαλλαγῆς ἕνεκεν τῆς αὑτοῦ-εἰ γὰρ καὶ γενναῖος καὶ θαυμαστὸς ἦν, ἀλλ' ἄνθρωπος ἦν καὶ οὐκ ἐβούλετο ταῖς ἁλύσεσιν ἐνταλαιπωρεῖσθαι ἐκείναις-παρακαλῶν τοίνυν μνησθῆναι αὐτοῦ πρὸς βασιλέα καὶ πεῖσαι ἀφεῖναι αὐτὸν τῶν δεσμῶν καὶ ἀναγκαζόμενος καὶ τὴν αἰτίαν εἰπεῖν, δι' ἣν ἐβέβλητο, ὥστε καὶ ἐκεῖνον τὸν ὑπὲρ αὐτοῦ δεόμενον εὐπρόσωπον ἔχειν πρόφασιν τῆς ὑπὲρ αὐτοῦ συνηγορίας, οὐδενὸς ἐμνημόνευσε τῶν ἠδικηκότων. Ἀλλ' ἀπαλλάξας ἑαυτὸν τῶν ἐγκλημάτων ἔστη μέχρι τούτου μόνον καὶ οὐ προσέθηκε τοὺς εἰς αὐτὸν πεπλημμεληκότας. Καὶ γὰρ ἐγώ, φησί, κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων καὶ ὧδε οὐκ ἐποίησα οὐδὲν καὶ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον. Καὶ τίνος ἕνεκεν οὐ λέγεις τὴν πόρνην, τὴν μοιχαλίδα, τοὺς ἀδελφοὺς τοὺς ἀδελφοκτόνους, τὸν φθόνον, τὸν φόνον, τὴν πρᾶσιν, τὴν μανίαν τῆς δεσποίνης, τὴν ἔφοδον, τὴν ἀκολασίαν, τὰ δίκτυα, τὰ μηχανήματα, τὴν συκοφαντίαν, τὴν ἄδικον κρίσιν, τὸν διεφθαρμένον δικαστήν, τὴν παράνομον ἀπόφασιν, τὴν καταδίκην, τὴν οὐκ ἔχουσαν λόγον; ∆ιατί ταῦτα σιγᾷς καὶ κρύπτεις; Ὅτι μνησικακεῖν οὐκ οἶδα, φησίν, ὅτι ἐμοὶ ταῦτα στέφανοι καὶ βραβεῖα καὶ μείζονος ἐμπορίας ὑπόθεσις. Εἶδες ψυχὴν φιλόσοφον; Εἶδες ὀργῆς καθαρὰν καὶ τῶν δικτύων ὑψηλοτέραν; Εἶδες συναλγοῦντα τοῖς ἠδικηκόσι μᾶλλον ἢ μνησικακοῦντα, ὥστε γὰρ μήτε ἀδελφὸν εἰς μέσον ἐνεγκεῖν, μήτε τὴν αἱμοβόρον ἐκείνην; Κλοπῇ, φησίν, ἐκλάπην ἐκ γῆς Ἑβραίων καὶ ὧδε οὐκ ἐποίησα οὐδέν. Καὶ οὐδαμοῦ προσώπου μέμνηται, οὐδὲ τοῦ λάκκου, οὐδὲ ἄλλου τινός.

Ἀλλ' ὅμως καὶ μετὰ ταῦτα αὐτὸν οὐχ ὁ τυχὼν διεδέξατο πειρασμός. Ὁ γὰρ τοσαύτης παρ' αὐτοῦ παρακλήσεως τυχὼν καὶ τῶν δεσμῶν κατὰ τὴν τούτου πρόρρησιν ἐλευθερωθεὶς καὶ ἐπὶ τὴν προτέραν ἀνακληθεὶς τιμὴν τῆς εὐεργεσίας ἐπελάθετο καὶ τῆς τοῦ δικαίου ἱκετηρίας. Καὶ ὁ μὲν οἰκέτης ἐν βασιλικαῖς ἦν αὐλαῖς πολλῆς ἀπολαύων εὐημερίας, ὁ δὲ ὑπὲρ τὸν ἥλιον λάμπων καὶ οὕτω φαιδρὰς ἀφιεὶς τῆς ἀρετῆς τὰς ἀκτῖνας ἔτι τὸ δεσμωτήριον ᾤκει καὶ οὐδεὶς ἦν ὁ ἀναμιμνῄσκων τὸν βασιλέα· ἐχρῆν γὰρ πλείους αὐτῷ πλακῆναι στεφάνους καὶ μείζονα παρασκευασθῆναι βραβεῖα. ∆ιὸ καὶ μακρότεροι τῶν δρόμων οἱ δίαυλοι τότε ἐπήγνυντο ἐῶντος μὲν τοῦ Θεοῦ μένειν τὰ σκάμματα, οὐ μὴν τέλεον ἐγκαταλείποντος, ἀλλὰ τοσοῦτον συγχωροῦντος τοῖς ἐπιβουλεύουσι τὰ αὑτῶν ἐπιδείκνυσθαι, ὅσον μηδὲ ἀφανίσαι τὸν ἀθλητήν, μηδὲ ἐκποδὼν ποιῆσαι τῆς ἀρετῆς τὸν ἀνταγωνιστήν. Εἰς λάκκον μὲν γὰρ αὐτὸν ἐμβληθῆναι συνεχώρησε καὶ τὸ ἱμάτιον αἱμαχθῆναι, εἰς δὲ σφαγὴν αὐτὸν ἐλθεῖν οὐκ ἀφῆκεν, ἀλλὰ