25
Μικρούς, οἶμαι, λέγει τοὺς κατὰ διάνοιαν ἀφελεῖς καὶ διὰ σμικρότητα νοὸς μὴ δυναμένους διακρίνειν τὰ τῆς προνοίας κρίματα. Ὅστις οὖν σκανδαλίσῃ τοὺς τοιούτους, συνέφερεν αὐτῷ ἑλληνικῆς εἶναι μοίρας, οἳ δίκην ὄνου ἐν μυλῶνι μόνῃ τῇ κινήσει τοῦ κόσμου ἐνήσχηνται, καὶ ἵνα ῥιφῇ ἐν τῷ πελάγει τῆς 14Α_116 θαλάσσης, τουτέστιν ἐν τῇ συγχύσει τοῦ βίου. Τοῦτο δὲ καὶ ὁ ἀπόστολος Πέτρος βεβαιοῖ λέγων "κρεῖσσον ἦν αὐτοῖς μὴ ἐπιγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι".
ΕΡΩΤΗΣΙΣ 76 Τίνος ἕνεκεν μετὰ τὸ λιθοβοληθῆναι κατὰ πρόσταξιν Θεοῦ τὸν τὰ ξύλα ἐν
σαββάτῳ συλλέξαντα, κελεύει εἰς τὰ κράσπεδα τῶν ἱματίων ἀποδεσμεῖσθαι κλῶσμα ὑακίνθινον;
ΑΠΟΚΡΙΣΙΣ Ὁ πράξει καὶ γνώσει σαββατίζων, εἶτα ῥαθυμήσας, ἄρξηται τὰς ἐξαπτικὰς
τῶν παθῶν ὕλας ἑαυτῷ ξύλων δίκην συλλέγειν, ἢ καὶ ὁ γνωστικὸς περὶ τὴν ἐπιφάνειαν τῶν ὁρατῶν στραφείς· εἰκότως τοῖς θείοις λόγοις οἱονεὶ λίθοις τὰ τοιαῦτα ἀποκτέννονται πάθη. Ἀλλ᾽ ἐπειδὴ ὁρῶν ὁ Θεὸς τὸ ῥάθυμον καὶ εὐόλισθον τῶν ἀνθρώπων, πρὸς τὸ μὴ τῇ λήθῃ κρατουμένους ἐκπίπτειν τῆς ἐντολῆς, κελεύει εἰς τὰ κράσπεδα τῶν ἱματίων ἀποδεσμεῖσθαι κλῶσμα ὑακίνθινον, ἵνα βλέποντες εἰς μνήμην ἔρχωνται τοῦ προστάγματος. Ταῦτα μὲν ὁ φαινόμενος τοῦ νόμου σκοπός, ὁ δὲ πνευματικὸς καὶ τὰ βάθη καθαίρων ἐστὶν οὗτος· ἐπειδὴ τὸ κράσπεδον ἐκ τοῦ στήμονος τοῦ ἱματίου ἐστίν, τοῦτο σημαίνει ὅτι δεῖ τῷ ἱματίῳ τῆς πρακτικῆς καὶ ἠθικῆς φιλοσοφίας ἠρτῆσθαι τὴν πίστιν τοῦτο γὰρ ὁ στήμων καὶ ἁπλῶς συμπεπλέχθαι πίστιν καὶ πρᾶξιν, ἐκ τούτων δὲ ἀποδεσμεῖσθαι ὑακίνθου τρόπον τὴν γνῶσιν ἤτουν σοφίαν· σοφίαν γὰρ κατὰ τοὺς ἐτυμολογοῦντας ἡ σοφία λέγεται, ὅπερ ἡ τῆς ὑακίνθου χρόα διὰ τῆς μελάνσεως ἐνδείκνυται.
14Α_118 ΕΡΩΤΗΣΙΣ 77 Τίς ἡ κατὰ τὸν Ἄβελ καὶ τὸν Κάϊν κατ᾽ ἀναγωγὴν θεωρία; ΑΠΟΚΡΙΣΙΣ Ὁ Κάϊν λαμβάνεται ἐπὶ τοῦ φρονήματος τῆς σαρκός, ὁ δὲ Ἄβελ ἐπὶ τοῦ
πένθους ἤγουν τῆς μετανοίας. Ὅτ᾽ ἂν οὖν μήπω τελείως κατορθώσας τὴν πρακτικὴν ἕξιν ὁ νοῦς χλευάζεται ὑπὸ τοῦ φρονήματος τῆς σαρκὸς καὶ ἐκβαίνει μετ᾽ αὐτοῦ εἰς τὸ πεδίον, τουτέστιν εἰς τὸ πλάτος τῆς φυσικῆς θεωρίας, ἀποκτέννεται μὴ ἰσχύων τὰς ἐπιφανείας τῶν ὄντων διαπερᾶσαι ἀλλ᾽ ἐν αὐταῖς ἐναπομένων. Ὅστις οὖν ἀποκτέννει τὸν Κάϊν, τουτέστιν τὸ φρόνημα τῆς σαρκός, ὅπερ ἐστὶν ἡ συγκατάθεσις ὁ γὰρ φονεύων τὸ πένθος συγκατατίθεται τῇ κακίᾳ , ἑπτὰ ἐκδικούμενα παραλύει, τουτέστιν τὰ ἑπτὰ τῆς πονηρίας πνεύματα ἢ καὶ τὰ ὑπ᾽ αὐτῶν ἐνεργούμενα ἑπτὰ τῆς κακίας πάθη καταργεῖ. Ἡ δὲ κατάρα τοῦ στένειν τὸν Κάϊν δηλοῖ τὴν τοῦ συνειδότος ἐπανάστασιν τοῦ ἀεὶ τύπτοντος καὶ κατασείοντος αὐτοῦ τὴν διάνοιαν.
ΕΡΩΤΗΣΙΣ 78 Τί δηλοῖ ἡ κατὰ τὸν Λάμεχ ἱστορία; ΑΠΟΚΡΙΣΙΣ Φασί τινες τῶν τὰ θεῖα πεπαιδευμένων ὅτι ἐν τοῖς καιροῖς τοῦ Λάμεχ ἀταξίας
καὶ ἀναρχίας οὔσης ὁ δυνατὸς τὸν ἀσθενοῦντα κατεδυνάστευεν. Οὗτος οὖν ὁ Λάμεχ ὑπαντήσας ἄνδρα μετὰ τῆς γυναικὸς ἀπέκτεινεν αὐτὸν καὶ ἔλαβεν τὴν γυναῖκα αὐτοῦ. Ἀπαντήσας δὲ καὶ ἀδελφὸν μετὰ ἀδελφῆς ἀπέκτεινεν καὶ αὐτὸν καὶ ἔλαβεν τὴν ἀδελφὴν αὐτοῦ. Καὶ τὸν μὲν ἐκάλεσεν ἡ 14Α_120 Γραφὴ ἄνδρα, τὸν δὲ νεανίσκον. Ταῦτα μὲν κατὰ τὴν ἱστορίαν· κατὰ δὲ θεωρίαν λαμβάνεται ὁ Λάμεχ ἐπὶ τῆς ἐνεργείας τῆς κακίας. Ἀπέκτεινεν γὰρ ἐν ἡμῖν τὸν ἄνδρα, τὸν φυσικὸν νόμον,