1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

24

Τί ἐστιν ἡ τοῦ Κυρίου ἀπόκρισις λέγοντος «εἴπατε τῇ ἀλώπηκι» περὶ τοῦ Ἡρῴδου λέγων ὅτι «σήμερον καὶ αὔριον ἰάσεις ἐπιτελῶ καὶ τῇ τρίτῃ τελειοῦμαι»;

ΑΠΟΚΡΙΣΙΣ Ἡρῴδης 'δερμάτινος' ἑρμηνεύεται· χρὴ οὖν τοὺς σαρκικοὺς λογισμοὺς τοὺς

θέλοντας ἀποσπάσαι τὸν νοῦν ἐκ τῆς πρακτικῆς ἀρετῆς βδελύττεσθαι καὶ λέγειν αὐτοῖς ὅτι σήμερον καὶ αὔριον ἰάσεις ἐπιτελῶ καὶ τῇ τρίτῃ τελειοῦμαι, τουτέστιν ἰῶμαι διὰ τῆς πρακτικῆς τὰ ἴδια μέλη πρῶτος, εἶτα καὶ τὰς αἰσθήσεις πρὸς τὸ τοῖς αἰσθητοῖς ὑγιῶς ἐπιβαλεῖν, καὶ τῇ τρίτῃ τελειοῦμαι, τῇ θεωρίᾳ τῆς θείας γνώσεως τὸ τέλειον λαμβάνων.

14Α_112 ΕΡΩΤΗΣΙΣ 72 Τί ἐστιν κατὰ τὸν Ἀπόστολον ὅτι «σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ

κληρονομῆσαι οὐ δύνανται»; ΑΠΟΚΡΙΣΙΣ Σάρξ ἐστιν ἡ ἐπιθυμία, αἷμα δὲ ὁ θυμός· καὶ εἰκότως ὁ μὴ τούτων καθαρεύων

βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται. ΕΡΩΤΗΣΙΣ 73 Τί δηλοῖ τὸ ἐν Χωρὴβ Σινᾶ ὄρος καὶ τί τὰ γενάμενα ἐν αὐτῷ μυστήρια; ΑΠΟΚΡΙΣΙΣ Σινᾶ ἑρμηνεύεται 'πειρασμός,' Χωρὴβ δὲ 'νέωσις.' Χρὴ οὖν τὸν τοῦ ὕψους τῆς

γνώσεως ἐφιέμενον πρῶτον ἐν τῇ ὑπομονῇ γενέσθαι τῶν πειρασμῶν καὶ νεῶσαι καὶ σπεῖραι καρπὸν γνώσεως καὶ δικαιοσύνης καὶ ἁγνίσασθαι ἀπὸ παντὸς πάθους, τρεῖς δὲ ἡμέρας, ἀντὶ τοῦ τὰς τρεῖς τῆς ψυχῆς δυνάμεις, πάσης κεκαθάρθαι σαρκικῆς ἡδονῆς, μὴ συμπαραλαμβάνειν δὲ τὸ θῆλυ, μήτε μὴν ἄλογον, τοῦτο δηλοῦντος τοῦ λόγου, ὡς χρὴ τὸν ἄξιον θέλοντα γενέσθαι θείας φωνῆς μηδὲν ἔχοντα θηλυδριῶδες μήτε ἀλόγιστον, ἀλλὰ λαμπροῖς τοῖς ἱματίοις τῆς ἀρετῆς ἠμφιεσμένον προσβαίνειν τῷ ὄρει τῆς γνώσεως. Οὕτω γὰρ κατὰ τὸν θεσπέσιον Μωυσέα διὰ τῆς φυσικῆς θεωρίας καὶ τῆς τοῦ χρόνου ἰδιότητος ὅπερ δηλοῖ τοὺς ἑβδομήκοντα πρεσβυτέρους γενόμενον καὶ παρελθόντα τὰς φωνὰς καὶ τοὺς ἤχους, τὰς ἐκ τῶν φαινομένων δηλώσεις, μόνους ἐπιφέρεται μεθ᾽ ἑαυτοῦ Ἀαρὼν καὶ τοὺς δύο υἱοὺς αὐτοῦ Ναδὰβ καὶ Ἀβιούδ, τουτέστιν Ἀαρὼν τὸν λόγον καὶ τοὺς αὐτοῦ υἱοὺς θυμὸν καὶ ἐπιθυμίαν. 14Α_114 Ἀλλὰ καὶ τούτους καταλιπεῖν χρὴ δίκην καπνοῦ καὶ θυέλλης καὶ μόνον ἔχειν τὸν Ἀαρών, τὸν ἁπλοῦν πρὸς τὴν νόησίν φημι λόγον, δίκην ἀστραπῶν καταλαμπόμενον ταῖς θείαις ἐλλάμψεσιν, εἶτα καὶ τοῦτον καταλιπεῖν ἔξω καὶ εἰς τὸν γνόφον τῆς ἀγνωσίας εἰσδῦναι, ἔνθα πᾶσα ἀλογία καὶ ἀνοησία. Τοὺς δὲ ὑπὸ τὸ ὄρος ἁγνισθέντας τοῦ λαοῦ σημαίνειν οἶμαι τοὺς πρακτικούς, τοὺς δὲ ἑβδομήκοντα πρεσβυτέρους τοὺς τὴν φυσικὴν θεωρίαν μετερχομένους, τοὺς δὲ περὶ τὸν Ἀαρὼν τοὺς τὴν θεολογίαν μετιόντας, τοὺς δὲ κατὰ Μωυσέα τοὺς δι᾽ ἀποφάσεως καὶ ἀγνωσίας ἑνουμένους τῷ Θεῷ.

ΕΡΩΤΗΣΙΣ 74 Τί ἐστιν διάψαλμα; ΑΠΟΚΡΙΣΙΣ Οἶμαι ὅτι ἢ ἀπὸ νοήματος εἰς νόημα μεταβολὴ ἢ καὶ τρόπου διδασκαλίας εἰς

ἕτερον τρόπον. ΕΡΩΤΗΣΙΣ 75 Τί ἐστιν τὸ «συνήφερεν αὐτῷ ἵνα μύλος ὀνικὸς περιτεθῇ ἐν τῷ τραχήλῳ

αὐτοῦ καὶ ῥιφῇ ἐν τῇ θαλάσσῃ ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν»; ΑΠΟΚΡΙΣΙΣ