23
κακόν· τῇ μὲν γὰρ σωφροσύνῃ ἐναντίον ἡ ἀκολασία, τῇ δὲ ἀκολασίᾳ ποτὲ μὲν σωφροσύνη, ποτὲ δὲ ἠλιθιότης. Ἠλιθιότης δέ ἐστι τὸ μὴ κινεῖσθαι μηδὲ ἐγείρεσθαι τὰ πάθη. Ἡ μὲν οὖν ἀκολασία ἔλλειψίς ἐστι τῆς σωφροσύνης, ἡ δὲ ἠλιθιότης ὑπερβολή, ἐναντία δὲ ἡ ὑπερβολὴ τῇ ἐλλείψει. -δεύτερον, ὅτι ἀδύνατον ἅμα τὰ ἐναντία ἐπὶ τῶν ἀτόμων εἶναι κατὰ τὸ αὐτό, οὐκ ἐνδέχεται γὰρ ἅμα Σωκράτην ὑγιαίνειν καὶ νοσεῖν, ἢ κατὰ τὸ αὐτὸ μέλος θερμαίνεσθαι ἅμα καὶ ψύχεσθαι. -τρίτον, ὅτι τὰ ἐναντία ἐν τῷ αὐτῷ ὑποκειμένῳ ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ, γένει μὲν ὡς ἐν ἁπλῷ σώματι τὸ λευκὸν καὶ τὸ μέλαν, εἴδει δὲ ὡς ἐν σώματι ζῴου ὑγίεια καὶ νόσος, ἀριθμῷ δὲ δῆλον· τὸ γὰρ αὐτὸ σῶμα τῶν ἐναντίων εἶναι δεκτικὸν ἐνδέχεται κατὰ τὴν ἑαυτοῦ μεταβολήν. -τέταρτον, ὅτι τὰ ἐναντία ἢ ὑπὸ τὸ αὐτὸ γένος ὡς τὸ λευκὸν καὶ τὸ μέλαν ὑπὸ τὸ χρῶμα, ἢ ὑπὸ τὰ ἐναντία γένη ὡς δικαιοσύνη καὶ ἀδικία ὑπὸ τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἅτινα ἐναντία εἰσίν, ἢ αὐτὰ τὰ ἐναντία γένη εἰσὶν ὡς τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐναντία ὄντα γένη. 42 Περὶ ἕξεως καὶ στερήσεως. Ἕξις λέγεται ἡ ἐνέργεια τοῦ ἐχομένου καὶ τοῦ ἔχοντος ὡς τοῦ ὅπλου καὶ τοῦ ὡπλισμένου ἤγουν τοῦ ἐνδύοντος καὶ τοῦ ἐνδυομένου· -δεύ τερον αἱ ἐπείσακτοι ἐνέργειαι μόνιμοι οὖσαι εἴτε φυσικαὶ εἴτε ψυχικαί· καὶ φυσικαὶ μὲν ὡς ἡ θερμότης ἐν τοῖς θερμαινομένοις, ψυχικαὶ δὲ ὡς ἐπιστήμη· -τρίτον, ὅπερ οὔπω μὲν ἔχει, ἔχει δὲ ἐπιτηδειότητα δέξασθαι, ὅπερ ἐστὶ πρῶτον σημαινόμενον τοῦ δυνάμει· -τέταρτον ἡ φυσικὴ ποιότης ἤγουν φυσικὴ ἕξις ὡς ἡ θερμότης τοῦ πυρὸς καὶ τοῦ καθεύδοντος ἡ ὄψις, ὅπερ ἐστὶ δεύτερον σημαινόμενον τοῦ δυνάμει, δύναται γὰρ καίειν, ἐνεργείᾳ δὲ οὐ καίει, πρῶτον δὲ σημαινόμενον τοῦ ἐνεργείᾳ· -πέμπτον ὡς ἡ τελικὴ ἐνέργεια ὡς ἡ ὅρασις ἡ ἤδη ὁρῶσα καὶ ἡ θερμότης ἡ ἤδη θερμαίνουσα. Στέρησις δὲ τῆς ἕξεως ἀποβολή. Ἀντίκειται οὖν τῷ μὲν πρώτῳ σημαινομένῳ τῆς ἕξεως ἡ στέρησις τοῦ ὅπλου ἤγουν τοῦ ἐνδύματος, -τῷ δὲ δευτέρῳ ἡ ἀποβολὴ τῶν ἐπεισάκτων ἕξεων, ὅτε τὸ θερμανθὲν ψυχρανθῇ· - τῷ τρίτῳ, ὅπερ οὐδὲ ὅλως πέφυκεν ἔχειν τὸ γένος, ὡς λέγομεν ἔχειν ἐπιτηδειότητα τὸ βρέφος πρὸς μουσικήν, τὴν δὲ συκῆν οὐδαμῶς. Ἐστέρηται οὖν ἡ συκῆ, ἐπειδὴ τὸ γένος τῶν φυτῶν οὐκ ἔχει ἐπιτηδειότητα δέξασθαι μουσικήν. Καὶ ὅπερ τὸ μὲν γένος ἔχει ἐπιτηδειότητα, τὶ δὲ τῶν εἰδῶν οὐκ ἔχει· τὸ γὰρ ζῷον ἔχει ἐπιτηδειότητα ὁρᾶν, ὁ δὲ ἀσπάλαξ εἶδος ὢν τοῦ ζῴου οὐκ ἔχει ἐπιτηδειότητα τοῦ ὁρᾶν· -τῷ δὲ τετάρτῳ ἡ ἀποβολὴ τῆς δυνάμεως τῆς καθ' ἕξιν· -τῷ δὲ πέμπτῳ ἡ ἀποβολὴ τῆς τελικῆς ἐνεργείας, ὅπερ ἀνωτέρω εἴρηκε τὴν κατὰ στέρησιν καὶ ἕξιν τῶν ἀντικειμένων ἀντίθεσιν ἤγουν τῆς δυνάμεως εἴτε τῆς ποιητικῆς εἴτε τῆς παθητικῆς· αὕτη δὲ χαρακτηρίζεται τοῖς τρισὶ τούτοις, ὅπερ πέφυκεν ἔχειν οὐδὲ ὅλως δὲ ἔχει, ἀλλὰ τελείως ἐστέρηται, καὶ ὅτε πέφυκεν ἔχειν, καὶ ἔνθα πέφυκεν ἔχειν. Οἷον τὸν λίθον οὐ λέγομεν εἶναι τυφλόν, οὐ πέφυκε γὰρ ἔχειν ἕξιν ὁράσεως· οὐδὲ τὸν ἀρτιγέννητον κύνα λέγομεν εἶναι τυφλὸν οὐδὲ τὸ ἀρτιγέννητον βρέφος νωδόν, ἐπειδὴ οὐ πεφύκασι κατ' ἐκεῖνον τὸν καιρὸν ἔχειν· οὐδὲ τὸν πόδα λέγομεν τυφλόν, οὐ γὰρ πέφυκε τὸ ζῷον ἐν τῷ ποδὶ ἔχειν τὴν ἕξιν τῆς ὁράσεως. Ὅτε οὖν κατὰ τὰ τρία ταῦτα πέφυκεν ἔχειν καὶ μὴ ἔχει, λέγεται στέρησις. 43 Περὶ προτέρου καὶ ὑστέρου. Τὸ δὲ πρότερον διαιρεῖται εἰς τέσσαρα σημαινόμενα. Καὶ κυριώτατόν ἐστι τὸ τῷ χρόνῳ πρότερον. Λέγεται δὲ κυρίως ἐπὶ μὲν ἐμψύχων τὸ πρεσβύτερον, ἐπὶ δὲ τῶν