1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

27

ἄνθρωποι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι, καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι, συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ Θεὸς ὤν ἐστι, καὶ οὐ σύνθετος· διὸ καὶ ὁ τούτου Λόγος ὤν ἐστι, καὶ οὐ σύνθετος· ἀλλ' εἷς καὶ μονογενὴς Θεός, ὁ ἐκ Πατρὸς οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς προελθών, τὰ πάντα διακοσμεῖ καὶ συνέχει. ἡ δὲ αἰτία, δι' ἣν ὅλως ὁ τοῦ Θεοῦ Λόγος τοῖς γενο μένοις ἐπιβέβηκεν, ἐστὶν ἀληθῶς θαυμαστὴ καὶ γνωρίζουσα ὅτι οὐκ ἄλλως ἔπρεπεν ἢ οὕτω γενέσθαι, ὥσπερ καὶ ἔστι. τῶν μὲν γὰρ γενητῶν ἐστιν ἡ φύσις, ἅτε δὴ ἐξ οὐκ ὄντων ὑποστᾶσα, ῥευστή τις καὶ ἀσθενὴς καὶ θνητὴ καθ' ἑαυτὴν συγκρινομένη τυγχάνει· ὁ δὲ τῶν ὅλων Θεὸς ἀγαθὸς καὶ ὑπέρκαλος τὴν φύσιν ἐστί. διὸ καὶ φιλάνθρωπός ἐστιν. ἀγαθῷ γὰρ περὶ οὐδενὸς ἂν γένοιτο φθόνος· ὅθεν οὐδὲ τὸ εἶναί τινι φθονεῖ, ἀλλὰ πάντας εἶναι βούλεται, ἵνα καὶ φιλανθρω πεύεσθαι δύνηται. ὁρῶν οὖν τὴν γενητὴν πᾶσαν φύσιν, ὅσον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους, ῥευστὴν οὖσαν καὶ διαλυομένην· ἵνα μὴ τοῦτο πάθῃ, καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῇ τὸ ὅλον, τούτου ἕνεκεν τῷ ἑαυτοῦ καὶ ἀϊδίῳ Λόγῳ ποιήσας τὰ πάντα, καὶ οὐσιώσας τὴν κτίσιν, οὐκ ἀφῆκεν αὐτὴν τῇ ἑαυτῆς φύσει φέρεσθαι καὶ χειμάζεσθαι, ἵνα μὴ καὶ κινδυνεύσῃ πάλιν εἰς τὸ μὴ εἶναι· ἀλλ' ὡς ἀγαθὸς τῷ ἑαυτοῦ Λόγῳ καὶ αὐτῷ ὄντι Θεῷ τὴν σύμπασαν δια κυβερνᾷ καὶ καθίστησιν, ἵνα τῇ τοῦ Λόγου ἡγεμονίᾳ καὶ προνοίᾳ καὶ διακοσμήσει φωτιζομένη ἡ κτίσις βεβαίως διαμένειν δυνηθῇ, ἅτε δὴ τοῦ ὄντως ὄντος ἐκ Πατρὸς Λόγου μεταλαμβάνουσα καὶ βοηθου μένη δι' αὐτοῦ εἰς τὸ εἶναι· μὴ ἄρα πάθῃ ὅπερ ἂν ἔπαθεν, εἰ μὴ ὁ Λόγος αὐτὴν ἐτήρει, λέγω δὴ τὸ μὴ εἶναι, ὅς ἐστι γὰρ εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι δι' αὐτοῦ καὶ ἐν αὐτῷ συνέστηκε τὰ πάντα τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τῆς Ἐκκλησίας, ὡς οἱ τῆς ἀληθείας διάκονοι διδάσκουσιν ἐν ἁγίοις γράμμασιν.

42 Αὐτὸς γοῦν ὁ παντοδύναμος καὶ παντέλειος ἅγιος ὁ τοῦ Πατρὸς Λόγος, ἐπιβὰς τοῖς πᾶσι καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφα πλώσας, καὶ φωτίσας τά τε φαινόμενα καὶ τὰ ἀόρατα πάντα, εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει, μηδὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελοιπώς, ἀλλὰ πάντα καὶ διὰ πάντων, καὶ ἕκαστον ἰδίᾳ, καὶ ἀθρόως ὁμοῦ τὰ ὅλα ζωοποιῶν καὶ διαφυλάττων· τάς τε ἀρχὰς πάσης αἰσθητῆς οὐσίας, αἵπερ εἰσὶ θερμὴ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ξηρὰ εἰς ἓν συγκεραννύων, ποιεῖ μὴ ἀντιστατεῖν, ἀλλὰ μίαν καὶ σύμφωνον ἀποτελεῖν ἁρμονίαν. δι' αὐτὸν καὶ τὴν αὐτοῦ δύναμιν οὔτε τὸ πῦρ τῷ ψυχρῷ μάχεται, οὔτε τὸ ὑγρὸν τῷ ξηρῷ· ἀλλ' ὡς φίλα καὶ ἀδελφὰ τὰ καθ' ἑαυτὰ ὄντα ἐναντία, συνελθόντα ὁμοῦ, τά τε φαινόμενα ζωογονοῦσι, καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται. τούτῳ τῷ Θεῷ Λόγῳ πειθόμενα τὰ μὲν ἐπὶ γῆς ζωογονεῖται, τὰ δὲ ἐν οὐρανοῖς συνίσταται. καὶ διὰ τοῦτον θάλαττα μὲν πᾶσα καὶ ὁ μέγας ὠκεανὸς ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν· ἡ δὲ ξηρὰ πᾶσα χλοηφορεῖ καὶ κομᾷ παντοίοις καὶ διαφόροις φυτοῖς, ὡς προ εῖπον. καὶ ἵνα μὴ τὸ καθέκαστον ἐπὶ φανεροῖς ὀνομάζων ἐνδιατρίβω, οὐδέν ἐστι τῶν ὄντων καὶ γινομένων ὃ μὴ ἐν αὐτῷ καὶ δι' αὐτοῦ γέγονε καὶ ἕστηκεν, ᾗ φησι καὶ ὁ θεολόγος ἀνήρ· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Οἷον γὰρ εἴ τις, λύραν μουσικὸς ἁρμοσάμενος καὶ τὰ βαρέα τοῖς ὀξέσι, καὶ τὰ μέσα τοῖς ἄλλοις τῇ τέχνῃ συναγαγών, ἓν τὸ σημαινό μενον μέλος ἀποτελοίη· οὕτω καὶ ἡ τοῦ Θεοῦ σοφία, τὸ ὅλον ὡς λύραν ἐπέχων, καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συναγαγών, καὶ τὰ ἐν οὐρανῷ τοῖς ἐν ἀέρι, καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων καὶ περιάγων τῷ ἑαυτοῦ νεύματι καὶ θελήματι, ἕνα τὸν κόσμον καὶ μίαν τὴν τούτου τάξιν ἀποτελεῖ καλῶς καὶ ἡρμοσμένως, αὐτὸς μὲν ἀκίνητος μένων παρὰ τῷ Πατρί, πάντα δὲ κινῶν τῇ ἑαυτοῦ συστάσει, ὡς ἂν ἕκαστον τῷ ἑαυτοῦ Πατρὶ δοκῇ. τὸ γὰρ παράδοξον αὐτοῦ τῆς θεότητος τοῦτό ἐστιν, ὅτι ἑνὶ καὶ τῷ αὐτῷ νεύματι πάντα ὁμοῦ καὶ οὐκ ἐκ