1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

27

μεταμελείας βοήσωσιν πρὸς Κύριον, ἐξαποστελεῖ Κύριος λόγον ἀναμιμνήσκοντα τὴν ἐξ Αἰγύπτου ἄνοδον, τουτέστιν τὴν ἐκ τοῦ σκοτασμοῦ τῶν ἁμαρτιῶν λύτρωσιν. «Καὶ ἦλθεν», φησίν, «ἄγγελος Κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν τερέβινθον» τὸ τοῦ σταυροῦ μυστήριον αἰνιττόμενος «καὶ ἦν», φησίν, «Γεδεὼν ῥαβδίζων σῖτον ἐν ληνῷ», τουτέστιν τὴν πρακτικὴν μετερχόμενος μετὰ τῆς γνώσεως· τοῦτο γὰρ ἡ ληνὸς τοῦ οἴνου. «Καὶ ὤφθη αὐτῷ ἄγγελος καὶ εἶπεν αὐτῷ· "Κύριος μετὰ σοῦ, δυνατὸς ἰσχύϊ"»· τὸν γὰρ ὑποτάξαντα καὶ δουλωσάμενον τὰ πάθη καὶ τὸ κῦρος διὰ πρακτικῆς καὶ γνώσεως κατ᾽ αὐτὸν ἔχοντα, ἐκ τῶν ἰδιωμάτων αὐτὸν καλεῖ· "Κύριος μετὰ σοῦ". Καὶ δείκνυται τὸ ταπεινὸν τοῦ τοιούτου νοὸς ἐκ τῆς ἀποκρίσεως· εἶπεν γάρ· "Καὶ εἰ ἔστιν Κύριος ἐν ἡμῖν, εἰς τί ηὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα;" «Καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος· "Πορεύου ἐν τῇ ἰσχύϊ σου· ταύτῃ σώσῃς τὸν Ἰσραήλ"», τουτέστιν ἐν τῇ ἰσχύϊ τῆς πράξεως καὶ τῆς γνώσεως. «Καὶ εἶπεν πρὸς τὸν ἄγγελον· "Εἰ εὖρον χάριν ἐν ὀφθαλμοῖς σου, μὴ δὴ κινηθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σέ"». «Καὶ Γεδεὼν εἰσῆλθεν καὶ 14Α_126 ἐποίησεν ἔριφον αἰγῶν καὶ ἔλαβεν οἰφὶ σεμιδάλεως καὶ ἄζυμα καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ καὶ τὸν ζωμὸν ἔθηκεν ἐν τῇ χύτρᾳ καὶ ἐξήνεγκεν πρὸς αὐτὸν ὑπὸ τὴν τερέβινθον καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος· "Λάβε τὰ κρέα καὶ τοὺς ἀζύμους καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἔκχεον ἐπ᾽ αὐτῇ». Καὶ ἐποίησεν οὕτως». Ὅτ᾽ ἂν γὰρ νόημα πνευματικὸν καταπεμφθῇ τῷ νῷ καὶ εὕρῃ ὁ νοῦς ἁρμόσαι τῇ τοιαύτῃ γνώσει διὰ τῶν προσφυῶν πράξεων τὰ ἐπιβάλλοντα, οὐκ ἀποκινεῖται ἡ γνῶσις. Τὸ δὲ ἐξενεγκεῖν τὰ κρέα καὶ τοὺς ἀζύμους καὶ τὸν ζωμὸν σημαίνει τὴν πρᾶξιν μετὰ τοῦ ἀτύφου περικεχυμένην τῇ γνώσει· τοῦτο γὰρ δηλοῖ ὁ ζωμός. Θεῖναι δὲ ταῦτα πρὸς τὴν πέτραν προστέταχεν· δεῖ γὰρ γνῶσίν τε καὶ πρᾶξιν τῇ εἰς Χριστὸν πίστει συνάπτεσθαι. «Καὶ ἐξέτεινεν ὁ ἄγγελος τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν κρεῶν καὶ ἀνέβη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγεν τὰ κρέα καὶ τοὺς ἀζύμους καὶ ὁ ἄγγελος ἀπῆλθεν ἐξ ὀφθαλμῶν αὐτοῦ». Ὅτ᾽ ἂν γὰρ ἡ τοιαύτη πρᾶξις καὶ γνῶσις τῇ πίστει τελειωθῶσιν, τότε τὸ πῦρ τοῦ Πνεύματος φωτεινὰς ἀπεργάζεται ταύτας καὶ ὁ τῆς ἀρχῆς τῆς γνώσεως λόγος συναφίπταται· οὐκέτι γὰρ ὡς τὸ πρότερον παρέπεται ὑπομιμνήσκων· ὅλῳ γὰρ τῷ φωτὶ τοῦ Πνεύματος ὁ νοῦς ἐγκραθεὶς οὐκέτι τοῖς ἐναρχθεῖσιν προσκάθηται.

Ὁ δὲ πόκος σημαίνει τὴν Ἰουδαϊκὴν λατρείαν· ἐπ᾽ αὐτὴν γὰρ ἐγένετο δρόσος· εἶχεν γὰρ δικαιώματα λατρείας. Εἰς δὲ «πᾶσαν τὴν γῆν ξηρασία»· πάντα γὰρ τὰ ἔθνη ξηρὰ ἐτύγχανον τῆς τοῦ Θεοῦ γνώσεως. Τὸ δὲ ἐκπιάσαι εἰς τὴν λεκάνην τὸ ὕδωρ ἐσήμανεν τὴν μέλλουσαν τοῦ βαπτίσματος χάριν· εἶχεν γὰρ ἡ Παλαιὰ ἐν πολλοῖς τύπους τοῦ ἁγίου βαπτίσματος· οὗτοι οὖν ἐκπιασθέντες ἐν τῇ λεκάνῃ τοῦ βαπτίσματος τὸ κατ᾽ αὐτὸ μυστήριον ἡμῖν ὑπέδειξαν. Τὸ δὲ δευτερῶσαι καὶ ἀνάπαλιν τὸν μὲν πόκον ἔχειν τὴν ξηρασίαν, πᾶσαν δὲ τὴν γῆν δρόσον, ἐσήμαινεν τὴν χάριν τοῦ Εὐαγγελίου· πᾶσα γὰρ ἡ γῆ τῆς εὐαγγελικῆς 14Α_128 ἐπληρώθη δρόσου· κατελείφθη δὲ ξηρὸς πάσης πίστεως ὁ Ἰουδαίων λαός. Εἰς δὲ τὸν καθένα· πόκος ἐστὶν ἡ ἠθικὴ φιλοσοφία ἐκπιεζομένη εἰς τὴν λεκάνην τῆς γνώσεως· τὸ δὲ τὴν γῆν πᾶσαν ἔχειν τὴν δρόσον σημαίνει ὅτι μετὰ τὴν κατόρθωσιν τῆς ἠθικῆς φιλοσοφίας πᾶσα ἡ γῆ τῆς καρδίας πληροῦται θείας γνώσεως. Εἰ δὲ ἐπὶ μόνῃ τῇ τῶν ἠθῶν κατορθώσει δίχα τῆς προσφυοῦς γνώσεως ἐπαίρεταί τις, ὁ τοιοῦτος τὴν μὲν γῆν τῆς ἑαυτοῦ καρδίας ἄνικμον ἔχει, τὴν δὲ ἔξω σκηνὴν ὥσπερ πόκον καλλωπίζων φαίνεται.

Τὸ δὲ ἐξιόντι τῷ Γεδεὼν εἰς τὴν παράταξιν ὑποστρέψαι τὰς δέκα χιλιάδας, σημαίνει τοὺς δειλίᾳ τὸ ἐπίπονον τῆς ἀρετῆς ἀποδιδράσκοντας, προδιδούντων τὰς αἰσθήσεις καὶ τὰς αὐτῶν ἐνεργείας. Αἱ δὲ εἴκοσι χιλιάδες αἱ κύπτουσαι ἐπὶ κοιλίαν