1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

26

καὶ τοῦ πάσχειν· ὡς γὰρ τὰ ποιοῦντα καὶ πάσχοντα ἢ ἔμψυχά ἐστιν ἢ ἄψυχα, οὕτω καὶ ἐνταῦθα ἢ ἔμψυχόν ἐστι τὸ ἔχον καὶ τὸ ἐχόμενον ἢ ἄψυχον. Πῶς οὖν τῶν διαφόρων γενῶν αἱ αὐταὶ διαφοραὶ ἔσονται; Ἀλλ' ἔστιν εἰπεῖν, ὅτι τὸ ἔχον ἢ περὶ ὅλον τὸ σῶμά ἐστιν ἢ περὶ μέρος, καὶ πάλιν τοῦτο ἢ ἀμυντήριόν ἐστιν ἢ κόσμος. 47 Περὶ ἀποφάνσεως ἀποφάσεώς τε καὶ καταφάσεως. Χρὴ γινώσκειν, ὅτι ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἀπόφανσις λέγεται. Κατάφασις μὲν οὖν ἐστιν ἡ σημαίνουσα, τί τινι ὑπάρχει, τουτέστι τί ὑπάρχει τις· οἷον «Σωκράτης σοφός ἐστι», «Σωκράτης περιπατεῖ». Ἀπόφασις δὲ ἡ δηλοῦσα τὸ μὴ ὑπάρχον τινὶ ἤγουν τί οὐκ ἔστι τις, οἷον «ὁ δεῖνα οὐκ ἔστι σοφός», «ὁ δεῖνα οὐ περιπατεῖ». Ἐπειδὴ δὲ πάσῃ καταφάσει ἀντίκειται ἀπόφασις καὶ πάσῃ ἀποφάσει κατάφασις, ἡ ἀπόφασις ἡ ἀντικειμένη τῇ καταφάσει καὶ ἡ κατάφασις ἡ ἀντικειμένη τῇ ἀποφάσει ἀντίφασις λέγεται· ἀνάγκη δὲ τὴν μίαν ψεύδεσθαι καὶ τὴν μίαν ἀληθεύειν. 48 Περὶ ὅρου καὶ προτάσεως καὶ συλλογισμοῦ. Χρὴ γινώσκειν, ὅτι σκοπὸν ἔχει ἡ λογικὴ πραγματεία περὶ τῆς ἀποδείξεως. Ἡ δὲ ἀπόδειξις συλλογισμός ἐστιν· ὁ δὲ συλλογισμὸς σύγκειται ἐκ δύο ἀληθῶν προτάσεων καὶ τοῦ συμπεράσματος· οἷον θέλων ἀποδεῖξαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι, λέγω, ὅτι πᾶν ἀεικίνητον ἀθάνατόν ἐστιν· αὕτη πρότασίς ἐστιν. Εἶτα λέγω καὶ δευτέραν πρότασιν· Ἡ ψυχὴ ἀεικίνητός ἐστιν· εἶτα τὸ συμπέρασμα· Ἡ ψυχὴ ἄρα ἀθάνατός ἐστιν. Ἑκάστη δὲ πρότασις ἐξ ὅρων σύγκειται, ἑκάστη γὰρ λέξις τῆς προτάσεως ὅρος λέγεται· ὅρος γάρ ἐστιν, εἰς ὃν ἀναλύεται ἡ πρότασις. Οἷον ἡ πρότασις λέγει· Πᾶν ἀεικίνητον ἀθάνατόν ἐστι· τὸ «Πᾶν» ὅρος λέγεται ὡς μέρος προτάσεως καὶ τὸ «ἀεικίνητον» ὁμοίως ὅρος λέγεται καὶ τὸ «ἀθάνατον» ὅρος λέγεται καὶ τὸ «ἐστιν» ὅρος λέγεται. Χρὴ γινώσκειν, ὅτι δεῖ τὰς προτάσεις ἀληθεῖς εἶναι καὶ τὸ συμπέρασμα ἀκολουθεῖν ταῖς προτάσεσιν. Εἰ γὰρ εὑρεθῇ ἡ μία τῶν προτάσεων ψευδὴς ἢ τὸ συμπέρασμα, παραλογισμός ἐστι καὶ οὐ συλλογισμός. Ἁπλῆ φωνή, ὄνομα, ῥῆμα, φάσις, ὅρος· ταῦτα τὰ πέντε κατὰ μὲν τὸ ὑποκείμενον οὐδὲν ἀλλήλων διαφέρουσι, μόνον δὲ κατὰ τὴν σχέσιν ἐστὶν αὐτῶν ἡ διαφορά· οἷον ἄνθρωπος ὡς μὲν ἁπλῶς σημαντικόν τινος λέγεται ἁπλῆ φωνή, ὡς δὲ ὑποκείμενον λέγεται ὄνομα, ὡς δὲ τάξιν ἐπέχον κατηγορουμένου λέγεται ῥῆμα, ὡς δὲ μέρος καταφάσεως ἢ ἀποφάσεως λέγεται φάσις, ὡς δὲ μέρος προτάσεως καὶ συλλογισμοῦ λέγεται ὅρος. Χρὴ δὲ γινώσκειν, ὅτι ἐν τῇ προτάσει ἤτοι τῇ καταφάσει καὶ ἀποφάσει τὸ μὲν ὑποκείμενον ὄνομα λέγεται, τὸ δὲ κατηγορούμενον λέγεται ῥῆμα. Οἷον κατάφασίς ἐστιν· Ἄνθρωπος περιπατεῖ, τὸ «ἄνθρωπος» ὑποκείμενόν ἐστι καὶ λέγεται ὄνομα, τὸ «περιπατεῖ» τάξιν ἐπέχει κατηγορουμένου καὶ λέγεται ῥῆμα· «Σωκράτης καλός ἐστι», τὸ «Σωκράτης» ὑποκείμενόν ἐστι καὶ λέγεται ὄνομα, τὸ «καλός ἐστι» τάξιν ἐπέχει κατηγορουμένου καὶ λέγεται ῥῆμα ὡς μέρος καταφάσεως, εἰ καὶ παρὰ τοῖς γραμματικοῖς ὄνομα λέγεται τὸ «καλός». Καὶ ἁπλῶς, ᾧτινι ἀκολουθεῖ τὸ «ἐστι», ῥῆμά ἐστι καὶ ἐν τῇ ἀποφάσει καὶ ἐν τῇ καταφάσει, κἂν ὄνομά ἐστι κἂν ῥῆμα, ῥῆμα λέγεται παρὰ τοῖς φιλοσόφοις ὡς κατηγορούμενον. Ἰστέον, ὅτι τὰ πέντε ταῦτα οὐδὲν ἀλλήλων διενηνόχασιν, ἀπόφανσις, πρότασις, πρόβλημα, ἔνστασις, συμπέρασμα. Ὅταν γὰρ ἁπλῶς ἀποφαίνωμαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν, ἀπόφανσις λέγεται. Ὅταν δὲ ὡς μέρος συλλογισμοῦ ληφθῇ, τότε πρότασίς ἐστιν τὸ λέγειν· Ἡ ψυχὴ ἀθάνατός ἐστιν. Ἡνίκα δέ τις ἐνίσταται πρὸς τὴν πρότασιν λέγων· Πόθεν δῆλον, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι; τότε τὸ τοιοῦτον ἔνστασις προσαγορεύεται. Ἡνίκα δὲ πάλιν προτείνομεν εἰς ζήτησιν· Ἆρα ἡ ψυχὴ ἀθάνατός ἐστι; καλεῖται πρόβλημα. Ὅτε δὲ ἐκ προτάσεως συναχθῇ, καλεῖται