1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

26

πολλῶν κρουομένη σύμφωνον ἀποτελέσει τὸν ἦχον, εἰ μὴ εἷς ὁ ταύτην πλήττων εἴη τεχνίτης. οὐκοῦν μιᾶς οὔσης τῆς κτίσεως, καὶ ἑνὸς ὄντος κόσμου, καὶ μιᾶς τῆς τούτου τάξεως, ἕνα δεῖ νοεῖν εἶναι καὶ τὸν ταύτης βασιλέα καὶ δημιουργὸν Κύριον. διὰ τοῦτο γὰρ καὶ αὐτὸς ὁ δημιουργὸς ἕνα τὸν σύμπαντα κόσμον πεποίηκεν, ἵνα μὴ τῇ τῶν πολλῶν συστάσει πολλοὶ καὶ οἱ δημιουργοὶ νομίζοιντο, ἀλλ' ἑνὸς ὄντος τοῦ ποιήματος, εἷς καὶ ὁ τούτου ποιητὴς πιστεύηται. καὶ οὐχ ὅτι εἷς ἐστιν ὁ δημιουργός, διὰ τοῦτο καὶ εἷς ἐστιν ὁ κόσμος· ἠδύνατο γὰρ καὶ ἄλλους κόσμους ποιῆσαι ὁ Θεός. ἀλλ' ὅτι εἷς ἐστιν ὁ κόσμος ὁ γενόμενος, ἀνάγκη καὶ τὸν τούτου δημιουργὸν ἕνα πιστεύειν εἶναι.

40 Τίς ἂν εἴη οὗτος; καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καὶ λέγειν, ἵνα μή, τῇ περὶ τοῦτον ἀγνοίᾳ πλανηθείς τις, ἕτερον ὑπολάβῃ, καὶ εἰς τὴν αὐτὴν πάλιν τοῖς πρότερον ἀθεότητα ἐμπέσῃ. νομίζω δὲ μηδένα περὶ τούτου τὴν διάνοιαν ἀμφίβολον ἔχειν. εἰ γὰρ δὴ τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς οὐκ εἶναι θεοὺς ὁ λόγος ἔδειξε, καὶ τοὺς τὴν κτίσιν θεοποιοῦντας ἤλεγξε πλανωμένους, καὶ καθόλου τὴν τῶν ἐθνῶν εἰδωλολατρείαν ἀθεότητα καὶ ἀσέβειαν οὖσαν ἀπέδειξεν· ἀνάγκη πᾶσα τούτων ἀναιρουμένων, λοιπὸν παρ' ἡμῖν εἶναι τὴν εὐσεβῆ θρησκείαν, καὶ τὸν παρ' ἡμῶν προσκυνού μενον, καὶ κηρυττόμενον τοῦτον μόνον εἶναι Θεὸν ἀληθῆ, τὸν καὶ τῆς κτίσεως Κύριον καὶ πάσης ὑποστάσεως δημιουργόν. τίς δὴ οὖν ἐστιν οὗτος, ἀλλ' ἢ ὁ πανάγιος καὶ ὑπερέκεινα πάσης γενητῆς οὐσίας, ὁ τοῦ Χριστοῦ Πατήρ, ὅστις, καθάπερ ἄριστος κυβερνήτης, τῇ ἰδίᾳ σοφίᾳ καὶ τῷ ἰδίῳ Λόγῳ τῷ Κυρίῳ ἡμῶν καὶ Σωτῆρι Χριστῷ, τὰ πανταχοῦ διακυβερνᾷ σωτηρίως καὶ διακοσμεῖ, καὶ ποιεῖ ὡς ἂν αὐτῷ καλῶς ἔχειν δοκῇ; ἔχει δὲ καλῶς, ὡς γέγονε καὶ ὁρῶμεν γιγνόμενα, ἐπειδὴ καὶ τοῦτο βούλεται· καὶ τοῦτο οὐκ ἄν τις ἀπιστή σειεν. εἰ μὲν γὰρ ἄλογος ἦν ἡ τῆς κτίσεως κίνησις, καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν· καλῶς ἄν τις καὶ τοῖς λεγομένοις ἠπίστησεν· εἰ δὲ λόγῳ καὶ σοφίᾳ καὶ ἐπιστήμῃ συνέστηκε, καὶ παντὶ κόσμῳ δια κεκόσμηται, ἀνάγκη τὸν ἐπικείμενον καὶ διακοσμήσαντα τοῦτον οὐκ ἄλλον τινὰ ἢ Λόγον εἶναι τοῦ Θεοῦ. Λόγον δέ φημι οὐ τὸν ἐν ἑκάστῳ τῶν γενομένων συμπεπλεγμένον καὶ συμπεφυκότα, ὃν δὴ καὶ σπερματικόν τινες εἰώθασι καλεῖν, ἄψυχον ὄντα καὶ μηδὲν λογιζόμενον μήτε νοοῦντα, ἀλλὰ τῇ ἔξωθεν τέχνῃ μόνον ἐνεργοῦντα κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτὸν ἐπιστή μην· οὐδὲ οἷον ἔχει τὸ λογικὸν γένος λόγον τὸν ἐκ συλλαβῶν συγκεί μενον, καὶ ἐν ἀέρι σημαινόμενον· ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ Θεοῦ τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ Θεὸν αὐτολόγον λέγω, ὃς ἄλλος μὲν ἔστι τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως, ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ Πατρὸς ὑπάρχει Λόγος, ὃς τόδε τὸ πᾶν διεκόσμησε καὶ φωτίζει τῇ ἑαυτοῦ προνοίᾳ. ἀγαθοῦ γὰρ πατρὸς ἀγαθὸς Λόγος ὑπάρχων, αὐτὸς τὴν τῶν πάντων διεκόσμησε διάταξιν, τὰ μὲν ἐναντία τοῖς ἐναντίοις συνάπτων, ἐκ τούτων δὲ μίαν διακοσμῶν ἁρμονίαν. οὗτος, Θεοῦ δύναμις καὶ Θεοῦ σοφία ὤν, οὐρανὸν μὲν περιστρέφει, γῆν δὲ ἀν αρτήσας, καὶ ἐπὶ μηδενὸς κειμένην τῷ ἰδίῳ νεύματι ἥδρασε. τούτῳ φωτιζόμενος ἥλιος τὴν οἰκουμένην καταυγάζει, καὶ σελήνη μεμετρη μένον ἔχει τὸ φῶς. διὰ τοῦτον καὶ τὸ ὕδωρ ἐπὶ νεφελῶν κρεμᾶται, καὶ ὑετοὶ τὴν γῆν ἐπικλύζουσι, καὶ ἡ μὲν θάλαττα περιορίζεται, ἡ δὲ γῆ παντοίοις φυτοῖς κομᾷ καὶ χλοηφορεῖ. καὶ εἴ τις ἄπιστος ζητοίη περὶ τῶν λεγομένων, εἰ ὅλως ἐστὶ Λόγος Θεοῦ, μαίνοιτο μὲν ὁ τοιοῦτος ἀμφιβάλλων περὶ Λόγου Θεοῦ· ἔχει δὲ ὅμως ἐκ τῶν ὁρωμένων τὴν ἀπόδειξιν, ὅτι πάντα Λόγῳ Θεοῦ καὶ Σοφίᾳ συνέστηκε, καὶ οὐκ ἂν ἡδράσθη τι τῶν γενομένων, εἰ μὴ Λόγῳ ἐγεγόνει καὶ Λόγῳ τῷ θείῳ, καθάπερ ἐλέχθη.

41 Λόγος δὲ ὤν, οὐ κατὰ τὴν τῶν ἀνθρώπων ὁμοιότητα, ὥσπερ εἶπον, ἐστὶ συγκείμενος ἐκ συλλαβῶν· ἀλλὰ τοῦ ἑαυτοῦ Πατρός ἐστιν εἰκὼν ἀπαράλλακτος.