1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

28

καὶ πίνουσαι τόδε τὸ ὕδωρ εἰσὶν οἱ τὰ αἰσθητὰ προδώσαντες μετὰ τῶν αἰσθήσεων· τὰ γὰρ τέσσαρα στοιχεῖα συντιθέμενα ταῖς πέντε αἰσθήσεσιν ἀποτελεῖ τὸν εἴκοσι. Οὗτοι τῇ γῇ προσκυλινδούμενοι, τουτέστιν τῇ γηΐνῃ προσπαθείᾳ ἡττημένοι, τὸ ὕδωρ τῆς γνώσεως πειρῶνται πίνειν· οὓς ὁ λόγος ἀποβλήτους τῆς πνευματικῆς παρατάξεως ὄντας ἀποβάλλεται. Τριακοσίους δὲ μόνον ἐκλέγεται τοὺς λάμψαντας· οὗτοι δέ εἰσιν οἱ σταυρώσαντες ἑαυτοὺς καὶ τὰς τρεῖς τῆς ψυχῆς δυνάμεις τῇ ἑκατοντάδι τῆς τελειότητος σώας φυλάξαντες· ἑκατοντὰς γάρ ἐστιν ἡ δεκαπλουμένη τῶν ἐντολῶν δεκάς, ἑκάστης ἐντολῆς τὴν ἑτέραν ἐνπεριεχούσης καὶ σαφέστερον εἰπεῖν ἡ μία δέκα οὖσα· ὅθεν καὶ τῇ Σάρρᾳ προκοψάσῃ προσετέθη τὸ ῥό, δηλοῦντος τοῦ λόγου τὸ κατ᾽ ἀρετὴν αὐτῆς τέλειον. Οὗτοι δὲ λάμπτοντες ταῖς χερσὶν τὸ ὕδωρ πίνουσιν· διὰ γὰρ τῶν πόνων τῆς πράξεως τὸ ὕδωρ ἀρύονται τῆς γνώσεως. Κελεύει δὲ τούτοις ὁ τῆς πνευματικῆς παρατάξεως 14Α_130 στρατηγὸς κρατεῖν ἐν μὲν τῇ ἀριστερᾷ ὑδρίας ἔνδον ἐχούσας λαμπάδας, ἐν δὲ δεξιᾷ κερατίνην, καὶ οὕτως τοῖς πολεμίοις συμπλέκεσθαι, σημαίνων διὰ τούτων ὅτι δεῖ τὸν πρὸς τοὺς ἀοράτους ἐχθροὺς παρατάττεσθαι μέλλοντα διὰ τῆς πρακτικῆς τοῦτο γὰρ ἡ ἀριστερὰ χείρ κρατεῖν τὸ σῶμα ἤδη διὰ τῆς ἀσκήσεως ἀποβάλλοντα πᾶσαν παθῶν νοτίδα καὶ ξηρὸν ὀστράκου τάξιν γενόμενον, ἔνδον ἔχον τὸ φῶς τῆς γνώσεως, τῇ δὲ δεξιᾷ, τουτέστιν τῇ θεωρίᾳ, κατέχειν τὴν τοῦ λόγου διδασκαλίαν· αὐτὴ γὰρ ἡ κερατίνη. Τὸ δὲ συντρίβειν τὰς ὑδρίας σημαίνει ὅτι ἡ τελεία νέκρωσις τῆς σαρκὸς καὶ ἡ ταύτης ὑπεροψία ἐκκαλύπτει ἡμῖν τὸ φῶς τῆς γνώσεως.

Τὸ δὲ λέγειν "ῥομφαία τῷ Κυρίῳ καὶ τῷ Γεδεὼν" σημαίνει ὅτι ὁ τὸν λόγον τοῦ Κυρίου τὸν τμητικὸν ἐπιφερόμενος μετὰ καὶ τῆς ἰδίας σπουδῆς, ἀναιρεῖ τὰ πάθη. Τὸ δὲ ἐνύπνιον ὅπερ εἶδον οἱ Μαδιηναῖοι δηλοῖ ὅτι ἡνίκα ἄρξηται ὁ νοῦς τῇ ἀσκήσει ἑαυτὸν ἐκδιδόναι καὶ κακουχεῖν τὸ σῶμα, τεκμαίρονται οἱ τῆς πορνείας δαίμονες ὥσπερ δι᾽ ἐνυπνίου ὅτι "εἰ ἐξισχύσει ἐπεκτεῖναι ἑαυτὸν ὁ νοῦς τῇ τοιαύτῃ ἀσκήσει, ἀποκτέννει ἡμᾶς»· μαγὶς γὰρ κριθίνη κυλιομένη, τουτέστιν ἄσκησις προβαίνουσα, καταστρέφει τὰς σκηνὰς τῶν ἀλλοφύλων, τὰ συστατικὰ δηλαδὴ τῶν δαιμόνων πάθη.

ΕΡΩΤΗΣΙΣ 81 Τί ἐστιν τὸ πρὸς τοὺς ἀποστόλους ἀπὸ τοῦ Κυρίου εἰρημένον τὸ «ἰδοὺ ἐγὼ

μεθ᾽ ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος»; ΑΠΟΚΡΙΣΙΣ Αὐτὸς ὁ Κύριος λέγεται μεθ᾽ ἡμῶν εἶναι ἐν τῷ νῦν αἰῶνι, 14Α_132 ἐν δὲ

τῷ μέλλοντι οἱ ἅγιοι μετ᾽ αὐτοῦ ἔσονται, τῇ χάριτι θεωθέντες. ΕΡΩΤΗΣΙΣ 82 Τί σημαίνει ἡ Ἰεριχὼ καὶ τίς ὁ Ἀχὰρ ὁ κλέψας ἐκ τοῦ ἀναθέματος καὶ διατί ὁ

μὲν Θεὸς καῆναι αὐτὸν προστάσσει, ὁ δὲ Ἰησοῦς ἐλιθοβόλησεν αὐτόν; ΑΠΟΚΡΙΣΙΣ Ὅστις εἰς παράταξιν θείαν καταλεγεὶς κυκλοῖ τὴν Ἰεριχὼ ἑπτὰ περιόδοις

σαλπίζων, τουτέστιν διοδεύων τὸν ἑβδοματικὸν τοῦ χρόνου τούτου αἰῶνα τῇ σάλπιγγι τοῦ Εὐαγγελίου, διδάσκεται πάντα τὰ τοῦ αἰῶνος τούτου τῷ Θεῷ ἀνατιθέναι. Ὅστις δὲ νοσφίσηται γλῶσσαν καὶ κρύψει ἐν τῇ γῇ, τουτέστιν τὸν λόγον ἐν τῇ γηΐνῃ τοῦ κόσμου σοφίᾳ, ἢ καὶ ψιλήν ὅπερ ἐστὶν ἱμάτιον τουτέστιν τὸ ἦθος πρὸς ἀρέσκειαν τῶν θεωμένων ἐξασκῶν, καὶ διακοσίους χρυσοῦς, τουτέστιν τὰ αἰσθητὰ πάντα μετὰ τῶν αἰσθήσεων, οὕστινας χρυσοῦς ἐν τῇ γῇ τῆς ἰδίας σαρκικῆς ἀπολαύσεως κατακρύψας, οὗτος ὑπὸ τοῦ στρατηγοῦντος λόγου πρῶτον μὲν ἐπ᾽ αὐτῷ πυρὸς δίκην ζέσαντος, ἔπειτα δὲ καὶ θείοις λόγοις οἱονεὶ λίθοις βαλλόμενος ἀποκτέννυται.