1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

24

συνεβούλευσε μὲν τοῦτο ὁ ἀδελφός, τὸ δὲ πᾶν τῆς τοῦ Θεοῦ προνοίας ἐγένετο. Τοῦτο καὶ ἐπὶ τῆς αἰγυπτιακῆς συνέβη γυναικός. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, ὁ θερμὸς οὕτω καὶ ὀργίλος-καὶ γὰρ τοῦτο μεθ' ὑπερβολῆς αὐτοῖς πρόσεστι τὸ πάθος-ὃν ἐπίστευσεν εἶναι μοιχὸν καὶ τὴν γυναῖκα ἠδικηκέναι τὴν αὑτοῦ, οὐκ ἀπέτεμεν εὐθέως, οὐδὲ πυρὶ παραδέδωκεν, ἀλλ' οὕτως ἀλόγιστος ὤν, ὡς ἐκ μιᾶς μοίρας ἀποφήνασθαι καὶ μηδὲ λόγου μεταδοῦναι τῷ ἐγκαλουμένῳ ἐν τῷ καιρῷ τῆς τιμωρίας πολλὴν ἐπιείκειαν ἐπεδείξατο; Καὶ ταῦτα ὁρῶν τὴν γυναῖκα μαινομένην, λυττῶσαν, βίαν ἀποδυρομένην, τὰ ἱμάτια διερρωγότα περιφέρουσαν καὶ μειζόνως καὶ ἐντεῦθεν ἐκκαιομένην καὶ θρηνοῦσαν καὶ ὀλοφυρομένην. Ἀλλ' ὅμως τούτων οὐδὲν αὐτὸν εἰς σφαγὴν ἐξέβαλε. Πόθεν, εἰπέ μοι, οὐκ εὔδηλον ὅτι ὁ τοὺς λέοντας χαλινώσας καὶ τὴν κάμινον καταψύξας, οὗτος καὶ τοῦ θηρίου τούτου τὸν ἄμετρον ἐπέσχε θυμὸν καὶ τὴν ἄφατον ὀργὴν ἔσβεσεν ὡς κερασθῆναι συμμέτρως τὴν τιμωρίαν; Τοῦτο καὶ ἐν τῷ δεσμωτηρίῳ συμβὰν ἴδοι τις ἄν. ∆εθῆναι μὲν γὰρ αὐτὸν συνεχώρησε καὶ μετὰ τῶν καταδίκων εἶναι, τῆς δὲ τοῦ δεσμοφύλακος ἀπηνείας ἐξήρπασεν-οἶσθα γὰρ οἷόν ἐστι δεσμοφύλαξ, ἀλλ' ἐκείνῳ τότε πρᾶος καὶ ἥμερος ἦν-καὶ οὐ μόνον οὐ κατέτεινεν αὐτὸν πόνοις τισίν, ἀλλὰ καὶ ἄρχοντα πάντων ἐποίησε τῶν αὐτόθι. Καὶ ταῦτα ὡς μοιχὸν δεξάμενος κατάδικον καὶ μοιχὸν ἐπίσημον· οὐ γὰρ εἰς οἰκίαν εὐτελῆ, ἀλλὰ μεγάλην καὶ λαμπρὰν τὸ δρᾶμα τοῦτο τετολμῆσθαι ἐνομίζετο. Ἀλλ' ὅμως οὐδὲν τούτων ἐκεῖνον ἐφόβισεν, οὐδὲ ἔπεισεν ἐκείνῳ γενέσθαι χαλεπόν, ἀλλ' οἱ στέφανοι ἀπὸ τῶν παθημάτων ἐπλέκοντο καὶ ἡ τοῦ Θεοῦ συμμαχία μετὰ πολλῆς ἐπέρρει τῆς δαψιλείας. Ἐβουλόμην καὶ ἕτερον προσθεῖναι τῇ ἐπιστολῇ μῆκος, ἀλλ', ἐπειδὴ καὶ τοῦτο μετὰ πολλῆς τῆς περιουσίας οἶμαι τὸ μέτρον ὑπερβεβηκέναι ἐνταῦθα καταλύσας τὸν λόγον ἐκεῖνο παρακαλῶ σου τὴν εὐλάβειαν, ὅπερ ἀεὶ διετέλεσα παρακαλῶν. Ἀθυμίας μὲν ἀπαλλάττεσθαι, δοξάζειν δὲ τὸν Θεόν, ὅπερ ἀεὶ πεποίηκας καὶ ποιῶν διατελεῖς, χάριτας ὁμολογῶν ὑπὲρ πάντων αὐτῷ τῶν χαλεπῶν τούτων καὶ ὀδυνηρῶν. Οὕτω γὰρ καὶ αὐτὸς μείζονα ἀγαθὰ καρπώσῃ καὶ τῷ διαβόλῳ καιρίαν δώσεις πληγὴν καὶ ἡμῖν πολλὴν παρέξεις παράκλησιν καὶ τῆς ἀθυμίας τὸ νέφος μετὰ πολλῆς ἀφανίσαι δυνήσῃ τῆς εὐκολίας καὶ καθαρᾶς ἀπολαῦσαι γαλήνης. Μὴ δὴ καταμαλακίζου, ἀλλ' ἀνενεγκὼν ἀπὸ τοῦ καπνοῦ τούτου-καπνὸς γάρ-καί, ἐὰν θέλῃς, ῥᾴδιον διασκεδάσεις πᾶσαν τὴν ἀθυμίαν ταύτην, δῆλον τοῦτο πάλιν ποίησον ἡμῖν, ἵνα καὶ πόρρωθεν ὄντες πολλὴν ἀπὸ τῶν τοιούτων γραμμάτων καρπωσώμεθα τὴν εὐφροσύνην.