1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

25

τιθέμενος καὶ πάντα ταῖς αὐτοῦ βουλαῖς πράττειν διανοούμενος 2.13.2 ἐν εὐλαβείᾳ τε τιθέμενος τὸν τῶν πολλῶν θάνατον. ἔνθεν οὐ μᾶλλον τῆς τῶν οἰκείων ἢ τῶν ἐχθρῶν προὐνόει σωτηρίας. διὸ καὶ κρατήσασιν ἐν μάχῃ τοῖς οἰκείοις τῶν ἁλόντων φειδὼ ποιεῖσθαι παρῄνει μηδ' ἀνθρώπους ὄντας τῆς ὁμογενοῦς φύσεως ἐν λήθῃ γίγνεσθαι. εἰ δὲ καί ποτε τῶν ὁπλιτῶν τοὺς θυμοὺς ἀκρατεῖς ἑώρα, χρυσοῦ δόσει τούτους ἐχαλίνου, τὸν ζωγροῦντά τινα τῶν πολεμίων ὡρισμένῃ χρυσοῦ τιμᾶσθαι προστάττων ὁλκῇ. καὶ τοῦτο δέλεαρ ἀνθρώπων σωτηρίας ἡ βασιλέως εὕρατο σύνεσις, ὥστ' ἤδη μυρίοι καὶ αὐτῶν ἐσῴζοντο βαρβάρων, χρυσῷ βασιλέως τὴν ζωὴν αὐτοῖς ἐξωνουμένου. 2.14.1 Ταῦτα μὲν οὖν καὶ τούτοις ἀδελφὰ μυρία φίλα ἦν πράττειν βασιλεῖ κἄλλοτε. κἀπὶ τοῦ παρόντος δὲ συνήθως πρὸ τῆς μάχης ἐφ' ἑαυτῷ σκηνοποιούμενος ταῖς πρὸς τὸν θεὸν εὐχαῖς τὴν σχολὴν ἀνετίθει, ῥᾳστώνης μὲν ἁπάσης καὶ τρυφηλῆς διαίτης ἀλλοτριούμενος, ἀσιτίαις δὲ καὶ κακώσει τοῦ σώματος πιέζων ἑαυτόν, ταύτῃ τε τὸν θεὸν ἱκετηρίοις λιταῖς ἱλεούμενος, ὡς ἂν δεξιὸν αὐτὸν καὶ βοηθὸν ἔχοι πράττοι τε ταῦτα ἅπερ αὐτῷ θεὸς ἐμβάλλοι τῇ διανοίᾳ. 2.14.2 ἀλλ' ὁ μὲν ἄυπνον ἐποιεῖτο τὴν ὑπὲρ τῶν κοινῶν φροντίδα, οὐ μᾶλλον τῶν οἰκείων ἢ τῆς τῶν πολεμίων ὑπερευχόμενος σωτηρίας. 2.15.1 Ἐπεὶ δ' ὁ μικρῷ πρόσθεν φυγὰς εἰρωνείᾳ καθυπεκρίνετο φιλικὰς αὖθις ἀντιβολῶν σπείσασθαι δεξιάς, καὶ ταύτας αὐτῷ παρέχειν ἠξίου, ἐπὶ συνθηκῶν ὅροις βιωφελῶς καὶ τῷ παντὶ λυσιτελῶς προτεινομένας. ταῖς μὲν οὖν συνθήκαις προθύμως ὑπακούειν ὁ δηλωθεὶς ὑπεκρίνετο ὅρκοις βεβαιῶν τὴν πίστιν, λαθραίαν δ' αὖθις ὁπλιτῶν συνῆγε παρασκευὴν καὶ πάλιν πολέμου καὶ μάχης κατῆρχε βαρβάρους τ' ἄνδρας ἀνεκαλεῖτο συμμάχους, θεούς τε ζητῶν περιῄει ἑτέρους, ὡς ἂν ἐπὶ τοῖς προτέροις ἠπατημένος. καὶ τῶν αὐτῷ πρὸ μικροῦ περὶ θεῶν ὁμιληθέντων οὐδεμίαν ἐν νῷ κατεβάλετο μνήμην, οὐδὲ τὸν ὑπέρμαχον Κωνσταντίνου γνωρίζειν θεὸν ἤθελε, πλείους δ' αὐτῷ καὶ καινότεροι γελοίως ἀνεζητοῦντο. Εἶτ' ἔργῳ μαθὼν ὁπόση τις ἦν θεϊκὴ καὶ ἀπόρρητος ἐν τῷ σωτηρίῳ τροπαίῳ δύναμις, δι' ἧς ὁ Κωνσταντίνου κρατεῖν ἔμαθε στρατός, τοῖς ἀμφ' αὐτὸν ὁπλίταις παρῄνει μηδαμῶς ἐξ ἐναντίας ἰέναι τούτῳ μηδ' ὡς ἔτυχεν ἀπεριβλέπτως ὁρᾶν ἐπ' αὐτῷ· δεινὸν γὰρ εἶναι ἰσχύι αὐτῷ τε ἐχθρὸν καὶ πολέμιον, διὸ χρῆναι φυλάττεσθαι τὴν πρὸς αὐτὸ συμβολήν. καὶ δὴ ταῦτα συνταξάμενος, τῷ διὰ φιλανθρωπίαν ὀκνοῦντι καὶ τὸν κατ' αὐτοῦ θάνατον 2.16.2 ἀναβαλλομένῳ μάχῃ συμβαλεῖν ὡρμᾶτο. οἵδε μὲν οὖν πολυπληθείᾳ θεῶν θαρροῦντες σὺν πολλῇ δυνάμει χειρὸς στρατιωτικῆς ἐπῄεσαν, νεκρῶν εἴδωλα καμόντων ἐν ἀψύχοις ἀγάλμασι προβεβλημένοι· ὁ δ' εὐσεβείας θώρακι περιπεφραγμένος, τὸ σωτήριον καὶ ζωοποιὸν σημεῖον ὥσπερ τι φόβητρον καὶ κακῶν ἀμυντήριον τῷ πλήθει τῶν ἐναντίων παρέταττε. καὶ τέως μὲν ἐπεῖχε φειδοῖ χρώμενος τὰ πρῶτα, ὡς ἂν μὴ πρότερος κατάρχοι τοῦ πολέμου ὧν 2.17.1 πεποίητο συνθηκῶν εἵνεκα, ὡς δ' ἐπιμόνως ἔχοντας τοὺς ὑπεναντίους, ἤδη δὲ ξιφῶν ἁπτομένους ἑώρα, τηνικαῦτα διαγανακτήσας βασιλεὺς μιᾷ ῥοπῇ πᾶσαν τὴν τῶν ἐναντίων ἐτροποῦτο δύναμιν ὁμοῦ τε τὰς κατ' ἐχθρῶν καὶ κατὰ δαιμόνων ἀπεφέρετο νίκας. εἶτ' αὐτὸν τὸν θεομισῆ κἄπειτα τοὺς ἀμφ' αὐτὸν νόμῳ πολέμου διακρίνας τῇ πρεπούσῃ παρεδίδου τιμωρίᾳ, ἀπήγοντό τ' αὐτῷ τυράννῳ καὶ ἀπώλλυντο τὴν προσήκουσαν ὑπέχοντες δίκην οἱ τῆς θεομαχίας σύμβουλοι, οἵ τε σμικρὸν ἔμπροσθεν τῇ τῶν μάντεων ἐλπίδι μετεωρισθέντες ἔργῳ τὸν Κωνσταντίνου θεὸν ὅστις ἦν παρελάμβανον καὶ τοῦτον ἄρα θεὸν ἀληθῆ καὶ μόνον γνωρίζειν ὡμολόγουν. Καὶ δὴ τῶν δυσσεβῶν ἀνδρῶν ἐκποδὼν ἠρμένων καθαραὶ λοιπὸν ἦσαν ἡλίου αὐγαὶ τυραννικῆς δυναστείας, συνήπτετό τε πᾶσα ὅση τις ὑπὸ Ῥωμαίους ἐτύγχανε μοῖρα, τῶν κατὰ τὴν ἑῴαν ἐθνῶν ἑνουμένων θατέρῳ μέρει, μιᾷ τε τῇ τοῦ παντὸς ἀρχῇ ὥσπερ τινὶ κεφαλῇ τὸ πᾶν κατεκοσμεῖτο σῶμα μοναρχικῆς ἐξουσίας διὰ πάντων ἡκούσης, λαμπραί τε φωτὸς εὐσεβείας μαρμαρυγαὶ τοῖς πρὶν καθημένοις ἐν σκότῳ καὶ σκιᾷ θανάτου φαιδρὰς παρεῖχον ἡμέρας. οὐδ' ἦν