1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

25

ἐννοοῦμεν ἐκ τούτου πάν τως εἶναι ψυχὴν ἐν τῷ σώματι τὴν τούτων ἡγεμονεύουσαν, κἂν μὴ βλέπωμεν αὐτήν. οὕτως ἐν τῇ τοῦ παντὸς τάξει καὶ ἁρμονίᾳ τὸν τοῦ παντὸς ἡγεμόνα νοεῖν ἀνάγκη Θεόν, καὶ τοῦτον ἕνα καὶ οὐ πολλούς. καὶ ἡ τάξις δὲ αὕτη τῆς διακοσμήσεως, καὶ ἡ τῶν πάντων μεθ' ὁμονοίας ἁρμονία, οὐ πολλοὺς ἀλλ' ἕνα τὸν αὐτῆς ἄρχοντα καὶ ἡγεμόνα δείκνυσι Λόγον. οὐκ ἂν γάρ, εἴπερ ἦσαν πολλοὶ τῆς κτίσεως ἄρχοντες, ἐσώζετο τοιαύτη τάξις τῶν πάντων· ἀλλ' ἦν πάλιν ἄτακτα πάντα διὰ τοὺς πολλούς, ἕλκοντος ἑκάστου πρὸς τὴν ἑαυτοῦ βούλησιν τὰ πάντα, καὶ μαχομένου πρὸς τὸν ἕτερον. ὥσπερ γὰρ ἐλέγομεν τὴν πολυθεότητα ἀθεότητα εἶναι, οὕτως ἀνάγκη τὴν πολυαρχίαν ἀναρχίαν εἶναι. ἑκάστου γὰρ τὴν τοῦ ἑτέρου ἀρχὴν ἀναιροῦντος, οὐδεὶς ἐφαίνετο λοιπὸν ὁ ἄρχων, ἀλλ' ἦν ἀναρχία παρὰ πᾶσιν. ἔνθα δὲ μὴ ἔστιν ἄρχων, ἐκεῖ πάντως ἀταξία γίνεται. καὶ ἔμπαλιν ἡ τῶν πολλῶν καὶ διαφόρων μία τάξις καὶ ὁμόνοια ἕνα καὶ τὸν ἄρχοντα δείκνυσι. καθάπερ γὰρ εἴ τις πόρρωθεν ἀκούει λύρας ἐκ πολλῶν καὶ διαφόρων νευρῶν συγκειμένης, καὶ θαυμάζοι τούτων τὴν ἁρμονίαν τῆς συμφωνίας, ὅτι μὴ μόνη ἡ βαρεῖα τὸν ἦχον ἀποτελεῖ, μηδὲ μόνη ἡ ὀξεῖα, μηδὲ μόνη ἡ μέση, ἀλλὰ πᾶσαι κατὰ τὴν ἴσην ἀντίστασιν ἀλλήλαις συνηχοῦσι· καὶ πάντως ἐκ τούτων ἐννοεῖ οὐχ ἑαυτὴν κινεῖν τὴν λύραν, ἀλλ' οὐδὲ ὑπὸ πολλῶν αὐτὴν τύπτεσθαι· ἕνα δὲ εἶναι μουσικὸν τὸν ἑκάστης νευρᾶς ἦχον πρὸς τὴν ἐναρμόνιον συμφωνίαν κεράσαντα τῇ ἐπιστήμῃ, κἂν μὴ τοῦτον βλέπῃ· οὕτω παναρμονίου οὔσης τῆς τάξεως ἐν τῷ κόσμῳ παντί, καὶ μήτε τῶν ἄνω πρὸς τὰ κάτω, μήτε τῶν κάτω πρὸς τὰ ἄνω στασιαζόντων, ἀλλὰ μιᾶς τῶν πάντων ἀποτελουμένης τάξεως, ἕνα καὶ μὴ πολλοὺς νοεῖν ἀκόλουθόν ἐστι τὸν ἄρχοντα καὶ βασιλέα τῆς πάσης κτίσεως, τὸν τῷ ἑαυτοῦ φωτὶ τὰ πάντα καταλάμποντα καὶ κινοῦντα.

39 Οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν τοὺς τῆς κτίσεως ἄρχοντας καὶ ποιητάς, ἀλλὰ πρὸς εὐσέβειαν ἀκριβῆ καὶ ἀλήθειαν ἕνα τὸν ταύτης δημιουργὸν πιστεύειν προσήκει· καὶ τοῦτο τῆς κτίσεως αὐτῆς ἐμφανῶς δεικνυούσης. γνώρισμα γὰρ ἀσφαλὲς τοῦ ἕνα τὸν ποιητὴν εἶναι τοῦ παντός ἐστι τοῦτο, τὸ μὴ πολλοὺς ἀλλ' ἕνα εἶναι τὸν κόσμον. ἔδει γάρ, εἴπερ ἦσαν πολλοὶ θεοί, πολλοὺς εἶναι καὶ δια φόρους τοὺς κόσμους. οὔτε γὰρ ἔπρεπε τοὺς πολλοὺς ἕνα κόσμον κατασκευάζειν, οὔτε τὸν ἕνα ὑπὸ πολλῶν ποιεῖσθαι διὰ τὰ ἐκ τούτων δεικνύμενα ἄτοπα. πρῶτον μὲν ὅτι, εἰ ὑπὸ πολλῶν ὁ εἷς ἐγεγόνει κόσμος, ἀσθένεια τῶν ποιησάντων ἦν· ὅτι ἐκ πολλῶν ἓν ἔργον ἀπετελέσθη· καὶ ἐκ τούτου γνώρισμα οὐ τὸ τυχὸν ἦν τῆς ἀτελοῦς ἑκάστου πρὸς τὸ ποιεῖν ἐπιστήμης. εἰ γὰρ ἤρκει εἷς, οὐκ ἂν οἱ πολλοὶ τὴν ἀλλήλων ἀνεπλήρουν ἔλλειψιν. ἐν Θεῷ δὲ λέγειν εἶναί τι ἐλλιπὲς, ἀσεβὲς οὐ μόνον, ἀλλὰ καὶ πέρα τῶν ἀθεμίτων ἐστί. καὶ γὰρ καὶ τεχνίτην ἐν ἀνθρώποις οὐκ ἄν τις εἴποι τέλειον, ἀλλὰ ἀσθενῆ, εἰ μὴ μόνος, ἀλλὰ μετὰ πολλῶν ἓν ἀποτελοίη τὸ ἔργον. εἰ δὲ ἕκαστος μὲν ἠδύνατο τὸ ὅλον ἀποτελέσαι, οἱ πάντες δὲ εἰργάσαντο διὰ τὴν τοῦ γιγνομένου κοινωνίαν· γελοῖον μὲν ἂν εἴη τὸ τοιοῦτον, εἰ διὰ δόξαν ἕκαστος εἰργάσατο, ἵνα μὴ ὡς ἀδύνατος ὑπονοηθῇ. κενοδοξίαν δὲ πάλιν λέγειν ἐν θεοῖς τῶν ἀτοπωτάτων ἐστίν. ἔπειτα, εἰ ἕκαστος ἱκανὸς ἦν πρὸς τὴν τοῦ ὅλου δημιουργίαν, τίς ἡ χρεία τῶν πολλῶν, ἑνὸς αὐτάρκους γιγνομένου πρὸς τὸ πᾶν; ἄλλως τε ἀσεβὲς καὶ ἄτοπον ἂν φανείη, εἰ τὸ μὲν ποίημα ἓν τυγχάνει, οἱ δὲ ποιήσαντες διάφοροι καὶ πολλοί, λόγου ὄντος φυσικοῦ τὸ ἓν καὶ τέλειον τῶν διαφόρων κρεῖττον εἶναι. Καὶ τοῦτο δὲ ἰστέον, ὅτι εἰ ὑπὸ πολλῶν ὁ κόσμος ἐγεγόνει, διαφόρους εἶχε καὶ τὰς κινήσεις καὶ ἀνομοίους ἑαυτῷ. πρὸς ἕκαστον γὰρ τῶν ποιησάντων ἀποβλέπων, διαφόρους εἶχε καὶ τὰς κινήσεις. ἐν δὲ τῇ διαφορᾷ, καθάπερ εἴρηται πρότερον, πάλιν ἦν ἀκοσμία καὶ τοῦ παντὸς ἀταξία· ἐπειδὴ οὐδὲ ναῦς ὑπὸ πολλῶν κυβερνωμένη κατ' ὀρθὸν πλευσεῖται, εἰ μὴ εἷς ταύτης τοὺς οἴακας κρατοίη κυβερνήτης· οὐδὲ λύρα ὑπὸ